Bible-Center
Whole Bible
Greek/Septuagint (gr)

ΜΑΚΚΑΒΑΊΩΝ Β, κεφαλίς 11

μετ' ὀλίγον δὲ παντελω̃ς χρονίσκον Λυσίας ἐπίτροπος του̃ βασιλέως καὶ συγγενὴς καὶ ἐπὶ τω̃ν πραγμάτων λίαν βαρέως φέρων ἐπὶ τοι̃ς γεγονόσι
συναθροίσας περὶ τὰς ὀκτὼ μυριάδας καὶ τὴν ἵππον ἅπασαν παρεγίνετο ἐπὶ τοὺς Ιουδαίους λογιζόμενος τὴν μὲν πόλιν 'Έλλησιν οἰκητήριον ποιήσειν
τὸ δὲ ἱερὸν ἀργυρολόγητον καθὼς τὰ λοιπὰ τω̃ν ἐθνω̃ν τεμένη πρατὴν δὲ κατὰ ἔτος τὴν ἀρχιερωσύνην ποιήσειν
οὐδαμω̃ς ἐπιλογιζόμενος τὸ του̃ θεου̃ κράτος πεφρενωμένος δὲ ται̃ς μυριάσιν τω̃ν πεζω̃ν καὶ ται̃ς χιλιάσιν τω̃ν ἱππέων καὶ τοι̃ς ἐλέφασιν τοι̃ς ὀγδοήκοντα
εἰσελθὼν δὲ εἰς τὴν Ιουδαίαν καὶ συνεγγίσας Βαιθσουρα ὄντι μὲν ἐρυμνω̨̃ χωρίω̨ Ιεροσολύμων δὲ ἀπέχοντι ὡσεὶ σταδίους πέντε του̃το ἔθλιβεν
ὡς δὲ μετέλαβον οἱ περὶ τὸν Μακκαβαι̃ον πολιορκου̃ντα αὐτὸν τὰ ὀχυρώματα μετὰ ὀδυρμω̃ν καὶ δακρύων ἱκέτευον σὺν τοι̃ς ὄχλοις τὸν κύριον ἀγαθὸν ἄγγελον ἀποστει̃λαι πρὸς σωτηρίαν τω̨̃ Ισραηλ
αὐτὸς δὲ πρω̃τος ὁ Μακκαβαι̃ος ἀναλαβὼν τὰ ὅπλα προετρέψατο τοὺς ἄλλους ἅμα αὐτω̨̃ διακινδυνεύοντας ἐπιβοηθει̃ν τοι̃ς ἀδελφοι̃ς αὐτω̃ν ὁμου̃ δὲ καὶ προθύμως ἐξώρμησαν
αὐτόθι δὲ πρὸς τοι̃ς Ιεροσολύμοις ὄντων ἐφάνη προηγούμενος αὐτω̃ν ἔφιππος ἐν λευκη̨̃ ἐσθη̃τι πανοπλίαν χρυση̃ν κραδαίνων
ὁμου̃ δὲ πάντες εὐλόγησαν τὸν ἐλεήμονα θεὸν καὶ ἐπερρώσθησαν ται̃ς ψυχαι̃ς οὐ μόνον ἀνθρώπους θη̃ρας δὲ τοὺς ἀγριωτάτους καὶ σιδηρα̃ τείχη τιτρώσκειν ὄντες ἕτοιμοι
10 προη̃γον ἐν διασκευη̨̃ τὸν ἀπ' οὐρανου̃ σύμμαχον ἔχοντες ἐλεήσαντος αὐτοὺς του̃ κυρίου
11 λεοντηδὸν δὲ ἐντινάξαντες εἰς τοὺς πολεμίους κατέστρωσαν αὐτω̃ν χιλίους πρὸς τοι̃ς μυρίοις ἱππει̃ς δὲ ἑξακοσίους πρὸς τοι̃ς χιλίοις τοὺς δὲ πάντας ἠνάγκασαν φεύγειν
12 οἱ πλείονες δὲ αὐτω̃ν τραυματίαι γυμνοὶ διεσώθησαν καὶ αὐτὸς δὲ ὁ Λυσίας αἰσχρω̃ς φεύγων διεσώθη
13 οὐκ ἄνους δὲ ὑπάρχων πρὸς ἑαυτὸν ἀντιβάλλων τὸ γεγονὸς περὶ αὐτὸν ἐλάττωμα καὶ συννοήσας ἀνικήτους εἰ̃ναι τοὺς Εβραίους του̃ δυναμένου θεου̃ συμμαχου̃ντος αὐτοι̃ς
14 προσαποστείλας ἔπεισεν συλλύεσθαι ἐπὶ πα̃σι τοι̃ς δικαίοις καὶ διότι καὶ τὸν βασιλέα πείσει φίλον αὐτοι̃ς ἀναγκάζων γενέσθαι
15 ἐπένευσεν δὲ ὁ Μακκαβαι̃ος ἐπὶ πα̃σιν οἱ̃ς ὁ Λυσίας παρεκάλει του̃ συμφέροντος φροντίζων ὅσα γὰρ ὁ Μακκαβαι̃ος ἐπέδωκεν τω̨̃ Λυσία̨ διὰ γραπτω̃ν περὶ τω̃ν Ιουδαίων συνεχώρησεν ὁ βασιλεύς
16 ἠ̃σαν γὰρ αἱ γεγραμμέναι τοι̃ς Ιουδαίοις ἐπιστολαὶ παρὰ μὲν Λυσίου περιέχουσαι τὸν τρόπον του̃τον Λυσίας τω̨̃ πλήθει τω̃ν Ιουδαίων χαίρειν
17 Ιωαννης καὶ Αβεσσαλωμ οἱ πεμφθέντες παρ' ὑμω̃ν ἐπιδόντες τὸν ὑπογεγραμμένον χρηματισμὸν ἠξίουν περὶ τω̃ν δι' αὐτου̃ σημαινομένων
18 ὅσα μὲν οὐ̃ν ἔδει καὶ τω̨̃ βασιλει̃ προσενεχθη̃ναι διεσάφησα ἃ δὲ ἠ̃ν ἐνδεχόμενα συνεχώρησεν
19 ἐὰν μὲν οὐ̃ν συντηρήσητε τὴν εἰς τὰ πράγματα εὔνοιαν καὶ εἰς τὸ λοιπὸν πειράσομαι παραίτιος ἀγαθω̃ν γενέσθαι
20 ὑπὲρ δὲ τούτων καὶ τω̃ν κατὰ μέρος ἐντέταλμαι τούτοις τε καὶ τοι̃ς παρ' ἐμου̃ διαλεχθη̃ναι ὑμι̃ν
21 ἔρρωσθε ἔτους ἑκατοστου̃ τεσσαρακοστου̃ ὀγδόου Διὸς Κορινθίου τετράδι καὶ εἰκάδι
22 ἡ δὲ του̃ βασιλέως ἐπιστολὴ περιει̃χεν οὕτως βασιλεὺς 'Αντίοχος τω̨̃ ἀδελφω̨̃ Λυσία̨ χαίρειν
23 του̃ πατρὸς ἡμω̃ν εἰς θεοὺς μεταστάντος βουλόμενοι τοὺς ἐκ τη̃ς βασιλείας ἀταράχους ὄντας γενέσθαι πρὸς τὴν τω̃ν ἰδίων ἐπιμέλειαν
24 ἀκηκοότες τοὺς Ιουδαίους μὴ συνευδοκου̃ντας τη̨̃ του̃ πατρὸς ἐπὶ τὰ 'Ελληνικὰ μεταθέσει ἀλλὰ τὴν ἑαυτω̃ν ἀγωγὴν αἱρετίζοντας ἀξιου̃ντας συγχωρηθη̃ναι αὐτοι̃ς τὰ νόμιμα
25 αἱρούμενοι οὐ̃ν καὶ του̃το τὸ ἔθνος ἐκτὸς ταραχη̃ς εἰ̃ναι κρίνομεν τό τε ἱερὸν ἀποκατασταθη̃ναι αὐτοι̃ς καὶ πολιτεύεσθαι κατὰ τὰ ἐπὶ τω̃ν προγόνων αὐτω̃ν ἔθη
26 εὐ̃ οὐ̃ν ποιήσεις διαπεμψάμενος πρὸς αὐτοὺς καὶ δοὺς δεξιάς ὅπως εἰδότες τὴν ἡμετέραν προαίρεσιν εὔθυμοί τε ὠ̃σιν καὶ ἡδέως διαγίνωνται πρὸς τη̨̃ τω̃ν ἰδίων ἀντιλήμψει
27 πρὸς δὲ τὸ ἔθνος ἡ του̃ βασιλέως ἐπιστολὴ τοιάδε ἠ̃ν βασιλεὺς 'Αντίοχος τη̨̃ γερουσία̨ τω̃ν Ιουδαίων καὶ τοι̃ς ἄλλοις Ιουδαίοις χαίρειν
28 εἰ ἔρρωσθε εἴη ἂν ὡς βουλόμεθα καὶ αὐτοὶ δὲ ὑγιαίνομεν
29 ἐνεφάνισεν ἡμι̃ν Μενέλαος βούλεσθαι κατελθόντας ὑμα̃ς γίνεσθαι πρὸς τοι̃ς ἰδίοις
30 τοι̃ς οὐ̃ν καταπορευομένοις μέχρι τριακάδος Ξανθικου̃ ὑπάρξει δεξιὰ μετὰ τη̃ς ἀδείας
31 χρη̃σθαι τοὺς Ιουδαίους τοι̃ς ἑαυτω̃ν δαπανήμασιν καὶ νόμοις καθὰ καὶ τὸ πρότερον καὶ οὐδεὶς αὐτω̃ν κατ' οὐδένα τρόπον παρενοχληθήσεται περὶ τω̃ν ἠγνοημένων
32 πέπομφα δὲ καὶ τὸν Μενέλαον παρακαλέσοντα ὑμα̃ς
33 ἔρρωσθε ἔτους ἑκατοστου̃ τεσσαρακοστου̃ ὀγδόου Ξανθικου̃ πεντεκαιδεκάτη̨
34 ἔπεμψαν δὲ καὶ οἱ 'Ρωμαι̃οι πρὸς αὐτοὺς ἐπιστολὴν ἔχουσαν οὕτως Κόιντος Μέμμιος Τίτος Μάνιος πρεσβυ̃ται 'Ρωμαίων τω̨̃ δήμω̨ τω̃ν Ιουδαίων χαίρειν
35 ὑπὲρ ὡ̃ν Λυσίας ὁ συγγενὴς του̃ βασιλέως συνεχώρησεν ὑμι̃ν καὶ ἡμει̃ς συνευδοκου̃μεν
36 ἃ δὲ ἔκρινεν προσανενεχθη̃ναι τω̨̃ βασιλει̃ πέμψατέ τινα παραχρη̃μα ἐπισκεψάμενοι περὶ τούτων ἵνα ἐκθω̃μεν ὡς καθήκει ὑμι̃ν ἡμει̃ς γὰρ προσάγομεν πρὸς 'Αντιόχειαν
37 διὸ σπεύσατε καὶ πέμψατέ τινας ὅπως καὶ ἡμει̃ς ἐπιγνω̃μεν ὁποίας ἐστὲ γνώμης
38 ὑγιαίνετε ἔτους ἑκατοστου̃ τεσσαρακοστου̃ ὀγδόου Ξανθικου̃ πεντεκαιδεκάτη̨
To view greek and slavonic text correctly you need to install Lucida Sans Unicode and Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.

After registering, you can subscribe to any Bible reading plan.

Personalized settings and other services for registered users are planned, so we recommend registering now. Registration is free.