Bible-Center
Whole Bible
Greek/Septuagint (gr)

ΠΑΡΑΛΕΙΠΟΜΕΝΩΝ Β, κεφαλίς 8

1 καὶ ἐγένετο μετὰ εἴκοσι ἔτη ἐν οἱ̃ς ὠ̨κοδόμησεν Σαλωμων τὸν οἰ̃κον κυρίου καὶ τὸν οἰ̃κον ἑαυτου̃
2 καὶ τὰς πόλεις ἃς ἔδωκεν Χιραμ τω̨̃ Σαλωμων ὠ̨κοδόμησεν αὐτὰς Σαλωμων καὶ κατώ̨κισεν ἐκει̃ τοὺς υἱοὺς Ισραηλ
3 καὶ ἠ̃λθεν Σαλωμων εἰς Αιμαθ Σωβα καὶ κατίσχυσεν αὐτήν
4 καὶ ὠ̨κοδόμησεν τὴν Θεδμορ ἐν τη̨̃ ἐρήμω̨ καὶ πάσας τὰς πόλεις τὰς ὀχυράς ἃς ὠ̨κοδόμησεν ἐν Ημαθ
5 καὶ ὠ̨κοδόμησεν τὴν Βαιθωρων τὴν ἄνω καὶ τὴν Βαιθωρων τὴν κάτω πόλεις ὀχυράς τείχη πύλαι καὶ μοχλοί
6 καὶ τὴν Βααλαθ καὶ πάσας τὰς πόλεις τὰς ὀχυράς αἳ ἠ̃σαν τω̨̃ Σαλωμων καὶ πάσας τὰς πόλεις τω̃ν ἁρμάτων καὶ τὰς πόλεις τω̃ν ἱππέων καὶ ὅσα ἐπεθύμησεν Σαλωμων κατὰ τὴν ἐπιθυμίαν του̃ οἰκοδομη̃σαι ἐν Ιερουσαλημ καὶ ἐν τω̨̃ Λιβάνω̨ καὶ ἐν πάση̨ τη̨̃ βασιλεία̨ αὐτου̃
7 πα̃ς ὁ λαὸς ὁ καταλειφθεὶς ἀπὸ του̃ Χετταίου καὶ του̃ Αμορραίου καὶ του̃ Φερεζαίου καὶ του̃ Ευαίου καὶ του̃ Ιεβουσαίου οἳ οὔκ εἰσιν ἐκ του̃ Ισραηλ
8 ἠ̃σαν ἐκ τω̃ν υἱω̃ν αὐτω̃ν τω̃ν καταλειφθέντων μετ' αὐτοὺς ἐν τη̨̃ γη̨̃ οὓς οὐκ ἐξωλέθρευσαν οἱ υἱοὶ Ισραηλ καὶ ἀνήγαγεν αὐτοὺς Σαλωμων εἰς φόρον ἕως τη̃ς ἡμέρας ταύτης
9 καὶ ἐκ τω̃ν υἱω̃ν Ισραηλ οὐκ ἔδωκεν Σαλωμων εἰς παι̃δας τη̨̃ βασιλεία̨ αὐτου̃ ὅτι αὐτοὶ ἄνδρες πολεμισταὶ καὶ ἄρχοντες καὶ δυνατοὶ καὶ ἄρχοντες ἁρμάτων καὶ ἱππέων
10 καὶ οὑ̃τοι ἄρχοντες τω̃ν προστατω̃ν βασιλέως Σαλωμων πεντήκοντα καὶ διακόσιοι ἐργοδιωκτου̃ντες ἐν τω̨̃ λαω̨̃
11 καὶ τὴν θυγατέρα Φαραω Σαλωμων ἀνήγαγεν ἐκ πόλεως Δαυιδ εἰς τὸν οἰ̃κον ὃν ὠ̨κοδόμησεν αὐτη̨̃ ὅτι εἰ̃πεν οὐ κατοικήσει ἡ γυνή μου ἐν πόλει Δαυιδ του̃ βασιλέως Ισραηλ ὅτι ἅγιός ἐστιν οὑ̃ εἰση̃λθεν ἐκει̃ κιβωτὸς κυρίου
12 τότε ἀνήνεγκεν Σαλωμων ὁλοκαυτώματα τω̨̃ κυρίω̨ ἐπὶ τὸ θυσιαστήριον ὃ ὠ̨κοδόμησεν ἀπέναντι του̃ ναου̃
13 καὶ κατὰ τὸν λόγον ἡμέρας ἐν ἡμέρα̨ του̃ ἀναφέρειν κατὰ τὰς ἐντολὰς Μωυση̃ ἐν τοι̃ς σαββάτοις καὶ ἐν τοι̃ς μησὶν καὶ ἐν ται̃ς ἑορται̃ς τρει̃ς καιροὺς του̃ ἐνιαυτου̃ ἐν τη̨̃ ἑορτη̨̃ τω̃ν ἀζύμων καὶ ἐν τη̨̃ ἑορτη̨̃ τω̃ν ἑβδομάδων καὶ ἐν τη̨̃ ἑορτη̨̃ τω̃ν σκηνω̃ν
14 καὶ ἔστησεν κατὰ τὴν κρίσιν Δαυιδ τὰς διαιρέσεις τω̃ν ἱερέων κατὰ τὰς λειτουργίας αὐτω̃ν καὶ οἱ Λευι̃ται ἐπὶ τὰς φυλακὰς αὐτω̃ν του̃ αἰνει̃ν καὶ λειτουργει̃ν κατέναντι τω̃ν ἱερέων κατὰ τὸν λόγον ἡμέρας ἐν τη̨̃ ἡμέρα̨ καὶ οἱ πυλωροὶ κατὰ τὰς διαιρέσεις αὐτω̃ν εἰς πύλην καὶ πύλην ὅτι οὕτως ἐντολαὶ Δαυιδ ἀνθρώπου του̃ θεου̃
15 οὐ παρη̃λθον τὰς ἐντολὰς του̃ βασιλέως περὶ τω̃ν ἱερέων καὶ τω̃ν Λευιτω̃ν εἰς πάντα λόγον καὶ εἰς τοὺς θησαυρούς
16 καὶ ἡτοιμάσθη πα̃σα ἡ ἐργασία ἀφ' ἡ̃ς ἡμέρας ἐθεμελιώθη ἕως οὑ̃ ἐτελείωσεν Σαλωμων τὸν οἰ̃κον κυρίου
17 τότε ὤ̨χετο Σαλωμων εἰς Γασιωνγαβερ καὶ εἰς τὴν Αιλαθ τὴν παραθαλασσίαν ἐν γη̨̃ Ιδουμαία̨
18 καὶ ἀπέστειλεν Χιραμ ἐν χειρὶ παίδων αὐτου̃ πλοι̃α καὶ παι̃δας εἰδότας θάλασσαν καὶ ὤ̨χοντο μετὰ τω̃ν παίδων Σαλωμων εἰς Σωφιρα καὶ ἔλαβον ἐκει̃θεν τετρακόσια καὶ πεντήκοντα τάλαντα χρυσίου καὶ ἠ̃λθον πρὸς τὸν βασιλέα Σαλωμων
To view greek and slavonic text correctly you need to install Lucida Sans Unicode and Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.

After registering, you can subscribe to any Bible reading plan.

Personalized settings and other services for registered users are planned, so we recommend registering now. Registration is free.