Bible-Center
Whole Bible
Greek/Septuagint (gr)

ΕΠΙΣΤΟΛΗ ΠΕΤΡΟΥ Α, κεφαλίς 2,  στἰχοι 1-9

1 ἀποθέμενοι οὐ̃ν πα̃σαν κακίαν καὶ πάντα δόλον καὶ ὑποκρίσεις καὶ φθόνους καὶ πάσας καταλαλιάς
2 ὡς ἀρτιγέννητα βρέφη τò λογικòν ἄδολον γάλα ἐπιποθήσατε ἵνα ἐν αὐτω̨̃ αὐξηθη̃τε εἰς σωτηρίαν
3 εἰ ἐγεύσασθε ὅτι χρηστòς ὁ κύριος
4 πρòς ὃν προσερχόμενοι λίθον ζω̃ντα ὑπò ἀνθρώπων μὲν ἀποδεδοκιμασμένον παρὰ δὲ θεω̨̃ ἐκλεκτòν ἔντιμον
5 καὶ αὐτοὶ ὡς λίθοι ζω̃ντες οἰκοδομει̃σθε οἰ̃κος πνευματικòς εἰς ἱεράτευμα ἅγιον ἀνενέγκαι πνευματικὰς θυσίας εὐπροσδέκτους τω̨̃ θεω̨̃ διὰ ’Ιησου̃ Χριστου̃
6 διότι περιέχει ἐν γραφη̨̃ ἰδοὺ τίθημι ἐν Σιὼν λίθον ἀκρογωνιαι̃ον ἐκλεκτòν ἔντιμον καὶ ὁ πιστεύων ἐπ' αὐτω̨̃ οὐ μὴ καταισχυνθη̨̃
7 ὑμι̃ν οὐ̃ν ἡ τιμὴ τοι̃ς πιστεύουσιν ἀπιστου̃σιν δὲ λίθος ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομου̃ντες οὑ̃τος ἐγενήθη εἰς κεφαλὴν γωνίας
8 καὶ λίθος προσκόμματος καὶ πέτρα σκανδάλου οἳ προσκόπτουσιν τω̨̃ λόγω̨ ἀπειθου̃ντες εἰς ὃ καὶ ἐτέθησαν
9 ὑμει̃ς δὲ γένος ἐκλεκτόν βασίλειον ἱεράτευμα ἔθνος ἅγιον λαòς εἰς περιποίησιν ὅπως τὰς ἀρετὰς ἐξαγγείλητε του̃ ἐκ σκότους ὑμα̃ς καλέσαντος εἰς τò θαυμαστòν αὐτου̃ φω̃ς
To view greek and slavonic text correctly you need to install Lucida Sans Unicode and Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.

After registering, you can subscribe to any Bible reading plan.

Personalized settings and other services for registered users are planned, so we recommend registering now. Registration is free.