1 ἰδοὺ ἡμέραι ἔρχονται του̃ κυρίου καὶ διαμερισθήσεται τὰ σκυ̃λά σου ἐν σοί |
2 καὶ ἐπισυνάξω πάντα τὰ ἔθνη ἐπὶ Ιερουσαλημ εἰς πόλεμον καὶ ἁλώσεται ἡ πόλις καὶ διαρπαγήσονται αἱ οἰκίαι καὶ αἱ γυναι̃κες μολυνθήσονται καὶ ἐξελεύσεται τὸ ἥμισυ τη̃ς πόλεως ἐν αἰχμαλωσία̨ οἱ δὲ κατάλοιποι του̃ λαου̃ μου οὐ μὴ ἐξολεθρευθω̃σιν ἐκ τη̃ς πόλεως |
3 καὶ ἐξελεύσεται κύριος καὶ παρατάξεται ἐν τοι̃ς ἔθνεσιν ἐκείνοις καθὼς ἡμέρα παρατάξεως αὐτου̃ ἐν ἡμέρα̨ πολέμου |
4 καὶ στήσονται οἱ πόδες αὐτου̃ ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ ἐπὶ τὸ ὄρος τω̃ν ἐλαιω̃ν τὸ κατέναντι Ιερουσαλημ ἐξ ἀνατολω̃ν καὶ σχισθήσεται τὸ ὄρος τω̃ν ἐλαιω̃ν τὸ ἥμισυ αὐτου̃ πρὸς ἀνατολὰς καὶ τὸ ἥμισυ αὐτου̃ πρὸς θάλασσαν χάος μέγα σφόδρα καὶ κλινει̃ τὸ ἥμισυ του̃ ὄρους πρὸς βορρα̃ν καὶ τὸ ἥμισυ αὐτου̃ πρὸς νότον |
5 καὶ ἐμφραχθήσεται φάραγξ ὀρέων μου καὶ ἐγκολληθήσεται φάραγξ ὀρέων ἕως Ιασολ καὶ ἐμφραχθήσεται καθὼς ἐνεφράγη ἐν ται̃ς ἡμέραις του̃ σεισμου̃ ἐν ἡμέραις Οζιου βασιλέως Ιουδα καὶ ἥξει κύριος ὁ θεός μου καὶ πάντες οἱ ἅγιοι μετ' αὐτου̃ |
6 ἐν ἐκείνη̨ τη̨̃ ἡμέρα̨ οὐκ ἔσται φω̃ς καὶ ψυ̃χος καὶ πάγος |
7 ἔσται μίαν ἡμέραν καὶ ἡ ἡμέρα ἐκείνη γνωστὴ τω̨̃ κυρίω̨ καὶ οὐχ ἡμέρα καὶ οὐ νύξ καὶ πρὸς ἑσπέραν ἔσται φω̃ς |
8 καὶ ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ ἐξελεύσεται ὕδωρ ζω̃ν ἐξ Ιερουσαλημ τὸ ἥμισυ αὐτου̃ εἰς τὴν θάλασσαν τὴν πρώτην καὶ τὸ ἥμισυ αὐτου̃ εἰς τὴν θάλασσαν τὴν ἐσχάτην καὶ ἐν θέρει καὶ ἐν ἔαρι ἔσται οὕτως |
9 καὶ ἔσται κύριος εἰς βασιλέα ἐπὶ πα̃σαν τὴν γη̃ν ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ ἔσται κύριος εἱ̃ς καὶ τὸ ὄνομα αὐτου̃ ἕν |
10 κυκλω̃ν πα̃σαν τὴν γη̃ν καὶ τὴν ἔρημον ἀπὸ Γαβε ἕως Ρεμμων κατὰ νότον Ιερουσαλημ Ραμα δὲ ἐπὶ τόπου μενει̃ ἀπὸ τη̃ς πύλης Βενιαμιν ἕως του̃ τόπου τη̃ς πύλης τη̃ς πρώτης ἕως τη̃ς πύλης τω̃ν γωνιω̃ν καὶ ἕως του̃ πύργου Ανανεηλ ἕως τω̃ν ὑποληνίων του̃ βασιλέως |
11 κατοικήσουσιν ἐν αὐτη̨̃ καὶ οὐκ ἔσται ἀνάθεμα ἔτι καὶ κατοικήσει Ιερουσαλημ πεποιθότως |
12 καὶ αὕτη ἔσται ἡ πτω̃σις ἣν κόψει κύριος πάντας τοὺς λαούς ὅσοι ἐπεστράτευσαν ἐπὶ Ιερουσαλημ τακήσονται αἱ σάρκες αὐτω̃ν ἑστηκότων αὐτω̃ν ἐπὶ τοὺς πόδας αὐτω̃ν καὶ οἱ ὀφθαλμοὶ αὐτω̃ν ῥυήσονται ἐκ τω̃ν ὀπω̃ν αὐτω̃ν καὶ ἡ γλω̃σσα αὐτω̃ν τακήσεται ἐν τω̨̃ στόματι αὐτω̃ν |
13 καὶ ἔσται ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ ἔκστασις κυρίου ἐπ' αὐτοὺς μεγάλη καὶ ἐπιλήμψονται ἕκαστος τη̃ς χειρὸς του̃ πλησίον αὐτου̃ καὶ συμπλακήσεται ἡ χεὶρ αὐτου̃ πρὸς χει̃ρα του̃ πλησίον αὐτου̃ |
14 καὶ ὁ Ιουδας παρατάξεται ἐν Ιερουσαλημ καὶ συνάξει τὴν ἰσχὺν πάντων τω̃ν λαω̃ν κυκλόθεν χρυσίον καὶ ἀργύριον καὶ ἱματισμὸν εἰς πλη̃θος σφόδρα |
15 καὶ αὕτη ἔσται ἡ πτω̃σις τω̃ν ἵππων καὶ τω̃ν ἡμιόνων καὶ τω̃ν καμήλων καὶ τω̃ν ὄνων καὶ πάντων τω̃ν κτηνω̃ν τω̃ν ὄντων ἐν ται̃ς παρεμβολαι̃ς ἐκείναις κατὰ τὴν πτω̃σιν ταύτην |
16 καὶ ἔσται ὅσοι ἐὰν καταλειφθω̃σιν ἐκ πάντων τω̃ν ἐθνω̃ν τω̃ν ἐλθόντων ἐπὶ Ιερουσαλημ καὶ ἀναβήσονται κατ' ἐνιαυτὸν του̃ προσκυνη̃σαι τω̨̃ βασιλει̃ κυρίω̨ παντοκράτορι καὶ του̃ ἑορτάζειν τὴν ἑορτὴν τη̃ς σκηνοπηγίας |
17 καὶ ἔσται ὅσοι ἐὰν μὴ ἀναβω̃σιν ἐκ πασω̃ν τω̃ν φυλω̃ν τη̃ς γη̃ς εἰς Ιερουσαλημ του̃ προσκυνη̃σαι τω̨̃ βασιλει̃ κυρίω̨ παντοκράτορι καὶ οὑ̃τοι ἐκείνοις προστεθήσονται |
18 ἐὰν δὲ φυλὴ Αἰγύπτου μὴ ἀναβη̨̃ μηδὲ ἔλθη̨ ἐκει̃ καὶ ἐπὶ τούτοις ἔσται ἡ πτω̃σις ἣν πατάξει κύριος πάντα τὰ ἔθνη ὅσα ἐὰν μὴ ἀναβη̨̃ του̃ ἑορτάσαι τὴν ἑορτὴν τη̃ς σκηνοπηγίας |
19 αὕτη ἔσται ἡ ἁμαρτία Αἰγύπτου καὶ ἡ ἁμαρτία πάντων τω̃ν ἐθνω̃ν ὅσα ἂν μὴ ἀναβη̨̃ του̃ ἑορτάσαι τὴν ἑορτὴν τη̃ς σκηνοπηγίας |
20 ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ ἔσται τὸ ἐπὶ τὸν χαλινὸν του̃ ἵππου ἅγιον τω̨̃ κυρίω̨ παντοκράτορι καὶ ἔσονται οἱ λέβητες οἱ ἐν τω̨̃ οἴκω̨ κυρίου ὡς φιάλαι πρὸ προσώπου του̃ θυσιαστηρίου |
21 καὶ ἔσται πα̃ς λέβης ἐν Ιερουσαλημ καὶ ἐν τω̨̃ Ιουδα ἅγιον τω̨̃ κυρίω̨ παντοκράτορι καὶ ἥξουσιν πάντες οἱ θυσιάζοντες καὶ λήμψονται ἐξ αὐτω̃ν καὶ ἑψήσουσιν ἐν αὐτοι̃ς καὶ οὐκ ἔσται Χαναναι̃ος οὐκέτι ἐν τω̨̃ οἴκω̨ κυρίου παντοκράτορος ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ |