Bible-Center
Whole Bible
Greek/Septuagint (gr)

ΣΟΦΊΑ ΣΑΛΩΜΩΝ, κεφαλίς 7

1 εἰμὶ μὲν κἀγὼ θνητὸς ἄνθρωπος ἴσος ἅπασιν καὶ γηγενου̃ς ἀπόγονος πρωτοπλάστου καὶ ἐν κοιλία̨ μητρὸς ἐγλύφην σὰρξ
2 δεκαμηνιαίω̨ χρόνω̨ παγεὶς ἐν αἵματι ἐκ σπέρματος ἀνδρὸς καὶ ἡδονη̃ς ὕπνω̨ συνελθούσης
3 καὶ ἐγὼ δὲ γενόμενος ἔσπασα τὸν κοινὸν ἀέρα καὶ ἐπὶ τὴν ὁμοιοπαθη̃ κατέπεσον γη̃ν πρώτην φωνὴν τὴν ὁμοίαν πα̃σιν ἴσα κλαίων
4 ἐν σπαργάνοις ἀνετράφην καὶ φροντίσιν
5 οὐδεὶς γὰρ βασιλέων ἑτέραν ἔσχεν γενέσεως ἀρχήν
6 μία δὲ πάντων εἴσοδος εἰς τὸν βίον ἔξοδός τε ἴση
7 διὰ του̃το εὐξάμην καὶ φρόνησις ἐδόθη μοι ἐπεκαλεσάμην καὶ ἠ̃λθέν μοι πνευ̃μα σοφίας
8 προέκρινα αὐτὴν σκήπτρων καὶ θρόνων καὶ πλου̃τον οὐδὲν ἡγησάμην ἐν συγκρίσει αὐτη̃ς
9 οὐδὲ ὡμοίωσα αὐτη̨̃ λίθον ἀτίμητον ὅτι ὁ πα̃ς χρυσὸς ἐν ὄψει αὐτη̃ς ψάμμος ὀλίγη καὶ ὡς πηλὸς λογισθήσεται ἄργυρος ἐναντίον αὐτη̃ς
10 ὑπὲρ ὑγίειαν καὶ εὐμορφίαν ἠγάπησα αὐτὴν καὶ προειλόμην αὐτὴν ἀντὶ φωτὸς ἔχειν ὅτι ἀκοίμητον τὸ ἐκ ταύτης φέγγος
11 ἠ̃λθεν δέ μοι τὰ ἀγαθὰ ὁμου̃ πάντα μετ' αὐτη̃ς καὶ ἀναρίθμητος πλου̃τος ἐν χερσὶν αὐτη̃ς
12 εὐφράνθην δὲ ἐπὶ πα̃σιν ὅτι αὐτω̃ν ἡγει̃ται σοφία ἠγνόουν δὲ αὐτὴν γενέτιν εἰ̃ναι τούτων
13 ἀδόλως τε ἔμαθον ἀφθόνως τε μεταδίδωμι τὸν πλου̃τον αὐτη̃ς οὐκ ἀποκρύπτομαι
14 ἀνεκλιπὴς γὰρ θησαυρός ἐστιν ἀνθρώποις ὃν οἱ κτησάμενοι πρὸς θεὸν ἐστείλαντο φιλίαν διὰ τὰς ἐκ παιδείας δωρεὰς συσταθέντες
15 ἐμοὶ δὲ δώ̨η ὁ θεὸς εἰπει̃ν κατὰ γνώμην καὶ ἐνθυμηθη̃ναι ἀξίως τω̃ν δεδομένων ὅτι αὐτὸς καὶ τη̃ς σοφίας ὁδηγός ἐστιν καὶ τω̃ν σοφω̃ν διορθωτής
16 ἐν γὰρ χειρὶ αὐτου̃ καὶ ἡμει̃ς καὶ οἱ λόγοι ἡμω̃ν πα̃σά τε φρόνησις καὶ ἐργατειω̃ν ἐπιστήμη
17 αὐτὸς γάρ μοι ἔδωκεν τω̃ν ὄντων γνω̃σιν ἀψευδη̃ εἰδέναι σύστασιν κόσμου καὶ ἐνέργειαν στοιχείων
18 ἀρχὴν καὶ τέλος καὶ μεσότητα χρόνων τροπω̃ν ἀλλαγὰς καὶ μεταβολὰς καιρω̃ν
19 ἐνιαυτου̃ κύκλους καὶ ἄστρων θέσεις
20 φύσεις ζώ̨ων καὶ θυμοὺς θηρίων πνευμάτων βίας καὶ διαλογισμοὺς ἀνθρώπων διαφορὰς φυτω̃ν καὶ δυνάμεις ῥιζω̃ν
21 ὅσα τέ ἐστιν κρυπτὰ καὶ ἐμφανη̃ ἔγνων ἡ γὰρ πάντων τεχνι̃τις ἐδίδαξέν με σοφία
22 ἔστιν γὰρ ἐν αὐτη̨̃ πνευ̃μα νοερόν ἅγιον μονογενές πολυμερές λεπτόν εὐκίνητον τρανόν ἀμόλυντον σαφές ἀπήμαντον φιλάγαθον ὀξύ
23 ἀκώλυτον εὐεργετικόν φιλάνθρωπον βέβαιον ἀσφαλές ἀμέριμνον παντοδύναμον πανεπίσκοπον καὶ διὰ πάντων χωρου̃ν πνευμάτων νοερω̃ν καθαρω̃ν λεπτοτάτων
24 πάσης γὰρ κινήσεως κινητικώτερον σοφία διήκει δὲ καὶ χωρει̃ διὰ πάντων διὰ τὴν καθαρότητα
25 ἀτμὶς γάρ ἐστιν τη̃ς του̃ θεου̃ δυνάμεως καὶ ἀπόρροια τη̃ς του̃ παντοκράτορος δόξης εἰλικρινής διὰ του̃το οὐδὲν μεμιαμμένον εἰς αὐτὴν παρεμπίπτει
26 ἀπαύγασμα γάρ ἐστιν φωτὸς ἀϊδίου καὶ ἔσοπτρον ἀκηλίδωτον τη̃ς του̃ θεου̃ ἐνεργείας καὶ εἰκὼν τη̃ς ἀγαθότητος αὐτου̃
27 μία δὲ οὐ̃σα πάντα δύναται καὶ μένουσα ἐν αὑτη̨̃ τὰ πάντα καινίζει καὶ κατὰ γενεὰς εἰς ψυχὰς ὁσίας μεταβαίνουσα φίλους θεου̃ καὶ προφήτας κατασκευάζει
28 οὐθὲν γὰρ ἀγαπα̨̃ ὁ θεὸς εἰ μὴ τὸν σοφία̨ συνοικου̃ντα
29 ἔστιν γὰρ αὕτη εὐπρεπεστέρα ἡλίου καὶ ὑπὲρ πα̃σαν ἄστρων θέσιν φωτὶ συγκρινομένη εὑρίσκεται προτέρα
30 του̃το μὲν γὰρ διαδέχεται νύξ σοφίας δὲ οὐ κατισχύει κακία
To view greek and slavonic text correctly you need to install Lucida Sans Unicode and Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.

After registering, you can subscribe to any Bible reading plan.

Personalized settings and other services for registered users are planned, so we recommend registering now. Registration is free.