1 ὠ̃ ἡ ἐπιφανὴς καὶ ἀπολελυτρωμένη ἡ πόλις ἡ περιστερά |
2 οὐκ εἰσήκουσεν φωνη̃ς οὐκ ἐδέξατο παιδείαν ἐπὶ τω̨̃ κυρίω̨ οὐκ ἐπεποίθει καὶ πρὸς τὸν θεὸν αὐτη̃ς οὐκ ἤγγισεν |
3 οἱ ἄρχοντες αὐτη̃ς ἐν αὐτη̨̃ ὡς λέοντες ὠρυόμενοι οἱ κριταὶ αὐτη̃ς ὡς λύκοι τη̃ς 'Αραβίας οὐχ ὑπελίποντο εἰς τὸ πρωί |
4 οἱ προφη̃ται αὐτη̃ς πνευματοφόροι ἄνδρες καταφρονηταί οἱ ἱερει̃ς αὐτη̃ς βεβηλου̃σιν τὰ ἅγια καὶ ἀσεβου̃σιν νόμον |
5 ὁ δὲ κύριος δίκαιος ἐν μέσω̨ αὐτη̃ς καὶ οὐ μὴ ποιήση̨ ἄδικον πρωὶ πρωὶ δώσει κρίμα αὐτου̃ εἰς φω̃ς καὶ οὐκ ἀπεκρύβη καὶ οὐκ ἔγνω ἀδικίαν ἐν ἀπαιτήσει καὶ οὐκ εἰς νει̃κος ἀδικίαν |
6 ἐν διαφθορα̨̃ κατέσπασα ὑπερηφάνους ἠφανίσθησαν γωνίαι αὐτω̃ν ἐξερημώσω τὰς ὁδοὺς αὐτω̃ν τὸ παράπαν του̃ μὴ διοδεύειν ἐξέλιπον αἱ πόλεις αὐτω̃ν παρὰ τὸ μηδένα ὑπάρχειν μηδὲ κατοικει̃ν |
7 εἰ̃πα πλὴν φοβει̃σθέ με καὶ δέξασθε παιδείαν καὶ οὐ μὴ ἐξολεθρευθη̃τε ἐξ ὀφθαλμω̃ν αὐτη̃ς πάντα ὅσα ἐξεδίκησα ἐπ' αὐτήν ἑτοιμάζου ὄρθρισον διέφθαρται πα̃σα ἡ ἐπιφυλλὶς αὐτω̃ν |
8 διὰ του̃το ὑπόμεινόν με λέγει κύριος εἰς ἡμέραν ἀναστάσεώς μου εἰς μαρτύριον διότι τὸ κρίμα μου εἰς συναγωγὰς ἐθνω̃ν του̃ εἰσδέξασθαι βασιλει̃ς του̃ ἐκχέαι ἐπ' αὐτοὺς πα̃σαν ὀργὴν θυμου̃ μου διότι ἐν πυρὶ ζήλους μου καταναλωθήσεται πα̃σα ἡ γη̃ |
9 ὅτι τότε μεταστρέψω ἐπὶ λαοὺς γλω̃σσαν εἰς γενεὰν αὐτη̃ς του̃ ἐπικαλει̃σθαι πάντας τὸ ὄνομα κυρίου του̃ δουλεύειν αὐτω̨̃ ὑπὸ ζυγὸν ἕνα |
10 ἐκ περάτων ποταμω̃ν Αἰθιοπίας οἴσουσιν θυσίας μοι |
11 ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ οὐ μὴ καταισχυνθη̨̃ς ἐκ πάντων τω̃ν ἐπιτηδευμάτων σου ὡ̃ν ἠσέβησας εἰς ἐμέ ὅτι τότε περιελω̃ ἀπὸ σου̃ τὰ φαυλίσματα τη̃ς ὕβρεώς σου καὶ οὐκέτι μὴ προσθη̨̃ς του̃ μεγαλαυχη̃σαι ἐπὶ τὸ ὄρος τὸ ἅγιόν μου |
12 καὶ ὑπολείψομαι ἐν σοὶ λαὸν πραὺ̈ν καὶ ταπεινόν καὶ εὐλαβηθήσονται ἀπὸ του̃ ὀνόματος κυρίου |
13 οἱ κατάλοιποι του̃ Ισραηλ καὶ οὐ ποιήσουσιν ἀδικίαν καὶ οὐ λαλήσουσιν μάταια καὶ οὐ μὴ εὑρεθη̨̃ ἐν τω̨̃ στόματι αὐτω̃ν γλω̃σσα δολία διότι αὐτοὶ νεμήσονται καὶ κοιτασθήσονται καὶ οὐκ ἔσται ὁ ἐκφοβω̃ν αὐτούς |
14 χαι̃ρε σφόδρα θύγατερ Σιων κήρυσσε θύγατερ Ιερουσαλημ εὐφραίνου καὶ κατατέρπου ἐξ ὅλης τη̃ς καρδίας σου θύγατερ Ιερουσαλημ |
15 περιει̃λεν κύριος τὰ ἀδικήματά σου λελύτρωταί σε ἐκ χειρὸς ἐχθρω̃ν σου βασιλεὺς Ισραηλ κύριος ἐν μέσω̨ σου οὐκ ὄψη̨ κακὰ οὐκέτι |
16 ἐν τω̨̃ καιρω̨̃ ἐκείνω̨ ἐρει̃ κύριος τη̨̃ Ιερουσαλημ θάρσει Σιων μὴ παρείσθωσαν αἱ χει̃ρές σου |
17 κύριος ὁ θεός σου ἐν σοί δυνατὸς σώσει σε ἐπάξει ἐπὶ σὲ εὐφροσύνην καὶ καινιει̃ σε ἐν τη̨̃ ἀγαπήσει αὐτου̃ καὶ εὐφρανθήσεται ἐπὶ σὲ ἐν τέρψει ὡς ἐν ἡμέρα̨ ἑορτη̃ς |
18 καὶ συνάξω τοὺς συντετριμμένους οὐαί τίς ἔλαβεν ἐπ' αὐτὴν ὀνειδισμόν |
19 ἰδοὺ ἐγὼ ποιω̃ ἐν σοὶ ἕνεκεν σου̃ ἐν τω̨̃ καιρω̨̃ ἐκείνω̨ λέγει κύριος καὶ σώσω τὴν ἐκπεπιεσμένην καὶ τὴν ἀπωσμένην εἰσδέξομαι καὶ θήσομαι αὐτοὺς εἰς καύχημα καὶ ὀνομαστοὺς ἐν πάση̨ τη̨̃ γη̨̃ |
20 καὶ καταισχυνθήσονται ἐν τω̨̃ καιρω̨̃ ἐκείνω̨ ὅταν καλω̃ς ὑμι̃ν ποιήσω καὶ ἐν τω̨̃ καιρω̨̃ ὅταν εἰσδέξωμαι ὑμα̃ς διότι δώσω ὑμα̃ς ὀνομαστοὺς καὶ εἰς καύχημα ἐν πα̃σιν τοι̃ς λαοι̃ς τη̃ς γη̃ς ἐν τω̨̃ ἐπιστρέφειν με τὴν αἰχμαλωσίαν ὑμω̃ν ἐνώπιον ὑμω̃ν λέγει κύριος |