Bible-Center
Whole Bible
Greek/Septuagint (gr)

ΜΑΚΚΑΒΑΊΩΝ Β, κεφαλίς 12

γενομένων δὲ τω̃ν συνθηκω̃ν τούτων ὁ μὲν Λυσίας ἀπή̨ει πρὸς τὸν βασιλέα οἱ δὲ Ιουδαι̃οι περὶ τὴν γεωργίαν ἐγίνοντο
τω̃ν δὲ κατὰ τόπον στρατηγω̃ν Τιμόθεος καὶ 'Απολλώνιος ὁ του̃ Γενναίου ἔτι δὲ 'Ιερώνυμος καὶ Δημοφών πρὸς δὲ τούτοις Νικάνωρ ὁ Κυπριάρχης οὐκ εἴων αὐτοὺς εὐσταθει̃ν καὶ τὰ τη̃ς ἡσυχίας ἄγειν
'Ιοππι̃ται δὲ τηλικου̃το συνετέλεσαν τὸ δυσσέβημα παρακαλέσαντες τοὺς σὺν αὐτοι̃ς οἰκου̃ντας Ιουδαίους ἐμβη̃ναι εἰς τὰ παρακατασταθέντα ὑπ' αὐτω̃ν σκάφη σὺν γυναιξὶν καὶ τέκνοις ὡς μηδεμια̃ς ἐνεστώσης πρὸς αὐτοὺς δυσμενείας
κατὰ δὲ τὸ κοινὸν τη̃ς πόλεως ψήφισμα καὶ τούτων ἐπιδεξαμένων ὡς ἂν εἰρηνεύειν θελόντων καὶ μηδὲν ὕποπτον ἐχόντων ἐπαναχθέντας αὐτοὺς ἐβύθισαν ὄντας οὐκ ἔλαττον τω̃ν διακοσίων
μεταλαβὼν δὲ Ιουδας τὴν γεγονυι̃αν εἰς τοὺς ὁμοεθνει̃ς ὠμότητα παραγγείλας τοι̃ς περὶ αὐτὸν ἀνδράσιν
καὶ ἐπικαλεσάμενος τὸν δίκαιον κριτὴν θεὸν παρεγένετο ἐπὶ τοὺς μιαιφόνους τω̃ν ἀδελφω̃ν καὶ τὸν μὲν λιμένα νύκτωρ ἐνέπρησεν καὶ τὰ σκάφη κατέφλεξεν τοὺς δὲ ἐκει̃ συμφυγόντας ἐξεκέντησεν
του̃ δὲ χωρίου συγκλεισθέντος ἀνέλυσεν ὡς πάλιν ἥξων καὶ τὸ σύμπαν τω̃ν Ιοππιτω̃ν ἐκριζω̃σαι πολίτευμα
μεταλαβὼν δὲ καὶ τοὺς ἐν Ιαμνεία̨ τὸν αὐτὸν ἐπιτελει̃ν βουλομένους τρόπον τοι̃ς παροικου̃σιν Ιουδαίοις
καὶ τοι̃ς Ιαμνίταις νυκτὸς ἐπιβαλὼν ὑφη̃ψεν τὸν λιμένα σὺν τω̨̃ στόλω̨ ὥστε φαίνεσθαι τὰς αὐγὰς του̃ φέγγους εἰς τὰ Ιεροσόλυμα σταδίων ὄντων διακοσίων τεσσαράκοντα
10 ἐκει̃θεν δὲ ἀποσπάσαντες σταδίους ἐννέα ποιουμένων τὴν πορείαν ἐπὶ τὸν Τιμόθεον προσέβαλον 'Άραβες αὐτω̨̃ οὐκ ἐλάττους τω̃ν πεντακισχιλίων ἱππει̃ς δὲ πεντακόσιοι
11 γενομένης δὲ καρτερα̃ς μάχης καὶ τω̃ν περὶ τὸν Ιουδαν διὰ τὴν παρὰ του̃ θεου̃ βοήθειαν εὐημερησάντων ἐλαττονωθέντες οἱ νομάδες ἠξίουν δου̃ναι τὸν Ιουδαν δεξιὰς αὐτοι̃ς ὑπισχνούμενοι καὶ βοσκήματα δώσειν καὶ ἐν τοι̃ς λοιποι̃ς ὠφελήσειν αὐτούς
12 Ιουδας δὲ ὑπολαβὼν ὡς ἀληθω̃ς ἐν πολλοι̃ς αὐτοὺς χρησίμους ἐπεχώρησεν εἰρήνην ἄξειν πρὸς αὐτούς καὶ λαβόντες δεξιὰς εἰς τὰς σκηνὰς ἐχωρίσθησαν
13 ἐπέβαλεν δὲ καὶ ἐπί τινα πόλιν γεφύραις ὀχυρὰν καὶ τείχεσιν περιπεφραγμένην καὶ παμμειγέσιν ἔθνεσιν κατοικουμένην ὄνομα δὲ Κασπιν
14 οἱ δὲ ἔνδον πεποιθότες τη̨̃ τω̃ν τειχέων ἐρυμνότητι τη̨̃ τε τω̃ν βρωμάτων παραθέσει ἀναγωγότερον ἐχρω̃ντο τοι̃ς περὶ τὸν Ιουδαν λοιδορου̃ντες καὶ προσέτι βλασφημου̃ντες καὶ λαλου̃ντες ἃ μὴ θέμις
15 οἱ δὲ περὶ τὸν Ιουδαν ἐπικαλεσάμενοι τὸν μέγαν του̃ κόσμου δυνάστην τὸν ἄτερ κριω̃ν καὶ μηχανω̃ν ὀργανικω̃ν κατακρημνίσαντα τὴν Ιεριχω κατὰ τοὺς 'Ιησου̃ χρόνους ἐνέσεισαν θηριωδω̃ς τω̨̃ τείχει
16 καταλαβόμενοί τε τὴν πόλιν τη̨̃ του̃ θεου̃ θελήσει ἀμυθήτους ἐποιήσαντο σφαγὰς ὥστε τὴν παρακειμένην λίμνην τὸ πλάτος ἔχουσαν σταδίους δύο κατάρρυτον αἵματι πεπληρωμένην φαίνεσθαι
17 ἐκει̃θεν δὲ ἀποσπάσαντες σταδίους ἑπτακοσίους πεντήκοντα διήνυσαν εἰς τὸν Χάρακα πρὸς τοὺς λεγομένους Τουβιανοὺς Ιουδαίους
18 καὶ Τιμόθεον μὲν ἐπὶ τω̃ν τόπων οὐ κατέλαβον ἄπρακτον τότε ἀπὸ τω̃ν τόπων ἐκλελυκότα καταλελοιπότα δὲ φρουρὰν ἔν τινι τόπω̨ καὶ μάλα ὀχυράν
19 Δοσίθεος δὲ καὶ Σωσίπατρος τω̃ν περὶ τὸν Μακκαβαι̃ον ἡγεμόνων ἐξοδεύσαντες ἀπώλεσαν τοὺς ὑπὸ Τιμοθέου καταλειφθέντας ἐν τω̨̃ ὀχυρώματι πλείους τω̃ν μυρίων ἀνδρω̃ν
20 ὁ δὲ Μακκαβαι̃ος διατάξας τὴν περὶ αὐτὸν στρατιὰν σπειρηδὸν κατέστησεν αὐτοὺς ἐπὶ τω̃ν σπειρω̃ν καὶ ἐπὶ τὸν Τιμόθεον ὥρμησεν ἔχοντα περὶ αὐτὸν μυριάδας δώδεκα πεζω̃ν ἱππει̃ς δὲ δισχιλίους πρὸς τοι̃ς πεντακοσίοις
21 τὴν δὲ ἔφοδον μεταλαβὼν Ιουδου προεξαπέστειλεν ὁ Τιμόθεος τὰς γυναι̃κας καὶ τὰ τέκνα καὶ τὴν ἄλλην ἀποσκευὴν εἰς τὸ λεγόμενον Καρνιον ἠ̃ν γὰρ δυσπολιόρκητον καὶ δυσπρόσιτον τὸ χωρίον διὰ τὴν πάντων τω̃ν τόπων στενότητα
22 ἐπιφανείσης δὲ τη̃ς Ιουδου σπείρας πρώτης καὶ γενομένου δέους ἐπὶ τοὺς πολεμίους φόβου τε ἐκ τη̃ς του̃ τὰ πάντα ἐφορω̃ντος ἐπιφανείας γενομένης ἐπ' αὐτοὺς εἰς φυγὴν ὥρμησαν ἄλλος ἀλλαχη̨̃ φερόμενος ὥστε πολλάκις ὑπὸ τω̃ν ἰδίων βλάπτεσθαι καὶ ται̃ς τω̃ν ξιφω̃ν ἀκμαι̃ς ἀναπείρεσθαι
23 ἐποιει̃το δὲ τὸν διωγμὸν εὐτονώτερον ὁ Ιουδας συγκεντω̃ν τοὺς ἀλιτηρίους διέφθειρέν τε εἰς μυριάδας τρει̃ς ἀνδρω̃ν
24 αὐτὸς δὲ ὁ Τιμόθεος ἐμπεσὼν τοι̃ς περὶ τὸν Δοσίθεον καὶ Σωσίπατρον ἠξίου μετὰ πολλη̃ς γοητείας ἐξαφει̃ναι σω̃ον αὐτὸν διὰ τὸ πλειόνων μὲν γονει̃ς ὡ̃ν δὲ ἀδελφοὺς ἔχειν καὶ τούτους ἀλογηθη̃ναι συμβήσεται
25 πιστώσαντος δὲ αὐτου̃ διὰ πλειόνων τὸν ὁρισμὸν ἀποκαταστη̃σαι τούτους ἀπημάντους ἀπέλυσαν αὐτὸν ἕνεκα τη̃ς τω̃ν ἀδελφω̃ν σωτηρίας
26 ἐξελθὼν δὲ ἐπὶ τὸ Καρνιον καὶ τὸ Ατεργατειον κατέσφαξεν μυριάδας σωμάτων δύο καὶ πεντακισχιλίους
27 μετὰ δὲ τὴν τούτων τροπὴν καὶ ἀπώλειαν ἐπεστράτευσεν καὶ ἐπὶ Εφρων πόλιν ὀχυράν ἐν ἡ̨̃ κατώ̨κει Λυσίας καὶ πάμφυλα πλήθη νεανίαι δὲ ῥωμαλέοι πρὸ τω̃ν τειχέων καθεστω̃τες εὐρώστως ἀπεμάχοντο ἔνθα δὲ ὀργάνων καὶ βελω̃ν πολλαὶ παραθέσεις ὑπη̃ρχον
28 ἐπικαλεσάμενοι δὲ τὸν δυνάστην τὸν μετὰ κράτους συντρίβοντα τὰς τω̃ν πολεμίων ἀλκὰς ἔλαβον τὴν πόλιν ὑποχείριον κατέστρωσαν δὲ τω̃ν ἔνδον εἰς μυριάδας δύο πεντακισχιλίους
29 ἀναζεύξαντες δὲ ἐκει̃θεν ὥρμησαν ἐπὶ Σκυθω̃ν πόλιν ἀπέχουσαν ἀπὸ Ιεροσολύμων σταδίους ἑξακοσίους
30 ἀπομαρτυρησάντων δὲ τω̃ν ἐκει̃ καθεστώτων Ιουδαίων ἣν οἱ Σκυθοπολι̃ται ἔσχον πρὸς αὐτοὺς εὔνοιαν καὶ ἐν τοι̃ς τη̃ς ἀτυχίας καιροι̃ς ἥμερον ἀπάντησιν
31 εὐχαριστήσαντες καὶ προσπαρακαλέσαντες καὶ εἰς τὰ λοιπὰ πρὸς τὸ γένος εὐμενει̃ς εἰ̃ναι παρεγενήθησαν εἰς Ιεροσόλυμα τη̃ς τω̃ν ἑβδομάδων ἑορτη̃ς οὔσης ὑπογύου
32 μετὰ δὲ τὴν λεγομένην πεντηκοστὴν ὥρμησαν ἐπὶ Γοργίαν τὸν τη̃ς Ιδουμαίας στρατηγόν
33 ἐξη̃λθεν δὲ μετὰ πεζω̃ν τρισχιλίων ἱππέων δὲ τετρακοσίων
34 παραταξαμένους δὲ συνέβη πεσει̃ν ὀλίγους τω̃ν Ιουδαίων
35 Δοσίθεος δέ τις τω̃ν του̃ Βακήνορος ἔφιππος ἀνὴρ καὶ καρτερός εἴχετο του̃ Γοργίου καὶ λαβόμενος τη̃ς χλαμύδος ἠ̃γεν αὐτὸν εὐρώστως καὶ βουλόμενος τὸν κατάρατον λαβει̃ν ζωγρίαν τω̃ν ἱππέων τινὸς Θρα̨κω̃ν ἐπενεχθέντος αὐτω̨̃ καὶ τὸν ὠ̃μον καθελόντος διέφυγεν ὁ Γοργίας εἰς Μαρισα
36 τω̃ν δὲ περὶ τὸν Εσδριν ἐπὶ πλει̃ον μαχομένων καὶ κατακόπων ὄντων ἐπικαλεσάμενος Ιουδας τὸν κύριον σύμμαχον φανη̃ναι καὶ προοδηγὸν του̃ πολέμου
37 καταρξάμενος τη̨̃ πατρίω̨ φωνη̨̃ τὴν μεθ' ὕμνων κραυγὴν ἐνσείσας ἀπροσδοκήτως τοι̃ς περὶ τὸν Γοργίαν τροπὴν αὐτω̃ν ἐποιήσατο
38 Ιουδας δὲ ἀναλαβὼν τὸ στράτευμα ἡ̃κεν εἰς Οδολλαμ πόλιν τη̃ς δὲ ἑβδομάδος ἐπιβαλλούσης κατὰ τὸν ἐθισμὸν ἁγνισθέντες αὐτόθι τὸ σάββατον διήγαγον
39 τη̨̃ δὲ ἐχομένη̨ ἠ̃λθον οἱ περὶ τὸν Ιουδαν καθ' ὃν χρόνον τὸ τη̃ς χρείας ἐγεγόνει τὰ σώματα τω̃ν προπεπτωκότων ἀνακομίσασθαι καὶ μετὰ τω̃ν συγγενω̃ν ἀποκαταστη̃σαι εἰς τοὺς πατρώ̨ους τάφους
40 εὑ̃ρον δὲ ἑκάστου τω̃ν τεθνηκότων ὑπὸ τοὺς χιτω̃νας ἱερώματα τω̃ν ἀπὸ Ιαμνείας εἰδώλων ἀφ' ὡ̃ν ὁ νόμος ἀπείργει τοὺς Ιουδαίους τοι̃ς δὲ πα̃σι σαφὲς ἐγένετο διὰ τήνδε τὴν αἰτίαν τούσδε πεπτωκέναι
41 πάντες οὐ̃ν εὐλογήσαντες τὰ του̃ δικαιοκρίτου κυρίου τὰ κεκρυμμένα φανερὰ ποιου̃ντος
42 εἰς ἱκετείαν ἐτράπησαν ἀξιώσαντες τὸ γεγονὸς ἁμάρτημα τελείως ἐξαλειφθη̃ναι ὁ δὲ γενναι̃ος Ιουδας παρεκάλεσε τὸ πλη̃θος συντηρει̃ν αὑτοὺς ἀναμαρτήτους εἰ̃ναι ὑπ' ὄψιν ἑωρακότας τὰ γεγονότα διὰ τὴν τω̃ν προπεπτωκότων ἁμαρτίαν
43 ποιησάμενός τε κατ' ἀνδρολογίαν εἰς ἀργυρίου δραχμὰς δισχιλίας ἀπέστειλεν εἰς Ιεροσόλυμα προσαγαγει̃ν περὶ ἁμαρτίας θυσίαν πάνυ καλω̃ς καὶ ἀστείως πράττων ὑπὲρ ἀναστάσεως διαλογιζόμενος
44 εἰ μὴ γὰρ τοὺς προπεπτωκότας ἀναστη̃ναι προσεδόκα περισσὸν καὶ ληρω̃δες ὑπὲρ νεκρω̃ν εὔχεσθαι
45 εἰ̃τε' ἐμβλέπων τοι̃ς μετ' εὐσεβείας κοιμωμένοις κάλλιστον ἀποκείμενον χαριστήριον ὁσία καὶ εὐσεβὴς ἡ ἐπίνοια ὅθεν περὶ τω̃ν τεθνηκότων τὸν ἐξιλασμὸν ἐποιήσατο τη̃ς ἁμαρτίας ἀπολυθη̃ναι
To view greek and slavonic text correctly you need to install Lucida Sans Unicode and Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.

After registering, you can subscribe to any Bible reading plan.

Personalized settings and other services for registered users are planned, so we recommend registering now. Registration is free.