ΕΠΙΣΤΟΛΗ ΠΕΤΡΟΥ Α,
κεφαλίς 4
1 Χριστου̃ οὐ̃ν παθόντος σαρκὶ καὶ ὑμει̃ς τὴν αὐτὴν ἔννοιαν ὁπλίσασθε ὅτι ὁ παθὼν σαρκὶ πέπαυται ἁμαρτίας |
2 εἰς τò μηκέτι ἀνθρώπων ἐπιθυμίαις ἀλλὰ θελήματι θεου̃ τòν ἐπίλοιπον ἐν σαρκὶ βιω̃σαι χρόνον |
3 ἀρκετòς γὰρ ὁ παρεληλυθὼς χρόνος τò βούλημα τω̃ν ἐθνω̃ν κατειργάσθαι πεπορευμένους ἐν ἀσελγείαις ἐπιθυμίαις οἰνοφλυγίαις κώμοις πότοις καὶ ἀθεμίτοις εἰδωλολατρίαις |
4 ἐν ὡ̨̃ ξενίζονται μὴ συντρεχόντων ὑμω̃ν εἰς τὴν αὐτὴν τη̃ς ἀσωτίας ἀνάχυσιν βλασφημου̃ντες |
5 οἳ ἀποδώσουσιν λόγον τω̨̃ ἑτοίμως ἔχοντι κρι̃ναι ζω̃ντας καὶ νεκρούς |
6 εἰς του̃το γὰρ καὶ νεκροι̃ς εὐηγγελίσθη ἵνα κριθω̃σι μὲν κατὰ ἀνθρώπους σαρκὶ ζω̃σι δὲ κατὰ θεòν πνεύματι |
7 πάντων δὲ τò τέλος ἤγγικεν σωφρονήσατε οὐ̃ν καὶ νήψατε εἰς προσευχάς |
8 πρò πάντων τὴν εἰς ἑαυτοὺς ἀγάπην ἐκτενη̃ ἔχοντες ὅτι ἀγάπη καλύπτει πλη̃θος ἁμαρτιω̃ν |
9 φιλόξενοι εἰς ἀλλήλους ἄνευ γογγυσμου̃ |
10 ἕκαστος καθὼς ἔλαβεν χάρισμα εἰς ἑαυτοὺς αὐτò διακονου̃ντες ὡς καλοὶ οἰκονόμοι ποικίλης χάριτος θεου̃ |
11 εἴ τις λαλει̃ ὡς λόγια θεου̃ εἴ τις διακονει̃ ὡς ἐξ ἰσχύος ἡ̃ς χορηγει̃ ὁ θεός ἵνα ἐν πα̃σιν δοξάζηται ὁ θεòς διὰ ’Ιησου̃ Χριστου̃ ὡ̨̃ ἐστιν ἡ δόξα καὶ τò κράτος εἰς τοὺς αἰω̃νας τω̃ν αἰώνων ἀμήν |
12 ἀγαπητοί μὴ ξενίζεσθε τη̨̃ ἐν ὑμι̃ν πυρώσει πρòς πειρασμòν ὑμι̃ν γινομένη̨ ὡς ξένου ὑμι̃ν συμβαίνοντος |
13 ἀλλὰ καθò κοινωνει̃τε τοι̃ς του̃ Χριστου̃ παθήμασιν χαίρετε ἵνα καὶ ἐν τη̨̃ ἀποκαλύψει τη̃ς δόξης αὐτου̃ χαρη̃τε ἀγαλλιώμενοι |
14 εἰ ὀνειδίζεσθε ἐν ὀνόματι Χριστου̃ μακάριοι ὅτι τò τη̃ς δόξης καὶ τò του̃ θεου̃ πνευ̃μα ἐφ' ὑμα̃ς ἀναπαύεται |
15 μὴ γάρ τις ὑμω̃ν πασχέτω ὡς φονεὺς ἢ κλέπτης ἢ κακοποιòς ἢ ὡς ἀλλοτριεπίσκοπος |
16 εἰ δὲ ὡς Χριστιανός μὴ αἰσχυνέσθω δοξαζέτω δὲ τòν θεòν ἐν τω̨̃ ὀνόματι τούτω̨ |
17 ὅτι ὁ καιρòς του̃ ἄρξασθαι τò κρίμα ἀπò του̃ οἴκου του̃ θεου̃ εἰ δὲ πρω̃τον ἀφ' ἡμω̃ν τί τò τέλος τω̃ν ἀπειθούντων τω̨̃ του̃ θεου̃ εὐαγγελίω̨ |
18 καὶ εἰ ὁ δίκαιος μόλις σώ̨ζεται ὁ ἀσεβὴς καὶ ἁμαρτωλòς που̃ φανει̃ται |
19 ὥστε καὶ οἱ πάσχοντες κατὰ τò θέλημα του̃ θεου̃ πιστω̨̃ κτίστη̨ παρατιθέσθωσαν τὰς ψυχὰς αὐτω̃ν ἐν ἀγαθοποιΐα̨ |
To view greek and slavonic text correctly you need to install
Lucida Sans Unicode and
Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.