Bible-Center
Whole Bible
Greek/Septuagint (gr)

ΣΟΦΊΑ ΣΑΛΩΜΩΝ, κεφαλίς 5

1 τότε στήσεται ἐν παρρησία̨ πολλη̨̃ ὁ δίκαιος κατὰ πρόσωπον τω̃ν θλιψάντων αὐτὸν καὶ τω̃ν ἀθετούντων τοὺς πόνους αὐτου̃
2 ἰδόντες ταραχθήσονται φόβω̨ δεινω̨̃ καὶ ἐκστήσονται ἐπὶ τω̨̃ παραδόξω̨ τη̃ς σωτηρίας
3 ἐρου̃σιν ἐν ἑαυτοι̃ς μετανοου̃ντες καὶ διὰ στενοχωρίαν πνεύματος στενάξονται καὶ ἐρου̃σιν
4 οὑ̃τος ἠ̃ν ὃν ἔσχομέν ποτε εἰς γέλωτα καὶ εἰς παραβολὴν ὀνειδισμου̃ οἱ ἄφρονες τὸν βίον αὐτου̃ ἐλογισάμεθα μανίαν καὶ τὴν τελευτὴν αὐτου̃ ἄτιμον
5 πω̃ς κατελογίσθη ἐν υἱοι̃ς θεου̃ καὶ ἐν ἁγίοις ὁ κλη̃ρος αὐτου̃ ἐστιν
6 ἄρα ἐπλανήθημεν ἀπὸ ὁδου̃ ἀληθείας καὶ τὸ τη̃ς δικαιοσύνης φω̃ς οὐκ ἐπέλαμψεν ἡμι̃ν καὶ ὁ ἥλιος οὐκ ἀνέτειλεν ἡμι̃ν
7 ἀνομίας ἐνεπλήσθημεν τρίβοις καὶ ἀπωλείας καὶ διωδεύσαμεν ἐρήμους ἀβάτους τὴν δὲ ὁδὸν κυρίου οὐκ ἐπέγνωμεν
8 τί ὠφέλησεν ἡμα̃ς ἡ ὑπερηφανία καὶ τί πλου̃τος μετὰ ἀλαζονείας συμβέβληται ἡμι̃ν
9 παρη̃λθεν ἐκει̃να πάντα ὡς σκιὰ καὶ ὡς ἀγγελία παρατρέχουσα
10 ὡς ναυ̃ς διερχομένη κυμαινόμενον ὕδωρ ἡ̃ς διαβάσης οὐκ ἔστιν ἴχνος εὑρει̃ν οὐδὲ ἀτραπὸν τρόπιος αὐτη̃ς ἐν κύμασιν
11 ἢ ὡς ὀρνέου διιπτάντος ἀέρα οὐθὲν εὑρίσκεται τεκμήριον πορείας πληγη̨̃ δὲ μαστιζόμενον ταρσω̃ν πνευ̃μα κου̃φον καὶ σχιζόμενον βία̨ ῥοίζου κινουμένων πτερύγων διωδεύθη καὶ μετὰ του̃το οὐχ εὑρέθη σημει̃ον ἐπιβάσεως ἐν αὐτω̨̃
12 ἢ ὡς βέλους βληθέντος ἐπὶ σκοπὸν τμηθεὶς ὁ ἀὴρ εὐθέως εἰς ἑαυτὸν ἀνελύθη ὡς ἀγνοη̃σαι τὴν δίοδον αὐτου̃
13 οὕτως καὶ ἡμει̃ς γεννηθέντες ἐξελίπομεν καὶ ἀρετη̃ς μὲν σημει̃ον οὐδὲν ἔσχομεν δει̃ξαι ἐν δὲ τη̨̃ κακία̨ ἡμω̃ν κατεδαπανήθημεν
14 ὅτι ἐλπὶς ἀσεβου̃ς ὡς φερόμενος χνου̃ς ὑπὸ ἀνέμου καὶ ὡς πάχνη ὑπὸ λαίλαπος διωχθει̃σα λεπτὴ καὶ ὡς καπνὸς ὑπὸ ἀνέμου διεχύθη καὶ ὡς μνεία καταλύτου μονοημέρου παρώδευσεν
15 δίκαιοι δὲ εἰς τὸν αἰω̃να ζω̃σιν καὶ ἐν κυρίω̨ ὁ μισθὸς αὐτω̃ν καὶ ἡ φροντὶς αὐτω̃ν παρὰ ὑψίστω̨
16 διὰ του̃το λήμψονται τὸ βασίλειον τη̃ς εὐπρεπείας καὶ τὸ διάδημα του̃ κάλλους ἐκ χειρὸς κυρίου ὅτι τη̨̃ δεξια̨̃ σκεπάσει αὐτοὺς καὶ τω̨̃ βραχίονι ὑπερασπιει̃ αὐτω̃ν
17 λήμψεται πανοπλίαν τὸν ζη̃λον αὐτου̃ καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρω̃ν
18 ἐνδύσεται θώρακα δικαιοσύνην καὶ περιθήσεται κόρυθα κρίσιν ἀνυπόκριτον
19 λήμψεται ἀσπίδα ἀκαταμάχητον ὁσιότητα
20 ὀξυνει̃ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν συνεκπολεμήσει δὲ αὐτω̨̃ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας
21 πορεύσονται εὔστοχοι βολίδες ἀστραπω̃ν καὶ ὡς ἀπὸ εὐκύκλου τόξου τω̃ν νεφω̃ν ἐπὶ σκοπὸν ἁλου̃νται
22 καὶ ἐκ πετροβόλου θυμου̃ πλήρεις ῥιφήσονται χάλαζαι ἀγανακτήσει κατ' αὐτω̃ν ὕδωρ θαλάσσης ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως
23 ἀντιστήσεται αὐτοι̃ς πνευ̃μα δυνάμεως καὶ ὡς λαι̃λαψ ἐκλικμήσει αὐτούς καὶ ἐρημώσει πα̃σαν τὴν γη̃ν ἀνομία καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστω̃ν

After registering, you can subscribe to any Bible reading plan.

Personalized settings and other services for registered users are planned, so we recommend registering now. Registration is free.