Bible-Center
Whole Bible
Greek/Septuagint (gr)

ΖΑΧΑΡΙΑΣ, κεφαλίς 4

1 καὶ ἐπέστρεψεν ὁ ἄγγελος ὁ λαλω̃ν ἐν ἐμοὶ καὶ ἐξήγειρέν με ὃν τρόπον ὅταν ἐξεγερθη̨̃ ἄνθρωπος ἐξ ὕπνου αὐτου̃
2 καὶ εἰ̃πεν πρός με τί σύ βλέπεις καὶ εἰ̃πα ἑώρακα καὶ ἰδοὺ λυχνία χρυση̃ ὅλη καὶ τὸ λαμπάδιον ἐπάνω αὐτη̃ς καὶ ἑπτὰ λύχνοι ἐπάνω αὐτη̃ς καὶ ἑπτὰ ἐπαρυστρίδες τοι̃ς λύχνοις τοι̃ς ἐπάνω αὐτη̃ς
3 καὶ δύο ἐλαι̃αι ἐπάνω αὐτη̃ς μία ἐκ δεξιω̃ν του̃ λαμπαδίου καὶ μία ἐξ εὐωνύμων
4 καὶ ἐπηρώτησα καὶ εἰ̃πον πρὸς τὸν ἄγγελον τὸν λαλου̃ντα ἐν ἐμοὶ λέγων τί ἐστιν ταυ̃τα κύριε
5 καὶ ἀπεκρίθη ὁ ἄγγελος ὁ λαλω̃ν ἐν ἐμοὶ καὶ εἰ̃πεν πρός με οὐ γινώσκεις τί ἐστιν ταυ̃τα καὶ εἰ̃πα οὐχί κύριε
6 καὶ ἀπεκρίθη καὶ εἰ̃πεν πρός με λέγων οὑ̃τος ὁ λόγος κυρίου πρὸς Ζοροβαβελ λέγων οὐκ ἐν δυνάμει μεγάλη̨ οὐδὲ ἐν ἰσχύι ἀλλ' ἢ ἐν πνεύματί μου λέγει κύριος παντοκράτωρ
7 τίς εἰ̃ σύ τὸ ὄρος τὸ μέγα πρὸ προσώπου Ζοροβαβελ του̃ κατορθω̃σαι καὶ ἐξοίσω τὸν λίθον τη̃ς κληρονομίας ἰσότητα χάριτος χάριτα αὐτη̃ς
8 καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων
9 αἱ χει̃ρες Ζοροβαβελ ἐθεμελίωσαν τὸν οἰ̃κον του̃τον καὶ αἱ χει̃ρες αὐτου̃ ἐπιτελέσουσιν αὐτόν καὶ ἐπιγνώση̨ διότι κύριος παντοκράτωρ ἐξαπέσταλκέν με πρὸς σέ
10 διότι τίς ἐξουδένωσεν εἰς ἡμέρας μικράς καὶ χαρου̃νται καὶ ὄψονται τὸν λίθον τὸν κασσιτέρινον ἐν χειρὶ Ζοροβαβελ ἑπτὰ οὑ̃τοι ὀφθαλμοὶ κυρίου εἰσὶν οἱ ἐπιβλέποντες ἐπὶ πα̃σαν τὴν γη̃ν
11 καὶ ἀπεκρίθην καὶ εἰ̃πα πρὸς αὐτόν τί αἱ δύο ἐλαι̃αι αὑ̃ται αἱ ἐκ δεξιω̃ν τη̃ς λυχνίας καὶ ἐξ εὐωνύμων
12 καὶ ἐπηρώτησα ἐκ δευτέρου καὶ εἰ̃πα πρὸς αὐτόν τί οἱ δύο κλάδοι τω̃ν ἐλαιω̃ν οἱ ἐν ται̃ς χερσὶν τω̃ν δύο μυξωτήρων τω̃ν χρυσω̃ν τω̃ν ἐπιχεόντων καὶ ἐπαναγόντων τὰς ἐπαρυστρίδας τὰς χρυσα̃ς
13 καὶ εἰ̃πεν πρός με οὐκ οἰ̃δας τί ἐστιν ταυ̃τα καὶ εἰ̃πα οὐχί κύριε
14 καὶ εἰ̃πεν οὑ̃τοι οἱ δύο υἱοὶ τη̃ς πιότητος παρεστήκασιν τω̨̃ κυρίω̨ πάσης τη̃ς γη̃ς
To view greek and slavonic text correctly you need to install Lucida Sans Unicode and Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.

After registering, you can subscribe to any Bible reading plan.

Personalized settings and other services for registered users are planned, so we recommend registering now. Registration is free.