Bible-Center
Whole Bible
Greek/Septuagint (gr)

ΒΑΣΙΛΕΙΩΝ Γ, κεφαλίς 16

καὶ ἐγένετο λόγος κυρίου ἐν χειρὶ Ιου υἱου̃ Ανανι πρὸς Βαασα
ἀνθ' ὡ̃ν ὕψωσά σε ἀπὸ τη̃ς γη̃ς καὶ ἔδωκά σε ἡγούμενον ἐπὶ τὸν λαόν μου Ισραηλ καὶ ἐπορεύθης ἐν τη̨̃ ὁδω̨̃ Ιεροβοαμ καὶ ἐξήμαρτες τὸν λαόν μου τὸν Ισραηλ του̃ παροργίσαι με ἐν τοι̃ς ματαίοις αὐτω̃ν
ἰδοὺ ἐγὼ ἐξεγείρω ὀπίσω Βαασα καὶ ὄπισθεν του̃ οἴκου αὐτου̃ καὶ δώσω τὸν οἰ̃κόν σου ὡς τὸν οἰ̃κον Ιεροβοαμ υἱου̃ Ναβατ
τὸν τεθνηκότα του̃ Βαασα ἐν τη̨̃ πόλει καταφάγονται αὐτὸν οἱ κύνες καὶ τὸν τεθνηκότα αὐτου̃ ἐν τω̨̃ πεδίω̨ καταφάγονται αὐτὸν τὰ πετεινὰ του̃ οὐρανου̃
καὶ τὰ λοιπὰ τω̃ν λόγων Βαασα καὶ πάντα ἃ ἐποίησεν καὶ αἱ δυναστει̃αι αὐτου̃ οὐκ ἰδοὺ ταυ̃τα γεγραμμένα ἐν βιβλίω̨ λόγων τω̃ν ἡμερω̃ν τω̃ν βασιλέων Ισραηλ
καὶ ἐκοιμήθη Βαασα μετὰ τω̃ν πατέρων αὐτου̃ καὶ θάπτεται ἐν Θερσα καὶ βασιλεύει Ηλα υἱὸς αὐτου̃ ἀντ' αὐτου̃ ἐν τω̨̃ εἰκοστω̨̃ ἔτει βασιλέως Ασα
καὶ ἐν χειρὶ Ιου υἱου̃ Ανανι ἐλάλησεν κύριος ἐπὶ Βαασα καὶ ἐπὶ τὸν οἰ̃κον αὐτου̃ πα̃σαν τὴν κακίαν ἣν ἐποίησεν ἐνώπιον κυρίου του̃ παροργίσαι αὐτὸν ἐν τοι̃ς ἔργοις τω̃ν χειρω̃ν αὐτου̃ του̃ εἰ̃ναι κατὰ τὸν οἰ̃κον Ιεροβοαμ καὶ ὑπὲρ του̃ πατάξαι αὐτόν
καὶ Ηλα υἱὸς Βαασα ἐβασίλευσεν ἐπὶ Ισραηλ δύο ἔτη ἐν Θερσα
καὶ συνέστρεψεν ἐπ' αὐτὸν Ζαμβρι ὁ ἄρχων τη̃ς ἡμίσους τη̃ς ἵππου καὶ αὐτὸς ἠ̃ν ἐν Θερσα πίνων μεθύων ἐν τω̨̃ οἴκω̨ Ωσα του̃ οἰκονόμου ἐν Θερσα
10 καὶ εἰση̃λθεν Ζαμβρι καὶ ἐπάταξεν αὐτὸν καὶ ἐθανάτωσεν αὐτὸν καὶ ἐβασίλευσεν ἀντ' αὐτου̃
11 καὶ ἐγενήθη ἐν τω̨̃ βασιλευ̃σαι αὐτὸν ἐν τω̨̃ καθίσαι αὐτὸν ἐπὶ του̃ θρόνου αὐτου̃ καὶ ἐπάταξεν ὅλον τὸν οἰ̃κον Βαασα
12 κατὰ τὸ ῥη̃μα ὃ ἐλάλησεν κύριος ἐπὶ τὸν οἰ̃κον Βαασα πρὸς Ιου τὸν προφήτην
13 περὶ πασω̃ν τω̃ν ἁμαρτιω̃ν Βαασα καὶ Ηλα του̃ υἱου̃ αὐτου̃ ὡς ἐξήμαρτεν τὸν Ισραηλ του̃ παροργίσαι κύριον τὸν θεὸν Ισραηλ ἐν τοι̃ς ματαίοις αὐτω̃ν
14 καὶ τὰ λοιπὰ τω̃ν λόγων Ηλα καὶ πάντα ἃ ἐποίησεν οὐκ ἰδοὺ ταυ̃τα γεγραμμένα ἐν βιβλίω̨ λόγων τω̃ν ἡμερω̃ν τω̃ν βασιλέων Ισραηλ
15 καὶ Ζαμβρι ἐβασίλευσεν ἑπτὰ ἡμέρας ἐν Θερσα καὶ ἡ παρεμβολὴ Ισραηλ ἐπὶ Γαβαθων τὴν τω̃ν ἀλλοφύλων
16 καὶ ἤκουσεν ὁ λαὸς ἐν τη̨̃ παρεμβολη̨̃ λεγόντων συνεστράφη Ζαμβρι καὶ ἔπαισεν τὸν βασιλέα καὶ ἐβασίλευσαν ἐν Ισραηλ τὸν Αμβρι τὸν ἡγούμενον τη̃ς στρατια̃ς ἐπὶ Ισραηλ ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ ἐν τη̨̃ παρεμβολη̨̃
17 καὶ ἀνέβη Αμβρι καὶ πα̃ς Ισραηλ μετ' αὐτου̃ ἐκ Γαβαθων καὶ περιεκάθισαν ἐπὶ Θερσα
18 καὶ ἐγενήθη ὡς εἰ̃δεν Ζαμβρι ὅτι προκατείλημπται αὐτου̃ ἡ πόλις καὶ εἰσπορεύεται εἰς ἄντρον του̃ οἴκου του̃ βασιλέως καὶ ἐνεπύρισεν ἐπ' αὐτὸν τὸν οἰ̃κον του̃ βασιλέως ἐν πυρὶ καὶ ἀπέθανεν
19 ὑπὲρ τω̃ν ἁμαρτιω̃ν αὐτου̃ ὡ̃ν ἐποίησεν του̃ ποιη̃σαι τὸ πονηρὸν ἐνώπιον κυρίου πορευθη̃ναι ἐν ὁδω̨̃ Ιεροβοαμ υἱου̃ Ναβατ καὶ ἐν ται̃ς ἁμαρτίαις αὐτου̃ ὡς ἐξήμαρτεν τὸν Ισραηλ
20 καὶ τὰ λοιπὰ τω̃ν λόγων Ζαμβρι καὶ τὰς συνάψεις αὐτου̃ ἃς συνη̃ψεν οὐκ ἰδοὺ ταυ̃τα γεγραμμένα ἐν βιβλίω̨ λόγων τω̃ν ἡμερω̃ν τω̃ν βασιλέων Ισραηλ
21 τότε μερίζεται ὁ λαὸς Ισραηλ ἥμισυ του̃ λαου̃ γίνεται ὀπίσω Θαμνι υἱου̃ Γωναθ του̃ βασιλευ̃σαι αὐτόν καὶ τὸ ἥμισυ του̃ λαου̃ γίνεται ὀπίσω Αμβρι
22 ὁ λαὸς ὁ ὢν ὀπίσω Αμβρι ὑπερεκράτησεν τὸν λαὸν τὸν ὀπίσω Θαμνι υἱου̃ Γωναθ καὶ ἀπέθανεν Θαμνι καὶ Ιωραμ ὁ ἀδελφὸς αὐτου̃ ἐν τω̨̃ καιρω̨̃ ἐκείνω̨ καὶ ἐβασίλευσεν Αμβρι μετὰ Θαμνι
23 ἐν τω̨̃ ἔτει τω̨̃ τριακοστω̨̃ καὶ πρώτω̨ του̃ βασιλέως Ασα βασιλεύει Αμβρι ἐπὶ Ισραηλ δώδεκα ἔτη ἐν Θερσα βασιλεύει ἓξ ἔτη
24 καὶ ἐκτήσατο Αμβρι τὸ ὄρος τὸ Σεμερων παρὰ Σεμηρ του̃ κυρίου του̃ ὄρους δύο ταλάντων ἀργυρίου καὶ ὠ̨κοδόμησεν τὸ ὄρος καὶ ἐπεκάλεσεν τὸ ὄνομα του̃ ὄρους οὑ̃ ὠ̨κοδόμεσεν ἐπὶ τω̨̃ ὀνόματι Σεμηρ του̃ κυρίου του̃ ὄρους Σαεμηρων
25 καὶ ἐποίησεν Αμβρι τὸ πονηρὸν ἐνώπιον κυρίου καὶ ἐπονηρεύσατο ὑπὲρ πάντας τοὺς γενομένους ἔμπροσθεν αὐτου̃
26 καὶ ἐπορεύθη ἐν πάση̨ ὁδω̨̃ Ιεροβοαμ υἱου̃ Ναβατ καὶ ἐν ται̃ς ἁμαρτίαις αὐτου̃ αἱ̃ς ἐξήμαρτεν τὸν Ισραηλ του̃ παροργίσαι τὸν κύριον θεὸν Ισραηλ ἐν τοι̃ς ματαίοις αὐτω̃ν
27 καὶ τὰ λοιπὰ τω̃ν λόγων Αμβρι καὶ πάντα ἃ ἐποίησεν καὶ ἡ δυναστεία αὐτου̃ οὐκ ἰδοὺ ταυ̃τα γεγραμμένα ἐν βιβλίω̨ λόγων τω̃ν ἡμερω̃ν τω̃ν βασιλέων Ισραηλ
28 καὶ ἐκοιμήθη Αμβρι μετὰ τω̃ν πατέρων αὐτου̃ καὶ θάπτεται ἐν Σαμαρεία̨ καὶ βασιλεύει Αχααβ υἱὸς αὐτου̃ ἀντ' αὐτου̃
29 ἐν ἔτει δευτέρω̨ τω̨̃ Ιωσαφατ βασιλεύει Αχααβ υἱὸς Αμβρι ἐβασίλευσεν ἐπὶ Ισραηλ ἐν Σαμαρεία̨ εἴκοσι καὶ δύο ἔτη
30 καὶ ἐποίησεν Αχααβ τὸ πονηρὸν ἐνώπιον κυρίου ἐπονηρεύσατο ὑπὲρ πάντας τοὺς ἔμπροσθεν αὐτου̃
31 καὶ οὐκ ἠ̃ν αὐτω̨̃ ἱκανὸν του̃ πορεύεσθαι ἐν ται̃ς ἁμαρτίαις Ιεροβοαμ υἱου̃ Ναβατ καὶ ἔλαβεν γυναι̃κα τὴν Ιεζαβελ θυγατέρα Ιεθεβααλ βασιλέως Σιδωνίων καὶ ἐπορεύθη καὶ ἐδούλευσεν τω̨̃ Βααλ καὶ προσεκύνησεν αὐτω̨̃
32 καὶ ἔστησεν θυσιαστήριον τω̨̃ Βααλ ἐν οἴκω̨ τω̃ν προσοχθισμάτων αὐτου̃ ὃν ὠ̨κοδόμησεν ἐν Σαμαρεία̨
33 καὶ ἐποίησεν Αχααβ ἄλσος καὶ προσέθηκεν Αχααβ του̃ ποιη̃σαι παροργίσματα του̃ παροργίσαι τὴν ψυχὴν αὐτου̃ του̃ ἐξολεθρευθη̃ναι ἐκακοποίησεν ὑπὲρ πάντας τοὺς βασιλει̃ς Ισραηλ τοὺς γενομένους ἔμπροσθεν αὐτου̃
34 ἐν ται̃ς ἡμέραις αὐτου̃ ὠ̨κοδόμησεν Αχιηλ ὁ Βαιθηλίτης τὴν Ιεριχω ἐν τω̨̃ Αβιρων τω̨̃ πρωτοτόκω̨ αὐτου̃ ἐθεμελίωσεν αὐτὴν καὶ τω̨̃ Σεγουβ τω̨̃ νεωτέρω̨ αὐτου̃ ἐπέστησεν θύρας αὐτη̃ς κατὰ τὸ ῥη̃μα κυρίου ὃ ἐλάλησεν ἐν χειρὶ Ιησου υἱου̃ Ναυη
To view greek and slavonic text correctly you need to install Lucida Sans Unicode and Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.

After registering, you can subscribe to any Bible reading plan.

Personalized settings and other services for registered users are planned, so we recommend registering now. Registration is free.