Bible-Center
Whole Bible
Greek/Septuagint (gr)

ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α, κεφαλίς 15,  στἰχοι 3-11

3 παρέδωκα γὰρ ὑμι̃ν ἐν πρώτοις ὃ καὶ παρέλαβον ὅτι Χριστòς ἀπέθανεν ὑπὲρ τω̃ν ἁμαρτιω̃ν ἡμω̃ν κατὰ τὰς γραφάς
4 καὶ ὅτι ἐτάφη καὶ ὅτι ἐγήγερται τη̨̃ ἡμέρα̨ τη̨̃ τρίτη̨ κατὰ τὰς γραφάς
5 καὶ ὅτι ὤφθη Κηφα̨̃ εἰ̃τα τοι̃ς δώδεκα
6 ἔπειτα ὤφθη ἐπάνω πεντακοσίοις ἀδελφοι̃ς ἐφάπαξ ἐξ ὡ̃ν οἱ πλείονες μένουσιν ἕως ἄρτι τινὲς δὲ ἐκοιμήθησαν
7 ἔπειτα ὤφθη ’Ιακώβω̨ εἰ̃τα τοι̃ς ἀποστόλοις πα̃σιν
8 ἔσχατον δὲ πάντων ὡσπερεὶ τω̨̃ ἐκτρώματι ὤφθη κἀμοί
9 ἐγὼ γάρ εἰμι ὁ ἐλάχιστος τω̃ν ἀποστόλων ὃς οὐκ εἰμὶ ἱκανòς καλει̃σθαι ἀπόστολος διότι ἐδίωξα τὴν ἐκκλησίαν του̃ θεου̃
10 χάριτι δὲ θεου̃ εἰμι ὅ εἰμι καὶ ἡ χάρις αὐτου̃ ἡ εἰς ἐμὲ οὐ κενὴ ἐγενήθη ἀλλὰ περισσότερον αὐτω̃ν πάντων ἐκοπίασα οὐκ ἐγὼ δὲ ἀλλὰ ἡ χάρις του̃ θεου̃ ἡ σὺν ἐμοί
11 εἴτε οὐ̃ν ἐγὼ εἴτε ἐκει̃νοι οὕτως κηρύσσομεν καὶ οὕτως ἐπιστεύσατε
To view greek and slavonic text correctly you need to install Lucida Sans Unicode and Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.

After registering, you can subscribe to any Bible reading plan.

Personalized settings and other services for registered users are planned, so we recommend registering now. Registration is free.