1 Μακκαβαι̃ος δὲ καὶ οἱ σὺν αὐτω̨̃ του̃ κυρίου προάγοντος αὐτοὺς τὸ μὲν ἱερὸν ἐκομίσαντο καὶ τὴν πόλιν |
2 τοὺς δὲ κατὰ τὴν ἀγορὰν βωμοὺς ὑπὸ τω̃ν ἀλλοφύλων δεδημιουργημένους ἔτι δὲ τεμένη καθει̃λαν |
3 καὶ τὸν νεὼ καθαρίσαντες ἕτερον θυσιαστήριον ἐποίησαν καὶ πυρώσαντες λίθους καὶ πυ̃ρ ἐκ τούτων λαβόντες ἀνήνεγκαν θυσίας μετὰ διετη̃ χρόνον καὶ θυμίαμα καὶ λύχνους καὶ τω̃ν ἄρτων τὴν πρόθεσιν ἐποιήσαντο |
4 ταυ̃τα δὲ ποιήσαντες ἠξίωσαν τὸν κύριον πεσόντες ἐπὶ κοιλίαν μηκέτι περιπεσει̃ν τοιούτοις κακοι̃ς ἀλλ' ἐάν ποτε καὶ ἁμάρτωσιν ὑπ' αὐτου̃ μετὰ ἐπιεικείας παιδεύεσθαι καὶ μὴ βλασφήμοις καὶ βαρβάροις ἔθνεσιν παραδίδοσθαι |
5 ἐν ἡ̨̃ δὲ ἡμέρα̨ ὁ νεὼς ὑπὸ ἀλλοφύλων ἐβεβηλώθη συνέβη κατὰ τὴν αὐτὴν ἡμέραν τὸν καθαρισμὸν γενέσθαι του̃ ναου̃ τη̨̃ πέμπτη̨ καὶ εἰκάδι του̃ αὐτου̃ μηνός ὅς ἐστιν Χασελευ |
6 καὶ μετ' εὐφροσύνης ἠ̃γον ἡμέρας ὀκτὼ σκηνωμάτων τρόπον μνημονεύοντες ὡς πρὸ μικρου̃ χρόνου τὴν τω̃ν σκηνω̃ν ἑορτὴν ἐν τοι̃ς ὄρεσιν καὶ ἐν τοι̃ς σπηλαίοις θηρίων τρόπον ἠ̃σαν νεμόμενοι |
7 διὸ θύρσους καὶ κλάδους ὡραίους ἔτι δὲ καὶ φοίνικας ἔχοντες ὕμνους ἀνέφερον τω̨̃ εὐοδώσαντι καθαρισθη̃ναι τὸν ἑαυτου̃ τόπον |
8 ἐδογμάτισαν δὲ μετὰ κοινου̃ προστάγματος καὶ ψηφίσματος παντὶ τω̨̃ τω̃ν Ιουδαίων ἔθνει κατ' ἐνιαυτὸν ἄγειν τάσδε τὰς ἡμέρας |
9 καὶ τὰ μὲν τη̃ς 'Αντιόχου του̃ προσαγορευθέντος 'Επιφανου̃ς τελευτη̃ς οὕτως εἰ̃χεν |
10 νυνὶ δὲ τὰ κατὰ τὸν Εὐπάτορα 'Αντίοχον υἱὸν δὲ του̃ ἀσεβου̃ς γενόμενον δηλώσομεν αὐτὰ συντέμνοντες τὰ συνέχοντα τω̃ν πολέμων κακά |
11 οὑ̃τος γὰρ παραλαβὼν τὴν βασιλείαν ἀνέδειξεν ἐπὶ τω̃ν πραγμάτων Λυσίαν τινά Κοίλης δὲ Συρίας καὶ Φοινίκης στρατηγὸν πρώταρχον |
12 Πτολεμαι̃ος γὰρ ὁ καλούμενος Μάκρων τὸ δίκαιον συντηρει̃ν προηγούμενος πρὸς τοὺς Ιουδαίους διὰ τὴν γεγονυι̃αν εἰς αὐτοὺς ἀδικίαν ἐπειρα̃το τὰ πρὸς αὐτοὺς εἰρηνικω̃ς διεξάγειν |
13 ὅθεν κατηγορούμενος ὑπὸ τω̃ν φίλων πρὸς τὸν Εὐπάτορα καὶ προδότης παρ' ἕκαστα ἀκούων διὰ τὸ τὴν Κύπρον ἐμπιστευθέντα ὑπὸ του̃ Φιλομήτορος ἐκλιπει̃ν καὶ πρὸς 'Αντίοχον τὸν 'Επιφανη̃ ἀναχωρη̃σαι μήτε εὐγενη̃ τὴν ἐξουσίαν εὐγενίσας φαρμακεύσας ἑαυτὸν ἐξέλιπεν τὸν βίον |
14 Γοργίας δὲ γενόμενος στρατηγὸς τω̃ν τόπων ἐξενοτρόφει καὶ παρ' ἕκαστα πρὸς τοὺς Ιουδαίους ἐπολεμοτρόφει |
15 ὁμου̃ δὲ τούτω̨ καὶ οἱ Ιδουμαι̃οι ἐγκρατει̃ς ἐπικαίρων ὀχυρωμάτων ὄντες ἐγύμναζον τοὺς Ιουδαίους καὶ τοὺς φυγαδεύσαντας ἀπὸ Ιεροσολύμων προσλαβόμενοι πολεμοτροφει̃ν ἐπεχείρουν |
16 οἱ δὲ περὶ τὸν Μακκαβαι̃ον ποιησάμενοι λιτανείαν καὶ ἀξιώσαντες τὸν θεὸν σύμμαχον αὐτοι̃ς γενέσθαι ἐπὶ τὰ τω̃ν Ιδουμαίων ὀχυρώματα ὥρμησαν |
17 οἱ̃ς καὶ προσβαλόντες εὐρώστως ἐγκρατει̃ς ἐγένοντο τω̃ν τόπων πάντας τε τοὺς ἐπὶ τω̨̃ τείχει μαχομένους ἠμύναντο κατέσφαζόν τε τοὺς ἐμπίπτοντας ἀνει̃λον δὲ οὐχ ἡ̃ττον τω̃ν δισμυρίων |
18 συμφυγόντων δὲ οὐκ ἔλαττον τω̃ν ἐνακισχιλίων εἰς δύο πύργους ὀχυροὺς εὐ̃ μάλα καὶ πάντα τὰ πρὸς πολιορκίαν ἔχοντας |
19 ὁ Μακκαβαι̃ος εἰς ἐπείγοντας τόπους ἀπολιπὼν Σιμωνα καὶ Ιωσηπον ἔτι δὲ καὶ Ζακχαι̃ον καὶ τοὺς σὺν αὐτω̨̃ ἱκανοὺς πρὸς τὴν τούτων πολιορκίαν αὐτὸς ἐχωρίσθη |
20 οἱ δὲ περὶ τὸν Σιμωνα φιλαργυρήσαντες ὑπό τινων τω̃ν ἐν τοι̃ς πύργοις ἐπείσθησαν ἀργυρίω̨ ἑπτάκις δὲ μυρίας δραχμὰς λαβόντες εἴασάν τινας διαρρυη̃ναι |
21 προσαγγελέντος δὲ τω̨̃ Μακκαβαίω̨ περὶ του̃ γεγονότος συναγαγὼν τοὺς ἡγουμένους του̃ λαου̃ κατηγόρησεν ὡς ἀργυρίου πέπρακαν τοὺς ἀδελφοὺς τοὺς πολεμίους κατ' αὐτω̃ν ἀπολύσαντες |
22 τούτους μὲν οὐ̃ν προδότας γενομένους ἀπέκτεινεν καὶ παραχρη̃μα τοὺς δύο πύργους κατελάβετο |
23 τοι̃ς δὲ ὅπλοις τὰ πάντα ἐν ται̃ς χερσὶν εὐοδούμενος ἀπώλεσεν ἐν τοι̃ς δυσὶν ὀχυρώμασιν πλείους τω̃ν δισμυρίων |
24 Τιμόθεος δὲ ὁ πρότερον ἡττηθεὶς ὑπὸ τω̃ν Ιουδαίων συναγαγὼν ξένας δυνάμεις παμπληθει̃ς καὶ τοὺς τη̃ς 'Ασίας γενομένους ἵππους συναθροίσας οὐκ ὀλίγους παρη̃ν ὡς δοριάλωτον λημψόμενος τὴν Ιουδαίαν |
25 οἱ δὲ περὶ τὸν Μακκαβαι̃ον συνεγγίζοντος αὐτου̃ πρὸς ἱκετείαν του̃ θεου̃ γη̨̃ τὰς κεφαλὰς καταπάσαντες καὶ τὰς ὀσφύας σάκκοις ζώσαντες |
26 ἐπὶ τὴν ἀπέναντι του̃ θυσιαστηρίου κρηπι̃δα προσπεσόντες ἠξίουν ἵλεως αὐτοι̃ς γενόμενον ἐχθρευ̃σαι τοι̃ς ἐχθροι̃ς αὐτω̃ν καὶ ἀντικει̃σθαι τοι̃ς ἀντικειμένοις καθὼς ὁ νόμος διασαφει̃ |
27 γενόμενοι δὲ ἀπὸ τη̃ς δεήσεως ἀναλαβόντες τὰ ὅπλα προη̃γον ἀπὸ τη̃ς πόλεως ἐπὶ πλει̃ον συνεγγίσαντες δὲ τοι̃ς πολεμίοις ἐφ' ἑαυτω̃ν ἠ̃σαν |
28 ἄρτι δὲ τη̃ς ἀνατολη̃ς διαχεομένης προσέβαλον ἑκάτεροι οἱ μὲν ἔγγυον ἔχοντες εὐημερίας καὶ νίκης μετὰ ἀρετη̃ς τὴν ἐπὶ τὸν κύριον καταφυγήν οἱ δὲ καθηγεμόνα τω̃ν ἀγώνων ταττόμενοι τὸν θυμόν |
29 γενομένης δὲ καρτερα̃ς μάχης ἐφάνησαν τοι̃ς ὑπεναντίοις ἐξ οὐρανου̃ ἐφ' ἵππων χρυσοχαλίνων ἄνδρες πέντε διαπρεπει̃ς καὶ ἀφηγούμενοι τω̃ν Ιουδαίων |
30 οἳ καὶ τὸν Μακκαβαι̃ον μέσον λαβόντες καὶ σκεπάζοντες ται̃ς ἑαυτω̃ν πανοπλίαις ἄτρωτον διεφύλαττον εἰς δὲ τοὺς ὑπεναντίους τοξεύματα καὶ κεραυνοὺς ἐξερρίπτουν διὸ συγχυθέντες ἀορασία̨ διεκόπτοντο ταραχη̃ς πεπληρωμένοι |
31 κατεσφάγησαν δὲ δισμύριοι πρὸς τοι̃ς πεντακοσίοις ἱππει̃ς δὲ ἑξακόσιοι |
32 αὐτὸς δὲ ὁ Τιμόθεος συνέφυγεν εἰς Γαζαρα λεγόμενον ὀχύρωμα εὐ̃ μάλα φρούριον στρατηγου̃ντος ἐκει̃ Χαιρεου |
33 οἱ δὲ περὶ τὸν Μακκαβαι̃ον ἄσμενοι περιεκάθισαν τὸ φρούριον ἡμέρας τέσσαρας |
34 οἱ δὲ ἔνδον τη̨̃ ἐρυμνότητι του̃ τόπου πεποιθότες ὑπεράγαν ἐβλασφήμουν καὶ λόγους ἀθεμίτους προΐεντο |
35 ὑποφαινούσης δὲ τη̃ς πέμπτης ἡμέρας εἴκοσι νεανίαι τω̃ν περὶ τὸν Μακκαβαι̃ον πυρωθέντες τοι̃ς θυμοι̃ς διὰ τὰς βλασφημίας προσβαλόντες τω̨̃ τείχει ἀρρενωδω̃ς καὶ θηριώδει θυμω̨̃ τὸν ἐμπίπτοντα ἔκοπτον |
36 ἕτεροι δὲ ὁμοίως προσαναβάντες ἐν τω̨̃ περισπασμω̨̃ πρὸς τοὺς ἔνδον ἐνεπίμπρων τοὺς πύργους καὶ πυρὰς ἀνάπτοντες ζω̃ντας τοὺς βλασφήμους κατέκαιον οἱ δὲ τὰς πύλας διέκοπτον εἰσδεξάμενοι δὲ τὴν λοιπὴν τάξιν προκατελάβοντο τὴν πόλιν |
37 καὶ τὸν Τιμόθεον ἀποκεκρυμμένον ἔν τινι λάκκω̨ κατέσφαξαν καὶ τὸν τούτου ἀδελφὸν Χαιρέαν καὶ τὸν 'Απολλοφάνην |
38 ταυ̃τα δὲ διαπραξάμενοι μεθ' ὕμνων καὶ ἐξομολογήσεων εὐλόγουν τω̨̃ κυρίω̨ τω̨̃ μεγάλως εὐεργετου̃ντι τὸν Ισραηλ καὶ τὸ νι̃κος αὐτοι̃ς διδόντι |