Bible-Center
Whole Bible
Greek/Septuagint (gr)

ΑΣΜΑ, κεφαλίς 6

που̃ ἀπη̃λθεν ὁ ἀδελφιδός σου ἡ καλὴ ἐν γυναιξίν που̃ ἀπέβλεψεν ὁ ἀδελφιδός σου καὶ ζητήσομεν αὐτὸν μετὰ σου̃
ἀδελφιδός μου κατέβη εἰς κη̃πον αὐτου̃ εἰς φιάλας του̃ ἀρώματος ποιμαίνειν ἐν κήποις καὶ συλλέγειν κρίνα
ἐγὼ τω̨̃ ἀδελφιδω̨̃ μου καὶ ἀδελφιδός μου ἐμοὶ ὁ ποιμαίνων ἐν τοι̃ς κρίνοις
καλὴ εἰ̃ ἡ πλησίον μου ὡς εὐδοκία ὡραία ὡς Ιερουσαλημ θάμβος ὡς τεταγμέναι
ἀπόστρεψον ὀφθαλμούς σου ἀπεναντίον μου ὅτι αὐτοὶ ἀνεπτέρωσάν με τρίχωμά σου ὡς ἀγέλαι τω̃ν αἰγω̃ν αἳ ἀνεφάνησαν ἀπὸ του̃ Γαλααδ
ὀδόντες σου ὡς ἀγέλαι τω̃ν κεκαρμένων αἳ ἀνέβησαν ἀπὸ του̃ λουτρου̃ αἱ πα̃σαι διδυμεύουσαι καὶ ἀτεκνου̃σα οὐκ ἔστιν ἐν αὐται̃ς
ὡς σπαρτίον τὸ κόκκινον χείλη σου καὶ ἡ λαλιά σου ὡραία ὡς λέπυρον τη̃ς ῥόας μη̃λόν σου ἐκτὸς τη̃ς σιωπήσεώς σου
ἑξήκοντά εἰσιν βασίλισσαι καὶ ὀγδοήκοντα παλλακαί καὶ νεάνιδες ὡ̃ν οὐκ ἔστιν ἀριθμός
μία ἐστὶν περιστερά μου τελεία μου μία ἐστὶν τη̨̃ μητρὶ αὐτη̃ς ἐκλεκτή ἐστιν τη̨̃ τεκούση̨ αὐτη̃ς εἴδοσαν αὐτὴν θυγατέρες καὶ μακαριου̃σιν αὐτήν βασίλισσαι καὶ παλλακαὶ καὶ αἰνέσουσιν αὐτήν
10 τίς αὕτη ἡ ἐκκύπτουσα ὡσεὶ ὄρθρος καλὴ ὡς σελήνη ἐκλεκτὴ ὡς ὁ ἥλιος θάμβος ὡς τεταγμέναι
11 εἰς κη̃πον καρύας κατέβην ἰδει̃ν ἐν γενήμασιν του̃ χειμάρρου ἰδει̃ν εἰ ἤνθησεν ἡ ἄμπελος ἐξήνθησαν αἱ ῥόαι ἐκει̃ δώσω τοὺς μαστούς μου σοί
12 οὐκ ἔγνω ἡ ψυχή μου ἔθετό με ἅρματα Αμιναδαβ
To view greek and slavonic text correctly you need to install Lucida Sans Unicode and Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.

After registering, you can subscribe to any Bible reading plan.

Personalized settings and other services for registered users are planned, so we recommend registering now. Registration is free.