1 τοι̃ς δὲ ὁσίοις σου μέγιστον ἠ̃ν φω̃ς ὡ̃ν φωνὴν μὲν ἀκούοντες μορφὴν δὲ οὐχ ὁρω̃ντες ὅτι μὲν οὐ κἀκει̃νοι ἐπεπόνθεισαν ἐμακάριζον |
2 ὅτι δ' οὐ βλάπτουσιν προηδικημένοι ηὐχαρίστουν καὶ του̃ διενεχθη̃ναι χάριν ἐδέοντο |
3 ἀνθ' ὡ̃ν πυριφλεγη̃ στυ̃λον ὁδηγὸν μὲν ἀγνώστου ὁδοιπορίας ἥλιον δὲ ἀβλαβη̃ φιλοτίμου ξενιτείας παρέσχες |
4 ἄξιοι μὲν γὰρ ἐκει̃νοι στερηθη̃ναι φωτὸς καὶ φυλακισθη̃ναι σκότει οἱ κατακλείστους φυλάξαντες τοὺς υἱούς σου δι' ὡ̃ν ἤμελλεν τὸ ἄφθαρτον νόμου φω̃ς τω̨̃ αἰω̃νι δίδοσθαι |
5 βουλευσαμένους δ' αὐτοὺς τὰ τω̃ν ὁσίων ἀποκτει̃ναι νήπια καὶ ἑνὸς ἐκτεθέντος τέκνου καὶ σωθέντος εἰς ἔλεγχον τὸ αὐτω̃ν ἀφείλω πλη̃θος τέκνων καὶ ὁμοθυμαδὸν ἀπώλεσας ἐν ὕδατι σφοδρω̨̃ |
6 ἐκείνη ἡ νὺξ προεγνώσθη πατράσιν ἡμω̃ν ἵνα ἀσφαλω̃ς εἰδότες οἱ̃ς ἐπίστευσαν ὅρκοις ἐπευθυμήσωσιν |
7 προσεδέχθη ὑπὸ λαου̃ σου σωτηρία μὲν δικαίων ἐχθρω̃ν δὲ ἀπώλεια |
8 ὡ̨̃ γὰρ ἐτιμωρήσω τοὺς ὑπεναντίους τούτω̨ ἡμα̃ς προσκαλεσάμενος ἐδόξασας |
9 κρυφη̨̃ γὰρ ἐθυσίαζον ὅσιοι παι̃δες ἀγαθω̃ν καὶ τὸν τη̃ς θειότητος νόμον ἐν ὁμονοία̨ διέθεντο τω̃ν αὐτω̃ν ὁμοίως καὶ ἀγαθω̃ν καὶ κινδύνων μεταλήμψεσθαι τοὺς ἁγίους πατέρων ἤδη προαναμέλποντες αἴνους |
10 ἀντήχει δ' ἀσύμφωνος ἐχθρω̃ν ἡ βοή καὶ οἰκτρὰ διεφέρετο φωνὴ θρηνουμένων παίδων |
11 ὁμοία̨ δὲ δίκη̨ δου̃λος ἅμα δεσπότη̨ κολασθεὶς καὶ δημότης βασιλει̃ τὰ αὐτὰ πάσχων |
12 ὁμοθυμαδὸν δὲ πάντες ἐν ἑνὶ ὀνόματι θανάτου νεκροὺς εἰ̃χον ἀναριθμήτους οὐδὲ γὰρ πρὸς τὸ θάψαι οἱ ζω̃ντες ἠ̃σαν ἱκανοί ἐπεὶ πρὸς μίαν ῥοπὴν ἡ ἐντιμοτέρα γένεσις αὐτω̃ν διέφθαρτο |
13 πάντα γὰρ ἀπιστου̃ντες διὰ τὰς φαρμακείας ἐπὶ τω̨̃ τω̃ν πρωτοτόκων ὀλέθρω̨ ὡμολόγησαν θεου̃ υἱὸν λαὸν εἰ̃ναι |
14 ἡσύχου γὰρ σιγη̃ς περιεχούσης τὰ πάντα καὶ νυκτὸς ἐν ἰδίω̨ τάχει μεσαζούσης |
15 ὁ παντοδύναμός σου λόγος ἀπ' οὐρανω̃ν ἐκ θρόνων βασιλείων ἀπότομος πολεμιστὴς εἰς μέσον τη̃ς ὀλεθρίας ἥλατο γη̃ς ξίφος ὀξὺ τὴν ἀνυπόκριτον ἐπιταγήν σου φέρων |
16 καὶ στὰς ἐπλήρωσεν τὰ πάντα θανάτου καὶ οὐρανου̃ μὲν ἥπτετο βεβήκει δ' ἐπὶ γη̃ς |
17 τότε παραχρη̃μα φαντασίαι μὲν ὀνείρων δεινω̃ν ἐξετάραξαν αὐτούς φόβοι δὲ ἐπέστησαν ἀδόκητοι |
18 καὶ ἄλλος ἀλλαχη̨̃ ῥιφεὶς ἡμίθνητος δι' ἣν ἔθνη̨σκον αἰτίαν ἐνεφάνιζεν |
19 οἱ γὰρ ὄνειροι θορυβήσαντες αὐτοὺς του̃το προεμήνυσαν ἵνα μὴ ἀγνοου̃ντες δι' ὃ κακω̃ς πάσχουσιν ἀπόλωνται |
20 ἥψατο δὲ καὶ δικαίων πει̃ρα θανάτου καὶ θραυ̃σις ἐν ἐρήμω̨ ἐγένετο πλήθους ἀλλ' οὐκ ἐπὶ πολὺ ἔμεινεν ἡ ὀργή |
21 σπεύσας γὰρ ἀνὴρ ἄμεμπτος προεμάχησεν τὸ τη̃ς ἰδίας λειτουργίας ὅπλον προσευχὴν καὶ θυμιάματος ἐξιλασμὸν κομίσας ἀντέστη τω̨̃ θυμω̨̃ καὶ πέρας ἐπέθηκε τη̨̃ συμφορα̨̃ δεικνὺς ὅτι σός ἐστιν θεράπων |
22 ἐνίκησεν δὲ τὸν χόλον οὐκ ἰσχύι του̃ σώματος οὐχ ὅπλων ἐνεργεία̨ ἀλλὰ λόγω̨ τὸν κολάζοντα ὑπέταξεν ὅρκους πατέρων καὶ διαθήκας ὑπομνήσας |
23 σωρηδὸν γὰρ ἤδη πεπτωκότων ἐπ' ἀλλήλων νεκρω̃ν μεταξὺ στὰς ἀνέκοψε τὴν ὀργὴν καὶ διέσχισεν τὴν πρὸς τοὺς ζω̃ντας ὁδόν |
24 ἐπὶ γὰρ ποδήρους ἐνδύματος ἠ̃ν ὅλος ὁ κόσμος καὶ πατέρων δόξαι ἐπὶ τετραστίχου λίθων γλυφη̃ς καὶ μεγαλωσύνη σου ἐπὶ διαδήματος κεφαλη̃ς αὐτου̃ |
25 τούτοις εἰ̃ξεν ὁ ὀλεθρεύων ταυ̃τα δὲ ἐφοβήθη ἠ̃ν γὰρ μόνη ἡ πει̃ρα τη̃ς ὀργη̃ς ἱκανή |