Bible-Center
Whole Bible
Greek/Septuagint (gr)

ΒΑΣΙΛΕΙΩΝ Α, κεφαλίς 21

1 καὶ ἔρχεται Δαυιδ εἰς Νομβα πρὸς Αβιμελεχ τὸν ἱερέα καὶ ἐξέστη Αβιμελεχ τη̨̃ ἀπαντήσει αὐτου̃ καὶ εἰ̃πεν αὐτω̨̃ τί ὅτι σὺ μόνος καὶ οὐθεὶς μετὰ σου̃
2 καὶ εἰ̃πεν Δαυιδ τω̨̃ ἱερει̃ ὁ βασιλεὺς ἐντέταλταί μοι ῥη̃μα σήμερον καὶ εἰ̃πέν μοι μηδεὶς γνώτω τὸ ῥη̃μα περὶ οὑ̃ ἐγὼ ἀποστέλλω σε καὶ ὑπὲρ οὑ̃ ἐντέταλμαί σοι καὶ τοι̃ς παιδαρίοις διαμεμαρτύρημαι ἐν τω̨̃ τόπω̨ τω̨̃ λεγομένω̨ θεου̃ πίστις Φελλανι Αλεμωνι
3 καὶ νυ̃ν εἰ εἰσὶν ὑπὸ τὴν χει̃ρά σου πέντε ἄρτοι δὸς εἰς χει̃ρά μου τὸ εὑρεθέν
4 καὶ ἀπεκρίθη ὁ ἱερεὺς τω̨̃ Δαυιδ καὶ εἰ̃πεν οὐκ εἰσὶν ἄρτοι βέβηλοι ὑπὸ τὴν χει̃ρά μου ὅτι ἀλλ' ἢ ἄρτοι ἅγιοι εἰσίν εἰ πεφυλαγμένα τὰ παιδάριά ἐστιν ἀπὸ γυναικός καὶ φάγεται
5 καὶ ἀπεκρίθη Δαυιδ τω̨̃ ἱερει̃ καὶ εἰ̃πεν αὐτω̨̃ ἀλλὰ ἀπὸ γυναικὸς ἀπεσχήμεθα ἐχθὲς καὶ τρίτην ἡμέραν ἐν τω̨̃ ἐξελθει̃ν με εἰς ὁδὸν γέγονε πάντα τὰ παιδάρια ἡγνισμένα καὶ αὐτὴ ἡ ὁδὸς βέβηλος διότι ἁγιασθήσεται σήμερον διὰ τὰ σκεύη μου
6 καὶ ἔδωκεν αὐτω̨̃ Αβιμελεχ ὁ ἱερεὺς τοὺς ἄρτους τη̃ς προθέσεως ὅτι οὐκ ἠ̃ν ἐκει̃ ἄρτος ὅτι ἀλλ' ἢ ἄρτοι του̃ προσώπου οἱ ἀφη̨ρημένοι ἐκ προσώπου κυρίου παρατεθη̃ναι ἄρτον θερμὸν ἡ̨̃ ἡμέρα̨ ἔλαβεν αὐτούς
7 καὶ ἐκει̃ ἠ̃ν ἓν τω̃ν παιδαρίων του̃ Σαουλ ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ συνεχόμενος νεεσσαραν ἐνώπιον κυρίου καὶ ὄνομα αὐτω̨̃ Δωηκ ὁ Σύρος νέμων τὰς ἡμιόνους Σαουλ
8 καὶ εἰ̃πεν Δαυιδ πρὸς Αβιμελεχ ἰδὲ εἰ ἔστιν ἐνταυ̃θα ὑπὸ τὴν χει̃ρά σου δόρυ ἢ ῥομφαία ὅτι τὴν ῥομφαίαν μου καὶ τὰ σκεύη οὐκ εἴληφα ἐν τη̨̃ χειρί μου ὅτι ἠ̃ν τὸ ῥη̃μα του̃ βασιλέως κατὰ σπουδήν
9 καὶ εἰ̃πεν ὁ ἱερεύς ἰδοὺ ἡ ῥομφαία Γολιαθ του̃ ἀλλοφύλου ὃν ἐπάταξας ἐν τη̨̃ κοιλάδι Ηλα καὶ αὐτὴ ἐνειλημένη ἐν ἱματίω̨ εἰ ταύτην λήμψη̨ σεαυτω̨̃ λαβέ ὅτι οὐκ ἔστιν ἑτέρα πάρεξ ταύτης ἐνταυ̃θα καὶ εἰ̃πεν Δαυιδ ἰδοὺ οὐκ ἔστιν ὥσπερ αὐτή δός μοι αὐτήν
10 καὶ ἔδωκεν αὐτὴν αὐτω̨̃ καὶ ἀνέστη Δαυιδ καὶ ἔφυγεν ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ ἐκ προσώπου Σαουλ καὶ ἠ̃λθεν Δαυιδ πρὸς Αγχους βασιλέα Γεθ
11 καὶ εἰ̃παν οἱ παι̃δες Αγχους πρὸς αὐτόν οὐχὶ οὑ̃τος Δαυιδ ὁ βασιλεὺς τη̃ς γη̃ς οὐχὶ τούτω̨ ἐξη̃ρχον αἱ χορεύουσαι λέγουσαι ἐπάταξεν Σαουλ ἐν χιλιάσιν αὐτου̃ καὶ Δαυιδ ἐν μυριάσιν αὐτου̃
12 καὶ ἔθετο Δαυιδ τὰ ῥήματα ἐν τη̨̃ καρδία̨ αὐτου̃ καὶ ἐφοβήθη σφόδρα ἀπὸ προσώπου Αγχους βασιλέως Γεθ
13 καὶ ἠλλοίωσεν τὸ πρόσωπον αὐτου̃ ἐνώπιον αὐτου̃ καὶ προσεποιήσατο ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ καὶ ἐτυμπάνιζεν ἐπὶ ται̃ς θύραις τη̃ς πόλεως καὶ παρεφέρετο ἐν ται̃ς χερσὶν αὐτου̃ καὶ ἔπιπτεν ἐπὶ τὰς θύρας τη̃ς πύλης καὶ τὰ σίελα αὐτου̃ κατέρρει ἐπὶ τὸν πώγωνα αὐτου̃
14 καὶ εἰ̃πεν Αγχους πρὸς τοὺς παι̃δας αὐτου̃ ἰδοὺ ἴδετε ἄνδρα ἐπίλημπτον ἵνα τί εἰσηγάγετε αὐτὸν πρός με
15 ἠ̃ ἐλαττου̃μαι ἐπιλήμπτων ἐγώ ὅτι εἰσαγειόχατε αὐτὸν ἐπιλημπτεύεσθαι πρός με οὑ̃τος οὐκ εἰσελεύσεται εἰς οἰκίαν

After registering, you can subscribe to any Bible reading plan.

Personalized settings and other services for registered users are planned, so we recommend registering now. Registration is free.