1 καὶ ἀπέστειλεν κύριος τὸν Ναθαν τὸν προφήτην πρὸς Δαυιδ καὶ εἰση̃λθεν πρὸς αὐτὸν καὶ εἰ̃πεν αὐτω̨̃ δύο ἠ̃σαν ἄνδρες ἐν πόλει μια̨̃ εἱ̃ς πλούσιος καὶ εἱ̃ς πένης |
2 καὶ τω̨̃ πλουσίω̨ ἠ̃ν ποίμνια καὶ βουκόλια πολλὰ σφόδρα |
3 καὶ τω̨̃ πένητι οὐδὲν ἀλλ' ἢ ἀμνὰς μία μικρά ἣν ἐκτήσατο καὶ περιεποιήσατο καὶ ἐξέθρεψεν αὐτήν καὶ ἡδρύνθη μετ' αὐτου̃ καὶ μετὰ τω̃ν υἱω̃ν αὐτου̃ ἐπὶ τὸ αὐτό ἐκ του̃ ἄρτου αὐτου̃ ἤσθιεν καὶ ἐκ του̃ ποτηρίου αὐτου̃ ἔπινεν καὶ ἐν τω̨̃ κόλπω̨ αὐτου̃ ἐκάθευδεν καὶ ἠ̃ν αὐτω̨̃ ὡς θυγάτηρ |
4 καὶ ἠ̃λθεν πάροδος τω̨̃ ἀνδρὶ τω̨̃ πλουσίω̨ καὶ ἐφείσατο λαβει̃ν ἐκ τω̃ν ποιμνίων αὐτου̃ καὶ ἐκ τω̃ν βουκολίων αὐτου̃ του̃ ποιη̃σαι τω̨̃ ξένω̨ ὁδοιπόρω̨ ἐλθόντι πρὸς αὐτὸν καὶ ἔλαβεν τὴν ἀμνάδα του̃ πένητος καὶ ἐποίησεν αὐτὴν τω̨̃ ἀνδρὶ τω̨̃ ἐλθόντι πρὸς αὐτόν |
5 καὶ ἐθυμώθη ὀργη̨̃ Δαυιδ σφόδρα τω̨̃ ἀνδρί καὶ εἰ̃πεν Δαυιδ πρὸς Ναθαν ζη̨̃ κύριος ὅτι υἱὸς θανάτου ὁ ἀνὴρ ὁ ποιήσας του̃το |
6 καὶ τὴν ἀμνάδα ἀποτείσει ἑπταπλασίονα ἀνθ' ὡ̃ν ὅτι ἐποίησεν τὸ ῥη̃μα του̃το καὶ περὶ οὑ̃ οὐκ ἐφείσατο |
7 καὶ εἰ̃πεν Ναθαν πρὸς Δαυιδ σὺ εἰ̃ ὁ ἀνὴρ ὁ ποιήσας του̃το τάδε λέγει κύριος ὁ θεὸς Ισραηλ ἐγώ εἰμι ἔχρισά σε εἰς βασιλέα ἐπὶ Ισραηλ καὶ ἐγώ εἰμι ἐρρυσάμην σε ἐκ χειρὸς Σαουλ |
8 καὶ ἔδωκά σοι τὸν οἰ̃κον του̃ κυρίου σου καὶ τὰς γυναι̃κας του̃ κυρίου σου ἐν τω̨̃ κόλπω̨ σου καὶ ἔδωκά σοι τὸν οἰ̃κον Ισραηλ καὶ Ιουδα καὶ εἰ μικρόν ἐστιν προσθήσω σοι κατὰ ταυ̃τα |
9 τί ὅτι ἐφαύλισας τὸν λόγον κυρίου του̃ ποιη̃σαι τὸ πονηρὸν ἐν ὀφθαλμοι̃ς αὐτου̃ τὸν Ουριαν τὸν Χετται̃ον ἐπάταξας ἐν ῥομφαία̨ καὶ τὴν γυναι̃κα αὐτου̃ ἔλαβες σεαυτω̨̃ εἰς γυναι̃κα καὶ αὐτὸν ἀπέκτεινας ἐν ῥομφαία̨ υἱω̃ν Αμμων |
10 καὶ νυ̃ν οὐκ ἀποστήσεται ῥομφαία ἐκ του̃ οἴκου σου ἕως αἰω̃νος ἀνθ' ὡ̃ν ὅτι ἐξουδένωσάς με καὶ ἔλαβες τὴν γυναι̃κα του̃ Ουριου του̃ Χετταίου του̃ εἰ̃ναί σοι εἰς γυναι̃κα |
11 τάδε λέγει κύριος ἰδοὺ ἐγὼ ἐξεγείρω ἐπὶ σὲ κακὰ ἐκ του̃ οἴκου σου καὶ λήμψομαι τὰς γυναι̃κάς σου κατ' ὀφθαλμούς σου καὶ δώσω τω̨̃ πλησίον σου καὶ κοιμηθήσεται μετὰ τω̃ν γυναικω̃ν σου ἐναντίον του̃ ἡλίου τούτου |
12 ὅτι σὺ ἐποίησας κρυβη̨̃ κἀγὼ ποιήσω τὸ ῥη̃μα του̃το ἐναντίον παντὸς Ισραηλ καὶ ἀπέναντι τούτου του̃ ἡλίου |
13 καὶ εἰ̃πεν Δαυιδ τω̨̃ Ναθαν ἡμάρτηκα τω̨̃ κυρίω̨ καὶ εἰ̃πεν Ναθαν πρὸς Δαυιδ καὶ κύριος παρεβίβασεν τὸ ἁμάρτημά σου οὐ μὴ ἀποθάνη̨ς |
14 πλὴν ὅτι παροξύνων παρώξυνας τοὺς ἐχθροὺς κυρίου ἐν τω̨̃ ῥήματι τούτω̨ καί γε ὁ υἱός σου ὁ τεχθείς σοι θανάτω̨ ἀποθανει̃ται |
15 καὶ ἀπη̃λθεν Ναθαν εἰς τὸν οἰ̃κον αὐτου̃ καὶ ἔθραυσεν κύριος τὸ παιδίον ὃ ἔτεκεν ἡ γυνὴ Ουριου τω̨̃ Δαυιδ καὶ ἠρρώστησεν |
16 καὶ ἐζήτησεν Δαυιδ τὸν θεὸν περὶ του̃ παιδαρίου καὶ ἐνήστευσεν Δαυιδ νηστείαν καὶ εἰση̃λθεν καὶ ηὐλίσθη ἐν σάκκω̨ ἐπὶ τη̃ς γη̃ς |
17 καὶ ἀνέστησαν ἐπ' αὐτὸν οἱ πρεσβύτεροι του̃ οἴκου αὐτου̃ του̃ ἐγει̃ραι αὐτὸν ἀπὸ τη̃ς γη̃ς καὶ οὐκ ἠθέλησεν καὶ οὐ συνέφαγεν αὐτοι̃ς ἄρτον |
18 καὶ ἐγένετο ἐν τη̨̃ ἡμέρα̨ τη̨̃ ἑβδόμη̨ καὶ ἀπέθανε τὸ παιδάριον καὶ ἐφοβήθησαν οἱ δου̃λοι Δαυιδ ἀναγγει̃λαι αὐτω̨̃ ὅτι τέθνηκεν τὸ παιδάριον ὅτι εἰ̃παν ἰδοὺ ἐν τω̨̃ ἔτι τὸ παιδάριον ζη̃ν ἐλαλήσαμεν πρὸς αὐτόν καὶ οὐκ εἰσήκουσεν τη̃ς φωνη̃ς ἡμω̃ν καὶ πω̃ς εἴπωμεν πρὸς αὐτὸν ὅτι τέθνηκεν τὸ παιδάριον καὶ ποιήσει κακά |
19 καὶ συνη̃κεν Δαυιδ ὅτι οἱ παι̃δες αὐτου̃ ψιθυρίζουσιν καὶ ἐνόησεν Δαυιδ ὅτι τέθνηκεν τὸ παιδάριον καὶ εἰ̃πεν Δαυιδ πρὸς τοὺς παι̃δας αὐτου̃ εἰ τέθνηκεν τὸ παιδάριον καὶ εἰ̃παν τέθνηκεν |
20 καὶ ἀνέστη Δαυιδ ἐκ τη̃ς γη̃ς καὶ ἐλούσατο καὶ ἠλείψατο καὶ ἤλλαξεν τὰ ἱμάτια αὐτου̃ καὶ εἰση̃λθεν εἰς τὸν οἰ̃κον του̃ θεου̃ καὶ προσεκύνησεν αὐτω̨̃ καὶ εἰση̃λθεν εἰς τὸν οἰ̃κον αὐτου̃ καὶ ἤ̨τησεν ἄρτον φαγει̃ν καὶ παρέθηκαν αὐτω̨̃ ἄρτον καὶ ἔφαγεν |
21 καὶ εἰ̃παν οἱ παι̃δες αὐτου̃ πρὸς αὐτόν τί τὸ ῥη̃μα του̃το ὃ ἐποίησας ἕνεκα του̃ παιδαρίου ἔτι ζω̃ντος ἐνήστευες καὶ ἔκλαιες καὶ ἠγρύπνεις καὶ ἡνίκα ἀπέθανεν τὸ παιδάριον ἀνέστης καὶ ἔφαγες ἄρτον καὶ πέπωκας |
22 καὶ εἰ̃πεν Δαυιδ ἐν τω̨̃ τὸ παιδάριον ἔτι ζη̃ν ἐνήστευσα καὶ ἔκλαυσα ὅτι εἰ̃πα τίς οἰ̃δεν εἰ ἐλεήσει με κύριος καὶ ζήσεται τὸ παιδάριον |
23 καὶ νυ̃ν τέθνηκεν ἵνα τί του̃το ἐγὼ νηστεύω μὴ δυνήσομαι ἐπιστρέψαι αὐτὸ ἔτι ἐγὼ πορεύσομαι πρὸς αὐτόν καὶ αὐτὸς οὐκ ἀναστρέψει πρός με |
24 καὶ παρεκάλεσεν Δαυιδ Βηρσαβεε τὴν γυναι̃κα αὐτου̃ καὶ εἰση̃λθεν πρὸς αὐτὴν καὶ ἐκοιμήθη μετ' αὐτη̃ς καὶ συνέλαβεν καὶ ἔτεκεν υἱόν καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτου̃ Σαλωμων καὶ κύριος ἠγάπησεν αὐτόν |
25 καὶ ἀπέστειλεν ἐν χειρὶ Ναθαν του̃ προφήτου καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτου̃ Ιδεδι ἕνεκεν κυρίου |
26 καὶ ἐπολέμησεν Ιωαβ ἐν Ραββαθ υἱω̃ν Αμμων καὶ κατέλαβεν τὴν πόλιν τη̃ς βασιλείας |
27 καὶ ἀπέστειλεν Ιωαβ ἀγγέλους πρὸς Δαυιδ καὶ εἰ̃πεν ἐπολέμησα ἐν Ραββαθ καὶ κατελαβόμην τὴν πόλιν τω̃ν ὑδάτων |
28 καὶ νυ̃ν συνάγαγε τὸ κατάλοιπον του̃ λαου̃ καὶ παρέμβαλε ἐπὶ τὴν πόλιν καὶ προκαταλαβου̃ αὐτήν ἵνα μὴ προκαταλάβωμαι ἐγὼ τὴν πόλιν καὶ κληθη̨̃ τὸ ὄνομά μου ἐπ' αὐτήν |
29 καὶ συνήγαγεν Δαυιδ πάντα τὸν λαὸν καὶ ἐπορεύθη εἰς Ραββαθ καὶ ἐπολέμησεν ἐν αὐτη̨̃ καὶ κατελάβετο αὐτήν |
30 καὶ ἔλαβεν τὸν στέφανον Μελχολ του̃ βασιλέως αὐτω̃ν ἀπὸ τη̃ς κεφαλη̃ς αὐτου̃ καὶ ὁ σταθμὸς αὐτου̃ τάλαντον χρυσίου καὶ λίθου τιμίου καὶ ἠ̃ν ἐπὶ τη̃ς κεφαλη̃ς Δαυιδ καὶ σκυ̃λα τη̃ς πόλεως ἐξήνεγκεν πολλὰ σφόδρα |
31 καὶ τὸν λαὸν τὸν ὄντα ἐν αὐτη̨̃ ἐξήγαγεν καὶ ἔθηκεν ἐν τω̨̃ πρίονι καὶ ἐν τοι̃ς τριβόλοις τοι̃ς σιδηροι̃ς καὶ διήγαγεν αὐτοὺς διὰ του̃ πλινθείου καὶ οὕτως ἐποίησεν πάσαις ται̃ς πόλεσιν υἱω̃ν Αμμων καὶ ἐπέστρεψεν Δαυιδ καὶ πα̃ς ὁ λαὸς εἰς Ιερουσαλημ |