Bible-Center
Whole Bible
Greek/Septuagint (gr)

ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Α, κεφαλίς 5

πρεσβυτέρω̨ μὴ ἐπιπλήξη̨ς ἀλλὰ παρακάλει ὡς πατέρα νεωτέρους ὡς ἀδελφούς
πρεσβυτέρας ὡς μητέρας νεωτέρας ὡς ἀδελφὰς ἐν πάση̨ ἁγνεία̨
χήρας τίμα τὰς ὄντως χήρας
εἰ δέ τις χήρα τέκνα ἢ ἔκγονα ἔχει μανθανέτωσαν πρω̃τον τòν ἴδιον οἰ̃κον εὐσεβει̃ν καὶ ἀμοιβὰς ἀποδιδόναι τοι̃ς προγόνοις του̃το γάρ ἐστιν ἀπόδεκτον ἐνώπιον του̃ θεου̃
ἡ δὲ ὄντως χήρα καὶ μεμονωμένη ἤλπικεν ἐπὶ θεòν καὶ προσμένει ται̃ς δεήσεσιν καὶ ται̃ς προσευχαι̃ς νυκτòς καὶ ἡμέρας
ἡ δὲ σπαταλω̃σα ζω̃σα τέθνηκεν
καὶ ταυ̃τα παράγγελλε ἵνα ἀνεπίλημπτοι ὠ̃σιν
εἰ δέ τις τω̃ν ἰδίων καὶ μάλιστα οἰκείων οὐ προνοει̃ τὴν πίστιν ἤρνηται καὶ ἔστιν ἀπίστου χείρων
χήρα καταλεγέσθω μὴ ἔλαττον ἐτω̃ν ἑξήκοντα γεγονυι̃α ἑνòς ἀνδρòς γυνή
10 ἐν ἔργοις καλοι̃ς μαρτυρουμένη εἰ ἐτεκνοτρόφησεν εἰ ἐξενοδόχησεν εἰ ἁγίων πόδας ἔνιψεν εἰ θλιβομένοις ἐπήρκεσεν εἰ παντὶ ἔργω̨ ἀγαθω̨̃ ἐπηκολούθησεν
11 νεωτέρας δὲ χήρας παραιτου̃ ὅταν γὰρ καταστρηνιάσωσιν του̃ Χριστου̃ γαμει̃ν θέλουσιν
12 ἔχουσαι κρίμα ὅτι τὴν πρώτην πίστιν ἠθέτησαν
13 ἅμα δὲ καὶ ἀργαὶ μανθάνουσιν περιερχόμεναι τὰς οἰκίας οὐ μόνον δὲ ἀργαὶ ἀλλὰ καὶ φλύαροι καὶ περίεργοι λαλου̃σαι τὰ μὴ δέοντα
14 βούλομαι οὐ̃ν νεωτέρας γαμει̃ν τεκνογονει̃ν οἰκοδεσποτει̃ν μηδεμίαν ἀφορμὴν διδόναι τω̨̃ ἀντικειμένω̨ λοιδορίας χάριν
15 ἤδη γάρ τινες ἐξετράπησαν ὀπίσω του̃ Σατανα̃
16 εἴ τις πιστὴ ἔχει χήρας ἐπαρκείτω αὐται̃ς καὶ μὴ βαρείσθω ἡ ἐκκλησία ἵνα ται̃ς ὄντως χήραις ἐπαρκέση̨
17 οἱ καλω̃ς προεστω̃τες πρεσβύτεροι διπλη̃ς τιμη̃ς ἀξιούσθωσαν μάλιστα οἱ κοπιω̃ντες ἐν λόγω̨ καὶ διδασκαλία̨
18 λέγει γὰρ ἡ γραφή βου̃ν ἀλοω̃ντα οὐ φιμώσεις καί ἄξιος ὁ ἐργάτης του̃ μισθου̃ αὐτου̃
19 κατὰ πρεσβυτέρου κατηγορίαν μὴ παραδέχου ἐκτòς εἰ μὴ ἐπὶ δύο ἢ τριω̃ν μαρτύρων
20 τοὺς ἁμαρτάνοντας ἐνώπιον πάντων ἔλεγχε ἵνα καὶ οἱ λοιποὶ φόβον ἔχωσιν
21 διαμαρτύρομαι ἐνώπιον του̃ θεου̃ καὶ Χριστου̃ ’Ιησου̃ καὶ τω̃ν ἐκλεκτω̃ν ἀγγέλων ἵνα ταυ̃τα φυλάξη̨ς χωρὶς προκρίματος μηδὲν ποιω̃ν κατὰ πρόσκλισιν
22 χει̃ρας ταχέως μηδενὶ ἐπιτίθει μηδὲ κοινώνει ἁμαρτίαις ἀλλοτρίαις σεαυτòν ἁγνòν τήρει
23 μηκέτι ὑδροπότει ἀλλὰ οἴνω̨ ὀλίγω̨ χρω̃ διὰ τòν στόμαχον καὶ τὰς πυκνάς σου ἀσθενείας
24 τινω̃ν ἀνθρώπων αἱ ἁμαρτίαι πρόδηλοί εἰσιν προάγουσαι εἰς κρίσιν τισὶν δὲ καὶ ἐπακολουθου̃σιν
25 ὡσαύτως καὶ τὰ ἔργα τὰ καλὰ πρόδηλα καὶ τὰ ἄλλως ἔχοντα κρυβη̃ναι οὐ δύνανται
To view greek and slavonic text correctly you need to install Lucida Sans Unicode and Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.

After registering, you can subscribe to any Bible reading plan.

Personalized settings and other services for registered users are planned, so we recommend registering now. Registration is free.