Bible-Center
Whole Bible
Greek/Septuagint (gr)

ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Α, κεφαλίς 1

1 Παυ̃λος ἀπόστολος Χριστου̃ ’Ιησου̃ κατ' ἐπιταγὴν θεου̃ σωτη̃ρος ἡμω̃ν καὶ Χριστου̃ ’Ιησου̃ τη̃ς ἐλπίδος ἡμω̃ν
2 Τιμοθέω̨ γνησίω̨ τέκνω̨ ἐν πίστει χάρις ἔλεος εἰρήνη ἀπò θεου̃ πατρòς καὶ Χριστου̃ ’Ιησου̃ του̃ κυρίου ἡμω̃ν
3 καθὼς παρεκάλεσά σε προσμει̃ναι ἐν ’Εφέσω̨ πορευόμενος εἰς Μακεδονίαν ἵνα παραγγείλη̨ς τισὶν μὴ ἑτεροδιδασκαλει̃ν
4 μηδὲ προσέχειν μύθοις καὶ γενεαλογίαις ἀπεράντοις αἵτινες ἐκζητήσεις παρέχουσιν μα̃λλον ἢ οἰκονομίαν θεου̃ τὴν ἐν πίστει
5 τò δὲ τέλος τη̃ς παραγγελίας ἐστὶν ἀγάπη ἐκ καθαρα̃ς καρδίας καὶ συνειδήσεως ἀγαθη̃ς καὶ πίστεως ἀνυποκρίτου
6 ὡ̃ν τινες ἀστοχήσαντες ἐξετράπησαν εἰς ματαιολογίαν
7 θέλοντες εἰ̃ναι νομοδιδάσκαλοι μὴ νοου̃ντες μήτε ἃ λέγουσιν μήτε περὶ τίνων διαβεβαιου̃νται
8 οἴδαμεν δὲ ὅτι καλòς ὁ νόμος ἐάν τις αὐτω̨̃ νομίμως χρη̃ται
9 εἰδὼς του̃το ὅτι δικαίω̨ νόμος οὐ κει̃ται ἀνόμοις δὲ καὶ ἀνυποτάκτοις ἀσεβέσι καὶ ἁμαρτωλοι̃ς ἀνοσίοις καὶ βεβήλοις πατρολώ̨αις καὶ μητρολώ̨αις ἀνδροφόνοις
10 πόρνοις ἀρσενοκοίταις ἀνδραποδισται̃ς ψεύσταις ἐπιόρκοις καὶ εἴ τι ἕτερον τη̨̃ ὑγιαινούση̨ διδασκαλία̨ ἀντίκειται
11 κατὰ τò εὐαγγέλιον τη̃ς δόξης του̃ μακαρίου θεου̃ ὃ ἐπιστεύθην ἐγώ
12 χάριν ἔχω τω̨̃ ἐνδυναμώσαντί με Χριστω̨̃ ’Ιησου̃ τω̨̃ κυρίω̨ ἡμω̃ν ὅτι πιστόν με ἡγήσατο θέμενος εἰς διακονίαν
13 τò πρότερον ὄντα βλάσφημον καὶ διώκτην καὶ ὑβριστήν ἀλλὰ ἠλεήθην ὅτι ἀγνοω̃ν ἐποίησα ἐν ἀπιστία̨
14 ὑπερεπλεόνασεν δὲ ἡ χάρις του̃ κυρίου ἡμω̃ν μετὰ πίστεως καὶ ἀγάπης τη̃ς ἐν Χριστω̨̃ ’Ιησου̃
15 πιστòς ὁ λόγος καὶ πάσης ἀποδοχη̃ς ἄξιος ὅτι Χριστòς ’Ιησου̃ς ἠ̃λθεν εἰς τòν κόσμον ἁμαρτωλοὺς σω̃σαι ὡ̃ν πρω̃τός εἰμι ἐγώ
16 ἀλλὰ διὰ του̃το ἠλεήθην ἵνα ἐν ἐμοὶ πρώτω̨ ἐνδείξηται Χριστòς ’Ιησου̃ς τὴν ἅπασαν μακροθυμίαν πρòς ὑποτύπωσιν τω̃ν μελλόντων πιστεύειν ἐπ' αὐτω̨̃ εἰς ζωὴν αἰώνιον
17 τω̨̃ δὲ βασιλει̃ τω̃ν αἰώνων ἀφθάρτω̨ ἀοράτω̨ μόνω̨ θεω̨̃ τιμὴ καὶ δόξα εἰς τοὺς αἰω̃νας τω̃ν αἰώνων ἀμήν
18 ταύτην τὴν παραγγελίαν παρατίθεμαί σοι τέκνον Τιμόθεε κατὰ τὰς προαγούσας ἐπὶ σὲ προφητείας ἵνα στρατεύη̨ ἐν αὐται̃ς τὴν καλὴν στρατείαν
19 ἔχων πίστιν καὶ ἀγαθὴν συνείδησιν ἥν τινες ἀπωσάμενοι περὶ τὴν πίστιν ἐναυάγησαν
20 ὡ̃ν ἐστιν ‘Υμέναιος καὶ ’Αλέξανδρος οὓς παρέδωκα τω̨̃ Σατανα̨̃ ἵνα παιδευθω̃σιν μὴ βλασφημει̃ν

After registering, you can subscribe to any Bible reading plan.

Personalized settings and other services for registered users are planned, so we recommend registering now. Registration is free.