Bible-Center
Whole Bible
Greek/Septuagint (gr)

ΠΑΡΑΛΕΙΠΟΜΕΝΩΝ Β, κεφαλίς 9

καὶ βασίλισσα Σαβα ἤκουσεν τὸ ὄνομα Σαλωμων καὶ ἠ̃λθεν του̃ πειράσαι Σαλωμων ἐν αἰνίγμασιν εἰς Ιερουσαλημ ἐν δυνάμει βαρεία̨ σφόδρα καὶ κάμηλοι αἴρουσαι ἀρώματα καὶ χρυσίον εἰς πλη̃θος καὶ λίθον τίμιον καὶ ἠ̃λθεν πρὸς Σαλωμων καὶ ἐλάλησεν πρὸς αὐτὸν πάντα ὅσα ἐν τη̨̃ ψυχη̨̃ αὐτη̃ς
καὶ ἀνήγγειλεν αὐτη̨̃ Σαλωμων πάντας τοὺς λόγους αὐτη̃ς καὶ οὐ παρη̃λθεν λόγος ἀπὸ Σαλωμων ὃν οὐκ ἀπήγγειλεν αὐτη̨̃
καὶ εἰ̃δεν βασίλισσα Σαβα τὴν σοφίαν Σαλωμων καὶ τὸν οἰ̃κον ὃν ὠ̨κοδόμησεν
καὶ τὰ βρώματα τω̃ν τραπεζω̃ν καὶ καθέδραν παίδων αὐτου̃ καὶ στάσιν λειτουργω̃ν αὐτου̃ καὶ ἱματισμὸν αὐτω̃ν καὶ οἰνοχόους αὐτου̃ καὶ στολισμὸν αὐτω̃ν καὶ τὰ ὁλοκαυτώματα ἃ ἀνέφερεν ἐν οἴκω̨ κυρίου καὶ ἐξ ἑαυτη̃ς ἐγένετο
καὶ εἰ̃πεν πρὸς τὸν βασιλέα ἀληθινὸς ὁ λόγος ὃν ἤκουσα ἐν τη̨̃ γη̨̃ μου περὶ τω̃ν λόγων σου καὶ περὶ τη̃ς σοφίας σου
καὶ οὐκ ἐπίστευσα τοι̃ς λόγοις ἕως οὑ̃ ἠ̃λθον καὶ εἰ̃δον οἱ ὀφθαλμοί μου καὶ ἰδοὺ οὐκ ἀπηγγέλη μοι ἥμισυ του̃ πλήθους τη̃ς σοφίας σου προσέθηκας ἐπὶ τὴν ἀκοήν ἣν ἤκουσα
μακάριοι οἱ ἄνδρες μακάριοι οἱ παι̃δές σου οὑ̃τοι οἱ παρεστηκότες σοι διὰ παντὸς καὶ ἀκούουσιν σοφίαν σου
ἔστω κύριος ὁ θεός σου ηὐλογημένος ὃς ἠθέλησέν σοι του̃ δου̃ναί σε ἐπὶ θρόνον αὐτου̃ εἰς βασιλέα τω̨̃ κυρίω̨ θεω̨̃ σου ἐν τω̨̃ ἀγαπη̃σαι κύριον τὸν θεόν σου τὸν Ισραηλ του̃ στη̃σαι αὐτὸν εἰς αἰω̃να καὶ ἔδωκέν σε ἐπ' αὐτοὺς εἰς βασιλέα του̃ ποιη̃σαι κρίμα καὶ δικαιοσύνην
καὶ ἔδωκεν τω̨̃ βασιλει̃ ἑκατὸν εἴκοσι τάλαντα χρυσίου καὶ ἀρώματα εἰς πλη̃θος πολὺ καὶ λίθον τίμιον καὶ οὐκ ἠ̃ν κατὰ τὰ ἀρώματα ἐκει̃να ἃ ἔδωκεν βασίλισσα Σαβα τω̨̃ βασιλει̃ Σαλωμων
10 καὶ οἱ παι̃δες Σαλωμων καὶ οἱ παι̃δες Χιραμ ἔφερον χρυσίον τω̨̃ Σαλωμων ἐκ Σουφιρ καὶ ξύλα πεύκινα καὶ λίθον τίμιον
11 καὶ ἐποίησεν ὁ βασιλεὺς τὰ ξύλα τὰ πεύκινα ἀναβάσεις τω̨̃ οἴκω̨ κυρίου καὶ τω̨̃ οἴκω̨ του̃ βασιλέως καὶ κιθάρας καὶ νάβλας τοι̃ς ὠ̨δοι̃ς καὶ οὐκ ὤφθησαν τοιαυ̃τα ἔμπροσθεν ἐν γη̨̃ Ιουδα
12 καὶ ὁ βασιλεὺς Σαλωμων ἔδωκεν τη̨̃ βασιλίσση̨ Σαβα πάντα τὰ θελήματα αὐτη̃ς ἃ ἤ̨τησεν ἐκτὸς πάντων ὡ̃ν ἤνεγκεν τω̨̃ βασιλει̃ Σαλωμων καὶ ἀπέστρεψεν εἰς τὴν γη̃ν αὐτη̃ς
13 καὶ ἠ̃ν ὁ σταθμὸς του̃ χρυσίου του̃ ἐνεχθέντος τω̨̃ Σαλωμων ἐν ἐνιαυτω̨̃ ἑνὶ ἑξακόσια ἑξήκοντα ἓξ τάλαντα χρυσίου
14 πλὴν τω̃ν ἀνδρω̃ν τω̃ν ὑποτεταγμένων καὶ τω̃ν ἐμπορευομένων ὡ̃ν ἔφερον καὶ πάντων τω̃ν βασιλέων τη̃ς 'Αραβίας καὶ σατραπω̃ν τη̃ς γη̃ς ἔφερον χρυσίον καὶ ἀργύριον τω̨̃ βασιλει̃ Σαλωμων
15 καὶ ἐποίησεν ὁ βασιλεὺς Σαλωμων διακοσίους θυρεοὺς χρυσου̃ς ἐλατούς ἑξακόσιοι χρυσοι̃ καθαροὶ τω̨̃ ἑνὶ θυρεω̨̃ ἑξακόσιοι χρυσοι̃ ἐπη̃σαν ἐπὶ τὸν ἕνα θυρεόν
16 καὶ τριακοσίας ἀσπίδας ἐλατὰς χρυσα̃ς τριακοσίων χρυσω̃ν ἀνεφέρετο ἐπὶ τὴν ἀσπίδα ἑκάστην καὶ ἔδωκεν αὐτὰς ὁ βασιλεὺς ἐν οἴκω̨ δρυμου̃ του̃ Λιβάνου
17 καὶ ἐποίησεν ὁ βασιλεὺς θρόνον ἐλεφάντινον ὀδόντων μέγαν καὶ κατεχρύσωσεν αὐτὸν χρυσίω̨ δοκίμω̨
18 καὶ ἓξ ἀναβαθμοὶ τω̨̃ θρόνω̨ ἐνδεδεμένοι χρυσίω̨ καὶ ἀγκω̃νες ἔνθεν καὶ ἔνθεν ἐπὶ του̃ θρόνου τη̃ς καθέδρας καὶ δύο λέοντες ἑστηκότες παρὰ τοὺς ἀγκω̃νας
19 καὶ δώδεκα λέοντες ἑστηκότες ἐκει̃ ἐπὶ τω̃ν ἓξ ἀναβαθμω̃ν ἔνθεν καὶ ἔνθεν οὐκ ἐγενήθη οὕτως ἐν πάση̨ βασιλεία̨
20 καὶ πάντα τὰ σκεύη του̃ βασιλέως Σαλωμων χρυσίου καὶ πάντα τὰ σκεύη οἴκου δρυμου̃ του̃ Λιβάνου χρυσίω̨ κατειλημμένα οὐκ ἠ̃ν ἀργύριον λογιζόμενον ἐν ἡμέραις Σαλωμων εἰς οὐθέν
21 ὅτι ναυ̃ς τω̨̃ βασιλει̃ ἐπορεύετο εἰς Θαρσις μετὰ τω̃ν παίδων Χιραμ ἅπαξ διὰ τριω̃ν ἐτω̃ν ἤρχετο πλοι̃α ἐκ Θαρσις τω̨̃ βασιλει̃ γέμοντα χρυσίου καὶ ἀργυρίου καὶ ὀδόντων ἐλεφαντίνων καὶ πιθήκων
22 καὶ ἐμεγαλύνθη Σαλωμων ὑπὲρ πάντας τοὺς βασιλει̃ς καὶ πλούτω̨ καὶ σοφία̨
23 καὶ πάντες οἱ βασιλει̃ς τη̃ς γη̃ς ἐζήτουν τὸ πρόσωπον Σαλωμων ἀκου̃σαι τη̃ς σοφίας αὐτου̃ ἡ̃ς ἔδωκεν ὁ θεὸς ἐν καρδία̨ αὐτου̃
24 καὶ αὐτοὶ ἔφερον ἕκαστος τὰ δω̃ρα αὐτου̃ σκεύη ἀργυρα̃ καὶ σκεύη χρυσα̃ καὶ ἱματισμόν στακτὴν καὶ ἡδύσματα ἵππους καὶ ἡμιόνους τὸ κατ' ἐνιαυτὸν ἐνιαυτόν
25 καὶ ἠ̃σαν τω̨̃ Σαλωμων τέσσαρες χιλιάδες θήλειαι ἵπποι εἰς ἅρματα καὶ δώδεκα χιλιάδες ἱππέων καὶ ἔθετο αὐτοὺς ἐν πόλεσιν τω̃ν ἁρμάτων καὶ μετὰ του̃ βασιλέως ἐν Ιερουσαλημ
26 καὶ ἠ̃ν ἡγούμενος πάντων τω̃ν βασιλέων ἀπὸ του̃ ποταμου̃ καὶ ἕως γη̃ς ἀλλοφύλων καὶ ἕως ὁρίου Αἰγύπτου
27 καὶ ἔδωκεν ὁ βασιλεὺς τὸ χρυσίον καὶ τὸ ἀργύριον ἐν Ιερουσαλημ ὡς λίθους καὶ τὰς κέδρους ὡς συκαμίνους τὰς ἐν τη̨̃ πεδινη̨̃ εἰς πλη̃θος
28 καὶ ἡ ἔξοδος τω̃ν ἵππων ἐξ Αἰγύπτου τω̨̃ Σαλωμων καὶ ἐκ πάσης τη̃ς γη̃ς
29 καὶ οἱ κατάλοιποι λόγοι Σαλωμων οἱ πρω̃τοι καὶ οἱ ἔσχατοι ἰδοὺ γεγραμμένοι ἐπὶ τω̃ν λόγων Ναθαν του̃ προφήτου καὶ ἐπὶ τω̃ν λόγων Αχια του̃ Σηλωνίτου καὶ ἐν ται̃ς ὁράσεσιν Ιωηλ του̃ ὁρω̃ντος περὶ Ιεροβοαμ υἱου̃ Ναβατ
30 καὶ ἐβασίλευσεν Σαλωμων ὁ βασιλεὺς ἐπὶ πάντα Ισραηλ τεσσαράκοντα ἔτη
31 καὶ ἐκοιμήθη Σαλωμων καὶ ἔθαψαν αὐτὸν ἐν πόλει Δαυιδ του̃ πατρὸς αὐτου̃ καὶ ἐβασίλευσεν Ροβοαμ υἱὸς αὐτου̃ ἀντ' αὐτου̃
To view greek and slavonic text correctly you need to install Lucida Sans Unicode and Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.

After registering, you can subscribe to any Bible reading plan.

Personalized settings and other services for registered users are planned, so we recommend registering now. Registration is free.