Bible-Center
Whole Bible
Greek/Septuagint (gr)

ΠΡΟΣ ΘΕΣΣΑΛΟΝΙΚΕΊΣ Α, κεφαλίς 2,  στἰχοι 3-12, 17-18

3 ἡ γὰρ παράκλησις ἡμω̃ν οὐκ ἐκ πλάνης οὐδὲ ἐξ ἀκαθαρσίας οὐδὲ ἐν δόλω̨
4 ἀλλὰ καθὼς δεδοκιμάσμεθα ὑπò του̃ θεου̃ πιστευθη̃ναι τò εὐαγγέλιον οὕτως λαλου̃μεν οὐχ ὡς ἀνθρώποις ἀρέσκοντες ἀλλὰ θεω̨̃ τω̨̃ δοκιμάζοντι τὰς καρδίας ἡμω̃ν
5 οὔτε γάρ ποτε ἐν λόγω̨ κολακείας ἐγενήθημεν καθὼς οἴδατε οὔτε ἐν προφάσει πλεονεξίας θεòς μάρτυς
6 οὔτε ζητου̃ντες ἐξ ἀνθρώπων δόξαν οὔτε ἀφ' ὑμω̃ν οὔτε ἀπ' ἄλλων
7 δυνάμενοι ἐν βάρει εἰ̃ναι ὡς Χριστου̃ ἀπόστολοι ἀλλὰ ἐγενήθημεν νήπιοι ἐν μέσω̨ ὑμω̃ν ὡς ἐὰν τροφòς θάλπη̨ τὰ ἑαυτη̃ς τέκνα
8 οὕτως ὁμειρόμενοι ὑμω̃ν εὐδοκου̃μεν μεταδου̃ναι ὑμι̃ν οὐ μόνον τò εὐαγγέλιον του̃ θεου̃ ἀλλὰ καὶ τὰς ἑαυτω̃ν ψυχάς διότι ἀγαπητοὶ ἡμι̃ν ἐγενήθητε
9 μνημονεύετε γάρ ἀδελφοί τòν κόπον ἡμω̃ν καὶ τòν μόχθον νυκτòς καὶ ἡμέρας ἐργαζόμενοι πρòς τò μὴ ἐπιβαρη̃σαί τινα ὑμω̃ν ἐκηρύξαμεν εἰς ὑμα̃ς τò εὐαγγέλιον του̃ θεου̃
10 ὑμει̃ς μάρτυρες καὶ ὁ θεός ὡς ὁσίως καὶ δικαίως καὶ ἀμέμπτως ὑμι̃ν τοι̃ς πιστεύουσιν ἐγενήθημεν
11 καθάπερ οἴδατε ὡς ἕνα ἕκαστον ὑμω̃ν ὡς πατὴρ τέκνα ἑαυτου̃
12 παρακαλου̃ντες ὑμα̃ς καὶ παραμυθούμενοι καὶ μαρτυρόμενοι εἰς τò περιπατει̃ν ὑμα̃ς ἀξίως του̃ θεου̃ του̃ καλου̃ντος ὑμα̃ς εἰς τὴν ἑαυτου̃ βασιλείαν καὶ δόξαν
...
17 ἡμει̃ς δέ ἀδελφοί ἀπορφανισθέντες ἀφ' ὑμω̃ν πρòς καιρòν ὥρας προσώπω̨ οὐ καρδία̨ περισσοτέρως ἐσπουδάσαμεν τò πρόσωπον ὑμω̃ν ἰδει̃ν ἐν πολλη̨̃ ἐπιθυμία̨
18 διότι ἠθελήσαμεν ἐλθει̃ν πρòς ὑμα̃ς ἐγὼ μὲν Παυ̃λος καὶ ἅπαξ καὶ δίς καὶ ἐνέκοψεν ἡμα̃ς ὁ Σατανα̃ς
To view greek and slavonic text correctly you need to install Lucida Sans Unicode and Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.

After registering, you can subscribe to any Bible reading plan.

Personalized settings and other services for registered users are planned, so we recommend registering now. Registration is free.