1 αἰτει̃σθε ὑετὸν παρὰ κυρίου καθ' ὥραν πρόιμον καὶ ὄψιμον κύριος ἐποίησεν φαντασίας καὶ ὑετὸν χειμερινὸν δώσει αὐτοι̃ς ἑκάστω̨ βοτάνην ἐν ἀγρω̨̃ |
2 διότι οἱ ἀποφθεγγόμενοι ἐλάλησαν κόπους καὶ οἱ μάντεις ὁράσεις ψευδει̃ς καὶ τὰ ἐνύπνια ψευδη̃ ἐλάλουν μάταια παρεκάλουν διὰ του̃το ἐξήρθησαν ὡς πρόβατα καὶ ἐκακώθησαν διότι οὐκ ἠ̃ν ἴασις |
3 ἐπὶ τοὺς ποιμένας παρωξύνθη ὁ θυμός μου καὶ ἐπὶ τοὺς ἀμνοὺς ἐπισκέψομαι καὶ ἐπισκέψεται κύριος ὁ θεὸς ὁ παντοκράτωρ τὸ ποίμνιον αὐτου̃ τὸν οἰ̃κον Ιουδα καὶ τάξει αὐτοὺς ὡς ἵππον εὐπρεπη̃ αὐτου̃ ἐν πολέμω̨ |
4 καὶ ἐξ αὐτου̃ ἐπέβλεψεν καὶ ἐξ αὐτου̃ ἔταξεν καὶ ἐξ αὐτου̃ τόξον ἐν θυμω̨̃ ἐξ αὐτου̃ ἐξελεύσεται πα̃ς ὁ ἐξελαύνων ἐν τω̨̃ αὐτω̨̃ |
5 καὶ ἔσονται ὡς μαχηταὶ πατου̃ντες πηλὸν ἐν ται̃ς ὁδοι̃ς ἐν πολέμω̨ καὶ παρατάξονται διότι κύριος μετ' αὐτω̃ν καὶ καταισχυνθήσονται ἀναβάται ἵππων |
6 καὶ κατισχύσω τὸν οἰ̃κον Ιουδα καὶ τὸν οἰ̃κον Ιωσηφ σώσω καὶ κατοικιω̃ αὐτούς ὅτι ἠγάπησα αὐτούς καὶ ἔσονται ὃν τρόπον οὐκ ἀπεστρεψάμην αὐτούς διότι ἐγὼ κύριος ὁ θεὸς αὐτω̃ν καὶ ἐπακούσομαι αὐτοι̃ς |
7 καὶ ἔσονται ὡς μαχηταὶ του̃ Εφραιμ καὶ χαρήσεται ἡ καρδία αὐτω̃ν ὡς ἐν οἴνω̨ καὶ τὰ τέκνα αὐτω̃ν ὄψονται καὶ εὐφρανθήσονται καὶ χαρει̃ται ἡ καρδία αὐτω̃ν ἐπὶ τω̨̃ κυρίω̨ |
8 σημανω̃ αὐτοι̃ς καὶ εἰσδέξομαι αὐτούς διότι λυτρώσομαι αὐτούς καὶ πληθυνθήσονται καθότι ἠ̃σαν πολλοί |
9 καὶ σπερω̃ αὐτοὺς ἐν λαοι̃ς καὶ οἱ μακρὰν μνησθήσονταί μου ἐκθρέψουσιν τὰ τέκνα αὐτω̃ν καὶ ἐπιστρέψουσιν |
10 καὶ ἐπιστρέψω αὐτοὺς ἐκ γη̃ς Αἰγύπτου καὶ ἐξ 'Ασσυρίων εἰσδέξομαι αὐτοὺς καὶ εἰς τὴν Γαλααδι̃τιν καὶ εἰς τὸν Λίβανον εἰσάξω αὐτούς καὶ οὐ μὴ ὑπολειφθη̨̃ ἐξ αὐτω̃ν οὐδὲ εἱ̃ς |
11 καὶ διελεύσονται ἐν θαλάσση̨ στενη̨̃ καὶ πατάξουσιν ἐν θαλάσση̨ κύματα καὶ ξηρανθήσεται πάντα τὰ βάθη ποταμω̃ν καὶ ἀφαιρεθήσεται πα̃σα ὕβρις 'Ασσυρίων καὶ σκη̃πτρον Αἰγύπτου περιαιρεθήσεται |
12 καὶ κατισχύσω αὐτοὺς ἐν κυρίω̨ θεω̨̃ αὐτω̃ν καὶ ἐν τω̨̃ ὀνόματι αὐτου̃ κατακαυχήσονται λέγει κύριος |