Bible-Center
Whole Bible
Greek/Septuagint (gr)

ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α, κεφαλίς 15

γνωρίζω δὲ ὑμι̃ν ἀδελφοί τò εὐαγγέλιον ὃ εὐηγγελισάμην ὑμι̃ν ὃ καὶ παρελάβετε ἐν ὡ̨̃ καὶ ἑστήκατε
δι' οὑ̃ καὶ σώ̨ζεσθε τίνι λόγω̨ εὐηγγελισάμην ὑμι̃ν εἰ κατέχετε ἐκτòς εἰ μὴ εἰκη̨̃ ἐπιστεύσατε
παρέδωκα γὰρ ὑμι̃ν ἐν πρώτοις ὃ καὶ παρέλαβον ὅτι Χριστòς ἀπέθανεν ὑπὲρ τω̃ν ἁμαρτιω̃ν ἡμω̃ν κατὰ τὰς γραφάς
καὶ ὅτι ἐτάφη καὶ ὅτι ἐγήγερται τη̨̃ ἡμέρα̨ τη̨̃ τρίτη̨ κατὰ τὰς γραφάς
καὶ ὅτι ὤφθη Κηφα̨̃ εἰ̃τα τοι̃ς δώδεκα
ἔπειτα ὤφθη ἐπάνω πεντακοσίοις ἀδελφοι̃ς ἐφάπαξ ἐξ ὡ̃ν οἱ πλείονες μένουσιν ἕως ἄρτι τινὲς δὲ ἐκοιμήθησαν
ἔπειτα ὤφθη ’Ιακώβω̨ εἰ̃τα τοι̃ς ἀποστόλοις πα̃σιν
ἔσχατον δὲ πάντων ὡσπερεὶ τω̨̃ ἐκτρώματι ὤφθη κἀμοί
ἐγὼ γάρ εἰμι ὁ ἐλάχιστος τω̃ν ἀποστόλων ὃς οὐκ εἰμὶ ἱκανòς καλει̃σθαι ἀπόστολος διότι ἐδίωξα τὴν ἐκκλησίαν του̃ θεου̃
10 χάριτι δὲ θεου̃ εἰμι ὅ εἰμι καὶ ἡ χάρις αὐτου̃ ἡ εἰς ἐμὲ οὐ κενὴ ἐγενήθη ἀλλὰ περισσότερον αὐτω̃ν πάντων ἐκοπίασα οὐκ ἐγὼ δὲ ἀλλὰ ἡ χάρις του̃ θεου̃ ἡ σὺν ἐμοί
11 εἴτε οὐ̃ν ἐγὼ εἴτε ἐκει̃νοι οὕτως κηρύσσομεν καὶ οὕτως ἐπιστεύσατε
12 εἰ δὲ Χριστòς κηρύσσεται ὅτι ἐκ νεκρω̃ν ἐγήγερται πω̃ς λέγουσιν ἐν ὑμι̃ν τινες ὅτι ἀνάστασις νεκρω̃ν οὐκ ἔστιν
13 εἰ δὲ ἀνάστασις νεκρω̃ν οὐκ ἔστιν οὐδὲ Χριστòς ἐγήγερται
14 εἰ δὲ Χριστòς οὐκ ἐγήγερται κενòν ἄρα καὶ τò κήρυγμα ἡμω̃ν κενὴ καὶ ἡ πίστις ὑμω̃ν
15 εὑρισκόμεθα δὲ καὶ ψευδομάρτυρες του̃ θεου̃ ὅτι ἐμαρτυρήσαμεν κατὰ του̃ θεου̃ ὅτι ἤγειρεν τòν Χριστόν ὃν οὐκ ἤγειρεν εἴπερ ἄρα νεκροὶ οὐκ ἐγείρονται
16 εἰ γὰρ νεκροὶ οὐκ ἐγείρονται οὐδὲ Χριστòς ἐγήγερται
17 εἰ δὲ Χριστòς οὐκ ἐγήγερται ματαία ἡ πίστις ὑμω̃ν ἔτι ἐστὲ ἐν ται̃ς ἁμαρτίαις ὑμω̃ν
18 ἄρα καὶ οἱ κοιμηθέντες ἐν Χριστω̨̃ ἀπώλοντο
19 εἰ ἐν τη̨̃ ζωη̨̃ ταύτη̨ ἐν Χριστω̨̃ ἠλπικότες ἐσμὲν μόνον ἐλεεινότεροι πάντων ἀνθρώπων ἐσμέν
20 νυνὶ δὲ Χριστòς ἐγήγερται ἐκ νεκρω̃ν ἀπαρχὴ τω̃ν κεκοιμημένων
21 ἐπειδὴ γὰρ δι' ἀνθρώπου θάνατος καὶ δι' ἀνθρώπου ἀνάστασις νεκρω̃ν
22 ὥσπερ γὰρ ἐν τω̨̃ ’Αδὰμ πάντες ἀποθνή̨σκουσιν οὕτως καὶ ἐν τω̨̃ Χριστω̨̃ πάντες ζω̨οποιηθήσονται
23 ἕκαστος δὲ ἐν τω̨̃ ἰδίω̨ τάγματι ἀπαρχὴ Χριστός ἔπειτα οἱ του̃ Χριστου̃ ἐν τη̨̃ παρουσία̨ αὐτου̃
24 εἰ̃τα τò τέλος ὅταν παραδιδω̨̃ τὴν βασιλείαν τω̨̃ θεω̨̃ καὶ πατρί ὅταν καταργήση̨ πα̃σαν ἀρχὴν καὶ πα̃σαν ἐξουσίαν καὶ δύναμιν
25 δει̃ γὰρ αὐτòν βασιλεύειν ἄχρι οὑ̃ θη̨̃ πάντας τοὺς ἐχθροὺς ὑπò τοὺς πόδας αὐτου̃
26 ἔσχατος ἐχθρòς καταργει̃ται ὁ θάνατος
27 πάντα γὰρ ὑπέταξεν ὑπò τοὺς πόδας αὐτου̃ ὅταν δὲ εἴπη̨ ὅτι πάντα ὑποτέτακται δη̃λον ὅτι ἐκτòς του̃ ὑποτάξαντος αὐτω̨̃ τὰ πάντα
28 ὅταν δὲ ὑποταγη̨̃ αὐτω̨̃ τὰ πάντα τότε καὶ αὐτòς ὁ υἱòς ὑποταγήσεται τω̨̃ ὑποτάξαντι αὐτω̨̃ τὰ πάντα ἵνα ἠ̨̃ ὁ θεòς τὰ πάντα ἐν πα̃σιν
29 ἐπεὶ τί ποιήσουσιν οἱ βαπτιζόμενοι ὑπὲρ τω̃ν νεκρω̃ν εἰ ὅλως νεκροὶ οὐκ ἐγείρονται τί καὶ βαπτίζονται ὑπὲρ αὐτω̃ν
30 τί καὶ ἡμει̃ς κινδυνεύομεν πα̃σαν ὥραν
31 καθ' ἡμέραν ἀποθνή̨σκω νὴ τὴν ὑμετέραν καύχησιν ἀδελφοί ἣν ἔχω ἐν Χριστω̨̃ ’Ιησου̃ τω̨̃ κυρίω̨ ἡμω̃ν
32 εἰ κατὰ ἄνθρωπον ἐθηριομάχησα ἐν ’Εφέσω̨ τί μοι τò ὄφελος εἰ νεκροὶ οὐκ ἐγείρονται φάγωμεν καὶ πίωμεν αὔριον γὰρ ἀποθνή̨σκομεν
33 μὴ πλανα̃σθε φθείρουσιν ἤθη χρηστὰ ὁμιλίαι κακαί
34 ἐκνήψατε δικαίως καὶ μὴ ἁμαρτάνετε ἀγνωσίαν γὰρ θεου̃ τινες ἔχουσιν πρòς ἐντροπὴν ὑμι̃ν λαλω̃
35 ἀλλὰ ἐρει̃ τις πω̃ς ἐγείρονται οἱ νεκροί ποίω̨ δὲ σώματι ἔρχονται
36 ἄφρων σὺ ὃ σπείρεις οὐ ζω̨οποιει̃ται ἐὰν μὴ ἀποθάνη̨
37 καὶ ὃ σπείρεις οὐ τò σω̃μα τò γενησόμενον σπείρεις ἀλλὰ γυμνòν κόκκον εἰ τύχοι σίτου ἤ τινος τω̃ν λοιπω̃ν
38 ὁ δὲ θεòς δίδωσιν αὐτω̨̃ σω̃μα καθὼς ἠθέλησεν καὶ ἑκάστω̨ τω̃ν σπερμάτων ἴδιον σω̃μα
39 οὐ πα̃σα σὰρξ ἡ αὐτὴ σάρξ ἀλλὰ ἄλλη μὲν ἀνθρώπων ἄλλη δὲ σὰρξ κτηνω̃ν ἄλλη δὲ σὰρξ πτηνω̃ν ἄλλη δὲ ἰχθύων
40 καὶ σώματα ἐπουράνια καὶ σώματα ἐπίγεια ἀλλὰ ἑτέρα μὲν ἡ τω̃ν ἐπουρανίων δόξα ἑτέρα δὲ ἡ τω̃ν ἐπιγείων
41 ἄλλη δόξα ἡλίου καὶ ἄλλη δόξα σελήνης καὶ ἄλλη δόξα ἀστέρων ἀστὴρ γὰρ ἀστέρος διαφέρει ἐν δόξη̨
42 οὕτως καὶ ἡ ἀνάστασις τω̃ν νεκρω̃ν σπείρεται ἐν φθορα̨̃ ἐγείρεται ἐν ἀφθαρσία̨
43 σπείρεται ἐν ἀτιμία̨ ἐγείρεται ἐν δόξη̨ σπείρεται ἐν ἀσθενεία̨ ἐγείρεται ἐν δυνάμει
44 σπείρεται σω̃μα ψυχικόν ἐγείρεται σω̃μα πνευματικόν εἰ ἔστιν σω̃μα ψυχικόν ἔστιν καὶ πνευματικόν
45 οὕτως καὶ γέγραπται ἐγένετο ὁ πρω̃τος ἄνθρωπος ’Αδὰμ εἰς ψυχὴν ζω̃σαν ὁ ἔσχατος ’Αδὰμ εἰς πνευ̃μα ζω̨οποιου̃ν
46 ἀλλ' οὐ πρω̃τον τò πνευματικòν ἀλλὰ τò ψυχικόν ἔπειτα τò πνευματικόν
47 ὁ πρω̃τος ἄνθρωπος ἐκ γη̃ς χοϊκός ὁ δεύτερος ἄνθρωπος ἐξ οὐρανου̃
48 οἱ̃ος ὁ χοϊκός τοιου̃τοι καὶ οἱ χοϊκοί καὶ οἱ̃ος ὁ ἐπουράνιος τοιου̃τοι καὶ οἱ ἐπουράνιοι
49 καὶ καθὼς ἐφορέσαμεν τὴν εἰκόνα του̃ χοϊκου̃ φορέσομεν καὶ τὴν εἰκόνα του̃ ἐπουρανίου
50 του̃το δέ φημι ἀδελφοί ὅτι σὰρξ καὶ αἱ̃μα βασιλείαν θεου̃ κληρονομη̃σαι οὐ δύναται οὐδὲ ἡ φθορὰ τὴν ἀφθαρσίαν κληρονομει̃
51 ἰδοὺ μυστήριον ὑμι̃ν λέγω πάντες οὐ κοιμηθησόμεθα πάντες δὲ ἀλλαγησόμεθα
52 ἐν ἀτόμω̨ ἐν ῥιπη̨̃ ὀφθαλμου̃ ἐν τη̨̃ ἐσχάτη̨ σάλπιγγι σαλπίσει γάρ καὶ οἱ νεκροὶ ἐγερθήσονται ἄφθαρτοι καὶ ἡμει̃ς ἀλλαγησόμεθα
53 δει̃ γὰρ τò φθαρτòν του̃το ἐνδύσασθαι ἀφθαρσίαν καὶ τò θνητòν του̃το ἐνδύσασθαι ἀθανασίαν
54 ὅταν δὲ τò φθαρτòν του̃το ἐνδύσηται ἀφθαρσίαν καὶ τò θνητòν του̃το ἐνδύσηται ἀθανασίαν τότε γενήσεται ὁ λόγος ὁ γεγραμμένος κατεπόθη ὁ θάνατος εἰς νι̃κος
55 που̃ σου θάνατε τò νι̃κος που̃ σου θάνατε τò κέντρον
56 τò δὲ κέντρον του̃ θανάτου ἡ ἁμαρτία ἡ δὲ δύναμις τη̃ς ἁμαρτίας ὁ νόμος
57 τω̨̃ δὲ θεω̨̃ χάρις τω̨̃ διδόντι ἡμι̃ν τò νι̃κος διὰ του̃ κυρίου ἡμω̃ν ’Ιησου̃ Χριστου̃
58 ὥστε ἀδελφοί μου ἀγαπητοί ἑδραι̃οι γίνεσθε ἀμετακίνητοι περισσεύοντες ἐν τω̨̃ ἔργω̨ του̃ κυρίου πάντοτε εἰδότες ὅτι ὁ κόπος ὑμω̃ν οὐκ ἔστιν κενòς ἐν κυρίω̨
To view greek and slavonic text correctly you need to install Lucida Sans Unicode and Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.

After registering, you can subscribe to any Bible reading plan.

Personalized settings and other services for registered users are planned, so we recommend registering now. Registration is free.