Bible-Center
Whole Bible
Greek/Septuagint (gr)

ΔΑΝΙΗΛ, κεφαλίς 5

1 Βαλτασαρ ὁ βασιλεὺς ἐποίησεν δει̃πνον μέγα τοι̃ς μεγιστα̃σιν αὐτου̃ χιλίοις καὶ κατέναντι τω̃ν χιλίων ὁ οἰ̃νος καὶ πίνων
2 Βαλτασαρ εἰ̃πεν ἐν τη̨̃ γεύσει του̃ οἴνου του̃ ἐνεγκει̃ν τὰ σκεύη τὰ χρυσα̃ καὶ τὰ ἀργυρα̃ ἃ ἐξήνεγκεν Ναβουχοδονοσορ ὁ πατὴρ αὐτου̃ ἐκ του̃ ναου̃ του̃ ἐν Ιερουσαλημ καὶ πιέτωσαν ἐν αὐτοι̃ς ὁ βασιλεὺς καὶ οἱ μεγιστα̃νες αὐτου̃ καὶ αἱ παλλακαὶ αὐτου̃ καὶ αἱ παράκοιτοι αὐτου̃
3 καὶ ἠνέχθησαν τὰ σκεύη τὰ χρυσα̃ καὶ τὰ ἀργυρα̃ ἃ ἐξήνεγκεν ἐκ του̃ ναου̃ του̃ θεου̃ του̃ ἐν Ιερουσαλημ καὶ ἔπινον ἐν αὐτοι̃ς ὁ βασιλεὺς καὶ οἱ μεγιστα̃νες αὐτου̃ καὶ αἱ παλλακαὶ αὐτου̃ καὶ αἱ παράκοιτοι αὐτου̃
4 ἔπινον οἰ̃νον καὶ ἤ̨νεσαν τοὺς θεοὺς τοὺς χρυσου̃ς καὶ ἀργυρου̃ς καὶ χαλκου̃ς καὶ σιδηρου̃ς καὶ ξυλίνους καὶ λιθίνους
5 ἐν αὐτη̨̃ τη̨̃ ὥρα̨ ἐξη̃λθον δάκτυλοι χειρὸς ἀνθρώπου καὶ ἔγραφον κατέναντι τη̃ς λαμπάδος ἐπὶ τὸ κονίαμα του̃ τοίχου του̃ οἴκου του̃ βασιλέως καὶ ὁ βασιλεὺς ἐθεώρει τοὺς ἀστραγάλους τη̃ς χειρὸς τη̃ς γραφούσης
6 τότε του̃ βασιλέως ἡ μορφὴ ἠλλοιώθη καὶ οἱ διαλογισμοὶ αὐτου̃ συνετάρασσον αὐτόν καὶ οἱ σύνδεσμοι τη̃ς ὀσφύος αὐτου̃ διελύοντο καὶ τὰ γόνατα αὐτου̃ συνεκροτου̃ντο
7 καὶ ἐβόησεν ὁ βασιλεὺς ἐν ἰσχύι του̃ εἰσαγαγει̃ν μάγους Χαλδαίους γαζαρηνοὺς καὶ εἰ̃πεν τοι̃ς σοφοι̃ς Βαβυλω̃νος ὃς ἂν ἀναγνω̨̃ τὴν γραφὴν ταύτην καὶ τὴν σύγκρισιν γνωρίση̨ μοι πορφύραν ἐνδύσεται καὶ ὁ μανιάκης ὁ χρυσου̃ς ἐπὶ τὸν τράχηλον αὐτου̃ καὶ τρίτος ἐν τη̨̃ βασιλεία̨ μου ἄρξει
8 καὶ εἰσεπορεύοντο πάντες οἱ σοφοὶ του̃ βασιλέως καὶ οὐκ ἠδύναντο τὴν γραφὴν ἀναγνω̃ναι οὐδὲ τὴν σύγκρισιν γνωρίσαι τω̨̃ βασιλει̃
9 καὶ ὁ βασιλεὺς Βαλτασαρ πολὺ ἐταράχθη καὶ ἡ μορφὴ αὐτου̃ ἠλλοιώθη ἐπ' αὐτω̨̃ καὶ οἱ μεγιστα̃νες αὐτου̃ συνεταράσσοντο
10 καὶ εἰση̃λθεν ἡ βασίλισσα εἰς τὸν οἰ̃κον του̃ πότου καὶ εἰ̃πεν βασιλευ̃ εἰς τοὺς αἰω̃νας ζη̃θι μὴ ταρασσέτωσάν σε οἱ διαλογισμοί σου καὶ ἡ μορφή σου μὴ ἀλλοιούσθω
11 ἔστιν ἀνὴρ ἐν τη̨̃ βασιλεία̨ σου ἐν ὡ̨̃ πνευ̃μα θεου̃ καὶ ἐν ται̃ς ἡμέραις του̃ πατρός σου γρηγόρησις καὶ σύνεσις εὑρέθη ἐν αὐτω̨̃ καὶ ὁ βασιλεὺς Ναβουχοδονοσορ ὁ πατήρ σου ἄρχοντα ἐπαοιδω̃ν μάγων Χαλδαίων γαζαρηνω̃ν κατέστησεν αὐτόν
12 ὅτι πνευ̃μα περισσὸν ἐν αὐτω̨̃ καὶ φρόνησις καὶ σύνεσις συγκρίνων ἐνύπνια καὶ ἀναγγέλλων κρατούμενα καὶ λύων συνδέσμους Δανιηλ καὶ ὁ βασιλεὺς ἐπέθηκεν αὐτω̨̃ ὄνομα Βαλτασαρ νυ̃ν οὐ̃ν κληθήτω καὶ τὴν σύγκρισιν αὐτου̃ ἀναγγελει̃ σοι
13 τότε Δανιηλ εἰσήχθη ἐνώπιον του̃ βασιλέως καὶ εἰ̃πεν ὁ βασιλεὺς τω̨̃ Δανιηλ σὺ εἰ̃ Δανιηλ ὁ ἀπὸ τω̃ν υἱω̃ν τη̃ς αἰχμαλωσίας τη̃ς Ιουδαίας ἡ̃ς ἤγαγεν ὁ βασιλεὺς ὁ πατήρ μου
14 ἤκουσα περὶ σου̃ ὅτι πνευ̃μα θεου̃ ἐν σοί καὶ γρηγόρησις καὶ σύνεσις καὶ σοφία περισσὴ εὑρέθη ἐν σοί
15 καὶ νυ̃ν εἰση̃λθον ἐνώπιόν μου οἱ σοφοί μάγοι γαζαρηνοί ἵνα τὴν γραφὴν ταύτην ἀναγνω̃σιν καὶ τὴν σύγκρισιν αὐτη̃ς γνωρίσωσίν μοι καὶ οὐκ ἠδυνήθησαν ἀναγγει̃λαί μοι
16 καὶ ἐγὼ ἤκουσα περὶ σου̃ ὅτι δύνασαι κρίματα συγκρι̃ναι νυ̃ν οὐ̃ν ἐὰν δυνηθη̨̃ς τὴν γραφὴν ἀναγνω̃ναι καὶ τὴν σύγκρισιν αὐτη̃ς γνωρίσαι μοι πορφύραν ἐνδύση̨ καὶ ὁ μανιάκης ὁ χρυσου̃ς ἔσται ἐπὶ τὸν τράχηλόν σου καὶ τρίτος ἐν τη̨̃ βασιλεία̨ μου ἄρξεις
17 τότε ἀπεκρίθη Δανιηλ καὶ εἰ̃πεν ἐνώπιον του̃ βασιλέως τὰ δόματά σου σοὶ ἔστω καὶ τὴν δωρεὰν τη̃ς οἰκίας σου ἑτέρω̨ δός ἐγὼ δὲ τὴν γραφὴν ἀναγνώσομαι τω̨̃ βασιλει̃ καὶ τὴν σύγκρισιν αὐτη̃ς γνωρίσω σοι
18 βασιλευ̃ ὁ θεὸς ὁ ὕψιστος τὴν βασιλείαν καὶ τὴν μεγαλωσύνην καὶ τὴν τιμὴν καὶ τὴν δόξαν ἔδωκεν Ναβουχοδονοσορ τω̨̃ πατρί σου
19 καὶ ἀπὸ τη̃ς μεγαλωσύνης ἡ̃ς ἔδωκεν αὐτω̨̃ πάντες οἱ λαοί φυλαί γλω̃σσαι ἠ̃σαν τρέμοντες καὶ φοβούμενοι ἀπὸ προσώπου αὐτου̃ οὓς ἠβούλετο αὐτὸς ἀνή̨ρει καὶ οὓς ἠβούλετο αὐτὸς ἔτυπτεν καὶ οὓς ἠβούλετο αὐτὸς ὕψου καὶ οὓς ἠβούλετο αὐτὸς ἐταπείνου
20 καὶ ὅτε ὑψώθη ἡ καρδία αὐτου̃ καὶ τὸ πνευ̃μα αὐτου̃ ἐκραταιώθη του̃ ὑπερηφανεύσασθαι κατηνέχθη ἀπὸ του̃ θρόνου τη̃ς βασιλείας αὐτου̃ καὶ ἡ τιμὴ ἀφη̨ρέθη ἀπ' αὐτου̃
21 καὶ ἀπὸ τω̃ν ἀνθρώπων ἐξεδιώχθη καὶ ἡ καρδία αὐτου̃ μετὰ τω̃ν θηρίων ἐδόθη καὶ μετὰ ὀνάγρων ἡ κατοικία αὐτου̃ καὶ χόρτον ὡς βου̃ν ἐψώμιζον αὐτόν καὶ ἀπὸ τη̃ς δρόσου του̃ οὐρανου̃ τὸ σω̃μα αὐτου̃ ἐβάφη ἕως οὑ̃ ἔγνω ὅτι κυριεύει ὁ θεὸς ὁ ὕψιστος τη̃ς βασιλείας τω̃ν ἀνθρώπων καὶ ὡ̨̃ ἂν δόξη̨ δώσει αὐτήν
22 καὶ σὺ ὁ υἱὸς αὐτου̃ Βαλτασαρ οὐκ ἐταπείνωσας τὴν καρδίαν σου κατενώπιον οὑ̃ πάντα ταυ̃τα ἔγνως
23 καὶ ἐπὶ τὸν κύριον θεὸν του̃ οὐρανου̃ ὑψώθης καὶ τὰ σκεύη του̃ οἴκου αὐτου̃ ἤνεγκαν ἐνώπιόν σου καὶ σὺ καὶ οἱ μεγιστα̃νές σου καὶ αἱ παλλακαί σου καὶ αἱ παράκοιτοί σου οἰ̃νον ἐπίνετε ἐν αὐτοι̃ς καὶ τοὺς θεοὺς τοὺς χρυσου̃ς καὶ ἀργυρου̃ς καὶ χαλκου̃ς καὶ σιδηρου̃ς καὶ ξυλίνους καὶ λιθίνους οἳ οὐ βλέπουσιν καὶ οὐκ ἀκούουσιν καὶ οὐ γινώσκουσιν ἤ̨νεσας καὶ τὸν θεόν οὑ̃ ἡ πνοή σου ἐν χειρὶ αὐτου̃ καὶ πα̃σαι αἱ ὁδοί σου αὐτὸν οὐκ ἐδόξασας
24 διὰ του̃το ἐκ προσώπου αὐτου̃ ἀπεστάλη ἀστράγαλος χειρὸς καὶ τὴν γραφὴν ταύτην ἐνέταξεν
25 καὶ αὕτη ἡ γραφὴ ἡ ἐντεταγμένη μανη θεκελ φαρες
26 του̃το τὸ σύγκριμα του̃ ῥήματος μανη ἐμέτρησεν ὁ θεὸς τὴν βασιλείαν σου καὶ ἐπλήρωσεν αὐτήν
27 θεκελ ἐστάθη ἐν ζυγω̨̃ καὶ εὑρέθη ὑστερου̃σα
28 φαρες διή̨ρηται ἡ βασιλεία σου καὶ ἐδόθη Μήδοις καὶ Πέρσαις
29 καὶ εἰ̃πεν Βαλτασαρ καὶ ἐνέδυσαν τὸν Δανιηλ πορφύραν καὶ τὸν μανιάκην τὸν χρυσου̃ν περιέθηκαν περὶ τὸν τράχηλον αὐτου̃ καὶ ἐκήρυξεν περὶ αὐτου̃ εἰ̃ναι αὐτὸν ἄρχοντα τρίτον ἐν τη̨̃ βασιλεία̨
30 ἐν αὐτη̨̃ τη̨̃ νυκτὶ ἀναιρέθη Βαλτασαρ ὁ βασιλεὺς ὁ Χαλδαίων
31 καὶ Δαρει̃ος ὁ Μη̃δος παρέλαβεν τὴν βασιλείαν ὢν ἐτω̃ν ἑξήκοντα δύο
To view greek and slavonic text correctly you need to install Lucida Sans Unicode and Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.

After registering, you can subscribe to any Bible reading plan.

Personalized settings and other services for registered users are planned, so we recommend registering now. Registration is free.