1 καὶ ἀνήγγειλεν Αχααβ τη̨̃ Ιεζαβελ γυναικὶ αὐτου̃ πάντα ἃ ἐποίησεν Ηλιου καὶ ὡς ἀπέκτεινεν τοὺς προφήτας ἐν ῥομφαία̨ |
2 καὶ ἀπέστειλεν Ιεζαβελ πρὸς Ηλιου καὶ εἰ̃πεν εἰ σὺ εἰ̃ Ηλιου καὶ ἐγὼ Ιεζαβελ τάδε ποιήσαι μοι ὁ θεὸς καὶ τάδε προσθείη ὅτι ταύτην τὴν ὥραν αὔριον θήσομαι τὴν ψυχήν σου καθὼς ψυχὴν ἑνὸς ἐξ αὐτω̃ν |
3 καὶ ἐφοβήθη Ηλιου καὶ ἀνέστη καὶ ἀπη̃λθεν κατὰ τὴν ψυχὴν ἑαυτου̃ καὶ ἔρχεται εἰς Βηρσαβεε τὴν Ιουδα καὶ ἀφη̃κεν τὸ παιδάριον αὐτου̃ ἐκει̃ |
4 καὶ αὐτὸς ἐπορεύθη ἐν τη̨̃ ἐρήμω̨ ὁδὸν ἡμέρας καὶ ἠ̃λθεν καὶ ἐκάθισεν ὑπὸ ραθμ ἓν καὶ ἠ̨τήσατο τὴν ψυχὴν αὐτου̃ ἀποθανει̃ν καὶ εἰ̃πεν ἱκανούσθω νυ̃ν λαβὲ δὴ τὴν ψυχήν μου ἀπ' ἐμου̃ κύριε ὅτι οὐ κρείσσων ἐγώ εἰμι ὑπὲρ τοὺς πατέρας μου |