Bible-Center
Whole Bible
Greek/Septuagint (gr)

ΒΑΣΙΛΕΙΩΝ Α, κεφαλίς 24

1 καὶ ἀνέβη Δαυιδ ἐκει̃θεν καὶ ἐκάθισεν ἐν τοι̃ς στενοι̃ς Εγγαδδι
2 καὶ ἐγενήθη ὡς ἀνέστρεψεν Σαουλ ἀπὸ ὄπισθεν τω̃ν ἀλλοφύλων καὶ ἀπηγγέλη αὐτω̨̃ λεγόντων ὅτι Δαυιδ ἐν τη̨̃ ἐρήμω̨ Εγγαδδι
3 καὶ ἔλαβεν μεθ' ἑαυτου̃ τρει̃ς χιλιάδας ἀνδρω̃ν ἐκλεκτοὺς ἐκ παντὸς Ισραηλ καὶ ἐπορεύθη ζητει̃ν τὸν Δαυιδ καὶ τοὺς ἄνδρας αὐτου̃ ἐπὶ πρόσωπον Σαδαιεμ
4 καὶ ἠ̃λθεν εἰς τὰς ἀγέλας τω̃ν ποιμνίων τὰς ἐπὶ τη̃ς ὁδου̃ καὶ ἠ̃ν ἐκει̃ σπήλαιον καὶ Σαουλ εἰση̃λθεν παρασκευάσασθαι καὶ Δαυιδ καὶ οἱ ἄνδρες αὐτου̃ ἐσώτερον του̃ σπηλαίου ἐκάθηντο
5 καὶ εἰ̃πον οἱ ἄνδρες Δαυιδ πρὸς αὐτόν ἰδοὺ ἡ ἡμέρα αὕτη ἣν εἰ̃πεν κύριος πρὸς σὲ παραδου̃ναι τὸν ἐχθρόν σου εἰς τὰς χει̃ράς σου καὶ ποιήσεις αὐτω̨̃ ὡς ἀγαθὸν ἐν ὀφθαλμοι̃ς σου καὶ ἀνέστη Δαυιδ καὶ ἀφει̃λεν τὸ πτερύγιον τη̃ς διπλοΐδος τη̃ς Σαουλ λαθραίως
6 καὶ ἐγενήθη μετὰ ταυ̃τα καὶ ἐπάταξεν καρδία Δαυιδ αὐτόν ὅτι ἀφει̃λεν τὸ πτερύγιον τη̃ς διπλοΐδος αὐτου̃
7 καὶ εἰ̃πεν Δαυιδ πρὸς τοὺς ἄνδρας αὐτου̃ μηδαμω̃ς μοι παρὰ κυρίου εἰ ποιήσω τὸ ῥη̃μα του̃το τω̨̃ κυρίω̨ μου τω̨̃ χριστω̨̃ κυρίου ἐπενέγκαι χει̃ρά μου ἐπ' αὐτόν ὅτι χριστὸς κυρίου ἐστὶν οὑ̃τος
8 καὶ ἔπεισεν Δαυιδ τοὺς ἄνδρας αὐτου̃ ἐν λόγοις καὶ οὐκ ἔδωκεν αὐτοι̃ς ἀναστάντας θανατω̃σαι τὸν Σαουλ καὶ ἀνέστη Σαουλ καὶ κατέβη εἰς τὴν ὁδόν
9 καὶ ἀνέστη Δαυιδ ὀπίσω αὐτου̃ ἐκ του̃ σπηλαίου καὶ ἐβόησεν Δαυιδ ὀπίσω Σαουλ λέγων κύριε βασιλευ̃ καὶ ἐπέβλεψεν Σαουλ εἰς τὰ ὀπίσω αὐτου̃ καὶ ἔκυψεν Δαυιδ ἐπὶ πρόσωπον αὐτου̃ ἐπὶ τὴν γη̃ν καὶ προσεκύνησεν αὐτω̨̃
10 καὶ εἰ̃πεν Δαυιδ πρὸς Σαουλ ἵνα τί ἀκούεις τω̃ν λόγων του̃ λαου̃ λεγόντων ἰδοὺ Δαυιδ ζητει̃ τὴν ψυχήν σου
11 ἰδοὺ ἐν τη̨̃ ἡμέρα̨ ταύτη̨ ἑοράκασιν οἱ ὀφθαλμοί σου ὡς παρέδωκέν σε κύριος σήμερον εἰς χει̃ρά μου ἐν τω̨̃ σπηλαίω̨ καὶ οὐκ ἠβουλήθην ἀποκτει̃ναί σε καὶ ἐφεισάμην σου καὶ εἰ̃πα οὐκ ἐποίσω χει̃ρά μου ἐπὶ κύριόν μου ὅτι χριστὸς κυρίου οὑ̃τός ἐστιν
12 καὶ ἰδοὺ τὸ πτερύγιον τη̃ς διπλοΐδος σου ἐν τη̨̃ χειρί μου ἐγὼ ἀφή̨ρηκα τὸ πτερύγιον καὶ οὐκ ἀπέκταγκά σε καὶ γνω̃θι καὶ ἰδὲ σήμερον ὅτι οὐκ ἔστιν κακία ἐν τη̨̃ χειρί μου οὐδὲ ἀσέβεια καὶ ἀθέτησις καὶ οὐχ ἡμάρτηκα εἰς σέ καὶ σὺ δεσμεύεις τὴν ψυχήν μου λαβει̃ν αὐτήν
13 δικάσαι κύριος ἀνὰ μέσον ἐμου̃ καὶ σου̃ καὶ ἐκδικήσαι με κύριος ἐκ σου̃ καὶ ἡ χείρ μου οὐκ ἔσται ἐπὶ σοί
14 καθὼς λέγεται ἡ παραβολὴ ἡ ἀρχαία ἐξ ἀνόμων ἐξελεύσεται πλημμέλεια καὶ ἡ χείρ μου οὐκ ἔσται ἐπὶ σέ
15 καὶ νυ̃ν ὀπίσω τίνος σὺ ἐκπορεύη̨ βασιλευ̃ Ισραηλ ὀπίσω τίνος καταδιώκεις σύ ὀπίσω κυνὸς τεθνηκότος καὶ ὀπίσω ψύλλου ἑνός
16 γένοιτο κύριος εἰς κριτὴν καὶ δικαστὴν ἀνὰ μέσον ἐμου̃ καὶ ἀνὰ μέσον σου̃ ἴδοι κύριος καὶ κρίναι τὴν κρίσιν μου καὶ δικάσαι μοι ἐκ χειρός σου
17 καὶ ἐγένετο ὡς συνετέλεσεν Δαυιδ τὰ ῥήματα ταυ̃τα λαλω̃ν πρὸς Σαουλ καὶ εἰ̃πεν Σαουλ ἠ̃ φωνή σου αὕτη τέκνον Δαυιδ καὶ ἠ̃ρεν τὴν φωνὴν αὐτου̃ Σαουλ καὶ ἔκλαυσεν
18 καὶ εἰ̃πεν Σαουλ πρὸς Δαυιδ δίκαιος σὺ ὑπὲρ ἐμέ ὅτι σὺ ἀνταπέδωκάς μοι ἀγαθά ἐγὼ δὲ ἀνταπέδωκά σοι κακά
19 καὶ σὺ ἀπήγγειλάς μοι σήμερον ἃ ἐποίησάς μοι ἀγαθά ὡς ἀπέκλεισέν με κύριος σήμερον εἰς χει̃ράς σου καὶ οὐκ ἀπέκτεινάς με
20 καὶ ὅτι εἰ εὕροιτό τις τὸν ἐχθρὸν αὐτου̃ ἐν θλίψει καὶ ἐκπέμψαι αὐτὸν ἐν ὁδω̨̃ ἀγαθη̨̃ καὶ κύριος ἀνταποτείσει αὐτω̨̃ ἀγαθά καθὼς πεποίηκας σήμερον
21 καὶ νυ̃ν ἰδοὺ ἐγὼ γινώσκω ὅτι βασιλεύων βασιλεύσεις καὶ στήσεται ἐν χερσίν σου βασιλεία Ισραηλ
22 καὶ νυ̃ν ὄμοσόν μοι ἐν κυρίω̨ ὅτι οὐκ ἐξολεθρεύσεις τὸ σπέρμα μου ὀπίσω μου καὶ οὐκ ἀφανιει̃ς τὸ ὄνομά μου ἐκ του̃ οἴκου του̃ πατρός μου
23 καὶ ὤμοσεν Δαυιδ τω̨̃ Σαουλ καὶ ἀπη̃λθεν Σαουλ εἰς τὸν τόπον αὐτου̃ καὶ Δαυιδ καὶ οἱ ἄνδρες αὐτου̃ ἀνέβησαν εἰς τὴν Μεσσαρα στενήν
To view greek and slavonic text correctly you need to install Lucida Sans Unicode and Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.

After registering, you can subscribe to any Bible reading plan.

Personalized settings and other services for registered users are planned, so we recommend registering now. Registration is free.