Bible-Center
Whole Bible
Greek/Septuagint (gr)

ΤΩΒΊΤ, κεφαλίς 3

καὶ λυπηθεὶς ἔκλαυσα καὶ προσευξάμην μετ' ὀδύνης λέγων
δίκαιος εἰ̃ κύριε καὶ πάντα τὰ ἔργα σου καὶ πα̃σαι αἱ ὁδοί σου ἐλεημοσύναι καὶ ἀλήθεια καὶ κρίσιν ἀληθινὴν καὶ δικαίαν σὺ κρίνεις εἰς τὸν αἰω̃να
μνήσθητί μου καὶ ἐπίβλεψον ἐπ' ἐμέ μή με ἐκδικήση̨ς ται̃ς ἁμαρτίαις μου καὶ τοι̃ς ἀγνοήμασίν μου καὶ τω̃ν πατέρων μου ἃ ἥμαρτον ἐνώπιόν σου
παρήκουσαν γὰρ τω̃ν ἐντολω̃ν σου ἔδωκας ἡμα̃ς εἰς διαρπαγὴν καὶ αἰχμαλωσίαν καὶ θάνατον καὶ παραβολὴν ὀνειδισμου̃ πα̃σιν τοι̃ς ἔθνεσιν ἐν οἱ̃ς ἐσκορπίσμεθα
καὶ νυ̃ν πολλαὶ αἱ κρίσεις σού εἰσιν ἀληθιναὶ ἐξ ἐμου̃ ποιη̃σαι περὶ τω̃ν ἁμαρτιω̃ν μου καὶ τω̃ν πατέρων μου ὅτι οὐκ ἐποιήσαμεν τὰς ἐντολάς σου οὐ γὰρ ἐπορεύθημεν ἐν ἀληθεία̨ ἐνώπιόν σου
καὶ νυ̃ν κατὰ τὸ ἀρεστὸν ἐνώπιόν σου ποίησον μετ' ἐμου̃ ἐπίταξον ἀναλαβει̃ν τὸ πνευ̃μά μου ὅπως ἀπολυθω̃ καὶ γένωμαι γη̃ διότι λυσιτελει̃ μοι ἀποθανει̃ν ἢ ζη̃ν ὅτι ὀνειδισμοὺς ψευδει̃ς ἤκουσα καὶ λύπη ἐστὶν πολλὴ ἐν ἐμοί ἐπίταξον ἀπολυθη̃ναί με τη̃ς ἀνάγκης ἤδη εἰς τὸν αἰώνιον τόπον μὴ ἀποστρέψη̨ς τὸ πρόσωπόν σου ἀπ' ἐμου̃
ἐν τη̨̃ αὐτη̨̃ ἡμέρα̨ συνέβη τη̨̃ θυγατρὶ Ραγουηλ Σαρρα ἐν 'Εκβατάνοις τη̃ς Μηδίας καὶ ταύτην ὀνειδισθη̃ναι ὑπὸ παιδισκω̃ν πατρὸς αὐτη̃ς
ὅτι ἠ̃ν δεδομένη ἀνδράσιν ἑπτά καὶ Ασμοδαυς τὸ πονηρὸν δαιμόνιον ἀπέκτεινεν αὐτοὺς πρὶν ἢ γενέσθαι αὐτοὺς μετ' αὐτη̃ς ὡς ἐν γυναιξίν καὶ εἰ̃παν αὐτη̨̃ οὐ συνίεις ἀποπνίγουσά σου τοὺς ἄνδρας ἤδη ἑπτὰ ἔσχες καὶ ἑνὸς αὐτω̃ν οὐκ ὠνάσθης
τί ἡμα̃ς μαστιγοι̃ς εἰ ἀπέθαναν βάδιζε μετ' αὐτω̃ν μὴ ἴδοιμέν σου υἱὸν ἢ θυγατέρα εἰς τὸν αἰω̃να
10 ταυ̃τα ἀκούσασα ἐλυπήθη σφόδρα ὥστε ἀπάγξασθαι καὶ εἰ̃πεν μία μέν εἰμι τω̨̃ πατρί μου ἐὰν ποιήσω του̃το ὄνειδος αὐτω̨̃ ἐστιν καὶ τὸ γη̃ρας αὐτου̃ κατάξω μετ' ὀδύνης εἰς ἅ̨δου
11 καὶ ἐδεήθη πρὸς τη̨̃ θυρίδι καὶ εἰ̃πεν εὐλογητὸς εἰ̃ κύριε ὁ θεός μου καὶ εὐλογητὸν τὸ ὄνομά σου τὸ ἅγιον καὶ ἔντιμον εἰς τοὺς αἰω̃νας εὐλογήσαισάν σε πάντα τὰ ἔργα σου εἰς τὸν αἰω̃να
12 καὶ νυ̃ν κύριε τοὺς ὀφθαλμούς μου καὶ τὸ πρόσωπόν μου εἰς σὲ δέδωκα
13 εἰπὸν ἀπολυ̃σαί με ἀπὸ τη̃ς γη̃ς καὶ μὴ ἀκου̃σαί με μηκέτι ὀνειδισμόν
14 σὺ γινώσκεις κύριε ὅτι καθαρά εἰμι ἀπὸ πάσης ἁμαρτίας ἀνδρὸς
15 καὶ οὐκ ἐμόλυνα τὸ ὄνομά μου οὐδὲ τὸ ὄνομα του̃ πατρός μου ἐν τη̨̃ γη̨̃ τη̃ς αἰχμαλωσίας μου μονογενής εἰμι τω̨̃ πατρί μου καὶ οὐχ ὑπάρχει αὐτω̨̃ παιδίον ὃ κληρονομήσει αὐτόν οὐδὲ ἀδελφὸς ἐγγὺς οὐδὲ ὑπάρχων αὐτω̨̃ υἱός ἵνα συντηρήσω ἐμαυτὴν αὐτω̨̃ γυναι̃κα ἤδη ἀπώλοντό μοι ἑπτά ἵνα τί μοι ζη̃ν καὶ εἰ μὴ δοκει̃ σοι ἀποκτει̃ναί με ἐπίταξον ἐπιβλέψαι ἐπ' ἐμὲ καὶ ἐλεη̃σαί με καὶ μηκέτι ἀκου̃σαί με ὀνειδισμόν
16 καὶ εἰσηκούσθη ἡ προσευχὴ ἀμφοτέρων ἐνώπιον τη̃ς δόξης του̃ μεγάλου Ραφαηλ
17 καὶ ἀπεστάλη ἰάσασθαι τοὺς δύο του̃ Τωβιτ λεπίσαι τὰ λευκώματα καὶ Σαρραν τὴν του̃ Ραγουηλ δου̃ναι Τωβια τω̨̃ υἱω̨̃ Τωβιτ γυναι̃κα καὶ δη̃σαι Ασμοδαυν τὸ πονηρὸν δαιμόνιον διότι Τωβια ἐπιβάλλει κληρονομη̃σαι αὐτήν ἐν αὐτω̨̃ τω̨̃ καιρω̨̃ ἐπιστρέψας Τωβιτ εἰση̃λθεν εἰς τὸν οἰ̃κον αὐτου̃ καὶ Σαρρα ἡ του̃ Ραγουηλ κατέβη ἐκ του̃ ὑπερώ̨ου αὐτη̃ς
To view greek and slavonic text correctly you need to install Lucida Sans Unicode and Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.

After registering, you can subscribe to any Bible reading plan.

Personalized settings and other services for registered users are planned, so we recommend registering now. Registration is free.