Bible-Center
Whole Bible
Greek/Septuagint (gr)

ΔΑΝΙΗΛ, κεφαλίς 8

1 ἐν ἔτει τρίτω̨ τη̃ς βασιλείας Βαλτασαρ του̃ βασιλέως ὅρασις ὤφθη πρός με ἐγὼ Δανιηλ μετὰ τὴν ὀφθει̃σάν μοι τὴν ἀρχήν
2 καὶ ἤμην ἐν Σούσοις τη̨̃ βάρει ἥ ἐστιν ἐν χώρα̨ Αιλαμ καὶ εἰ̃δον ἐν ὁράματι καὶ ἤμην ἐπὶ του̃ Ουβαλ
3 καὶ ἠ̃ρα τοὺς ὀφθαλμούς μου καὶ εἰ̃δον καὶ ἰδοὺ κριὸς εἱ̃ς ἑστηκὼς πρὸ του̃ Ουβαλ καὶ αὐτω̨̃ κέρατα καὶ τὰ κέρατα ὑψηλά καὶ τὸ ἓν ὑψηλότερον του̃ ἑτέρου καὶ τὸ ὑψηλὸν ἀνέβαινεν ἐπ' ἐσχάτων
4 εἰ̃δον τὸν κριὸν κερατίζοντα κατὰ θάλασσαν καὶ βορρα̃ν καὶ νότον καὶ πάντα τὰ θηρία οὐ στήσονται ἐνώπιον αὐτου̃ καὶ οὐκ ἠ̃ν ὁ ἐξαιρούμενος ἐκ χειρὸς αὐτου̃ καὶ ἐποίησεν κατὰ τὸ θέλημα αὐτου̃ καὶ ἐμεγαλύνθη
5 καὶ ἐγὼ ἤμην συνίων καὶ ἰδοὺ τράγος αἰγω̃ν ἤρχετο ἀπὸ λιβὸς ἐπὶ πρόσωπον πάσης τη̃ς γη̃ς καὶ οὐκ ἠ̃ν ἁπτόμενος τη̃ς γη̃ς καὶ τω̨̃ τράγω̨ κέρας θεωρητὸν ἀνὰ μέσον τω̃ν ὀφθαλμω̃ν αὐτου̃
6 καὶ ἠ̃λθεν ἕως του̃ κριου̃ του̃ τὰ κέρατα ἔχοντος οὑ̃ εἰ̃δον ἑστω̃τος ἐνώπιον του̃ Ουβαλ καὶ ἔδραμεν πρὸς αὐτὸν ἐν ὁρμη̨̃ τη̃ς ἰσχύος αὐτου̃
7 καὶ εἰ̃δον αὐτὸν φθάνοντα ἕως του̃ κριου̃ καὶ ἐξηγριάνθη πρὸς αὐτὸν καὶ ἔπαισεν τὸν κριὸν καὶ συνέτριψεν ἀμφότερα τὰ κέρατα αὐτου̃ καὶ οὐκ ἠ̃ν ἰσχὺς τω̨̃ κριω̨̃ του̃ στη̃ναι ἐνώπιον αὐτου̃ καὶ ἔρριψεν αὐτὸν ἐπὶ τὴν γη̃ν καὶ συνεπάτησεν αὐτόν καὶ οὐκ ἠ̃ν ὁ ἐξαιρούμενος τὸν κριὸν ἐκ χειρὸς αὐτου̃
8 καὶ ὁ τράγος τω̃ν αἰγω̃ν ἐμεγαλύνθη ἕως σφόδρα καὶ ἐν τω̨̃ ἰσχυ̃σαι αὐτὸν συνετρίβη τὸ κέρας αὐτου̃ τὸ μέγα καὶ ἀνέβη κέρατα τέσσαρα ὑποκάτω αὐτου̃ εἰς τοὺς τέσσαρας ἀνέμους του̃ οὐρανου̃
9 καὶ ἐκ του̃ ἑνὸς αὐτω̃ν ἐξη̃λθεν κέρας ἓν ἰσχυρὸν καὶ ἐμεγαλύνθη περισσω̃ς πρὸς τὸν νότον καὶ πρὸς ἀνατολὴν καὶ πρὸς τὴν δύναμιν
10 ἐμεγαλύνθη ἕως τη̃ς δυνάμεως του̃ οὐρανου̃ καὶ ἔπεσεν ἐπὶ τὴν γη̃ν ἀπὸ τη̃ς δυνάμεως του̃ οὐρανου̃ καὶ ἀπὸ τω̃ν ἄστρων καὶ συνεπάτησεν αὐτά
11 καὶ ἕως οὑ̃ ὁ ἀρχιστράτηγος ῥύσηται τὴν αἰχμαλωσίαν καὶ δι' αὐτὸν θυσία ἐρράχθη καὶ ἐγενήθη καὶ κατευοδώθη αὐτω̨̃ καὶ τὸ ἅγιον ἐρημωθήσεται
12 καὶ ἐδόθη ἐπὶ τὴν θυσίαν ἁμαρτία καὶ ἐρρίφη χαμαὶ ἡ δικαιοσύνη καὶ ἐποίησεν καὶ εὐοδώθη
13 καὶ ἤκουσα ἑνὸς ἁγίου λαλου̃ντος καὶ εἰ̃πεν εἱ̃ς ἅγιος τω̨̃ φελμουνι τω̨̃ λαλου̃ντι ἕως πότε ἡ ὅρασις στήσεται ἡ θυσία ἡ ἀρθει̃σα καὶ ἡ ἁμαρτία ἐρημώσεως ἡ δοθει̃σα καὶ τὸ ἅγιον καὶ ἡ δύναμις συμπατηθήσεται
14 καὶ εἰ̃πεν αὐτω̨̃ ἕως ἑσπέρας καὶ πρωὶ ἡμέραι δισχίλιαι καὶ τριακόσιαι καὶ καθαρισθήσεται τὸ ἅγιον
15 καὶ ἐγένετο ἐν τω̨̃ ἰδει̃ν με ἐγὼ Δανιηλ τὴν ὅρασιν καὶ ἐζήτουν σύνεσιν καὶ ἰδοὺ ἔστη ἐνώπιον ἐμου̃ ὡς ὅρασις ἀνδρός
16 καὶ ἤκουσα φωνὴν ἀνδρὸς ἀνὰ μέσον του̃ Ουβαλ καὶ ἐκάλεσεν καὶ εἰ̃πεν Γαβριηλ συνέτισον ἐκει̃νον τὴν ὅρασιν
17 καὶ ἠ̃λθεν καὶ ἔστη ἐχόμενος τη̃ς στάσεώς μου καὶ ἐν τω̨̃ ἐλθει̃ν αὐτὸν ἐθαμβήθην καὶ πίπτω ἐπὶ πρόσωπόν μου καὶ εἰ̃πεν πρός με σύνες υἱὲ ἀνθρώπου ἔτι γὰρ εἰς καιρου̃ πέρας ἡ ὅρασις
18 καὶ ἐν τω̨̃ λαλει̃ν αὐτὸν μετ' ἐμου̃ πίπτω ἐπὶ πρόσωπόν μου ἐπὶ τὴν γη̃ν καὶ ἥψατό μου καὶ ἔστησέν με ἐπὶ πόδας
19 καὶ εἰ̃πεν ἰδοὺ ἐγὼ γνωρίζω σοι τὰ ἐσόμενα ἐπ' ἐσχάτων τη̃ς ὀργη̃ς ἔτι γὰρ εἰς καιρου̃ πέρας ἡ ὅρασις
20 ὁ κριός ὃν εἰ̃δες ὁ ἔχων τὰ κέρατα βασιλεὺς Μήδων καὶ Περσω̃ν
21 καὶ ὁ τράγος τω̃ν αἰγω̃ν βασιλεὺς 'Ελλήνων καὶ τὸ κέρας τὸ μέγα ὃ ἠ̃ν ἀνὰ μέσον τω̃ν ὀφθαλμω̃ν αὐτου̃ αὐτός ἐστιν ὁ βασιλεὺς ὁ πρω̃τος
22 καὶ του̃ συντριβέντος οὑ̃ ἔστησαν τέσσαρα ὑποκάτω κέρατα τέσσαρες βασιλει̃ς ἐκ του̃ ἔθνους αὐτου̃ ἀναστήσονται καὶ οὐκ ἐν τη̨̃ ἰσχύι αὐτου̃
23 καὶ ἐπ' ἐσχάτων τη̃ς βασιλείας αὐτω̃ν πληρουμένων τω̃ν ἁμαρτιω̃ν αὐτω̃ν ἀναστήσεται βασιλεὺς ἀναιδὴς προσώπω̨ καὶ συνίων προβλήματα
24 καὶ κραταιὰ ἡ ἰσχὺς αὐτου̃ καὶ οὐκ ἐν τη̨̃ ἰσχύι αὐτου̃ καὶ θαυμαστὰ διαφθερει̃ καὶ κατευθυνει̃ καὶ ποιήσει καὶ διαφθερει̃ ἰσχυροὺς καὶ λαὸν ἅγιον
25 καὶ ὁ ζυγὸς του̃ κλοιου̃ αὐτου̃ κατευθυνει̃ δόλος ἐν τη̨̃ χειρὶ αὐτου̃ καὶ ἐν καρδία̨ αὐτου̃ μεγαλυνθήσεται καὶ δόλω̨ διαφθερει̃ πολλοὺς καὶ ἐπὶ ἀπωλείας πολλω̃ν στήσεται καὶ ὡς ὠ̨ὰ χειρὶ συντρίψει
26 καὶ ἡ ὅρασις τη̃ς ἑσπέρας καὶ τη̃ς πρωίας τη̃ς ῥηθείσης ἀληθής ἐστιν καὶ σὺ σφράγισον τὴν ὅρασιν ὅτι εἰς ἡμέρας πολλάς
27 καὶ ἐγὼ Δανιηλ ἐκοιμήθην καὶ ἐμαλακίσθην ἡμέρας καὶ ἀνέστην καὶ ἐποίουν τὰ ἔργα του̃ βασιλέως καὶ ἐθαύμαζον τὴν ὅρασιν καὶ οὐκ ἠ̃ν ὁ συνίων

ΔΑΝΙΗΛ, κεφαλίς 9

1 ἐν τω̨̃ πρώτω̨ ἔτει Δαρείου του̃ υἱου̃ Ασουηρου ἀπὸ του̃ σπέρματος τω̃ν Μήδων ὃς ἐβασίλευσεν ἐπὶ βασιλείαν Χαλδαίων
2 ἐν ἔτει ἑνὶ τη̃ς βασιλείας αὐτου̃ ἐγὼ Δανιηλ συνη̃κα ἐν ται̃ς βύβλοις τὸν ἀριθμὸν τω̃ν ἐτω̃ν ὃς ἐγενήθη λόγος κυρίου πρὸς Ιερεμιαν τὸν προφήτην εἰς συμπλήρωσιν ἐρημώσεως Ιερουσαλημ ἑβδομήκοντα ἔτη
3 καὶ ἔδωκα τὸ πρόσωπόν μου πρὸς κύριον τὸν θεὸν του̃ ἐκζητη̃σαι προσευχὴν καὶ δεήσεις ἐν νηστείαις καὶ σάκκω̨ καὶ σποδω̨̃
4 καὶ προσηυξάμην πρὸς κύριον τὸν θεόν μου καὶ ἐξωμολογησάμην καὶ εἰ̃πα κύριε ὁ θεὸς ὁ μέγας καὶ θαυμαστὸς ὁ φυλάσσων τὴν διαθήκην σου καὶ τὸ ἔλεος τοι̃ς ἀγαπω̃σίν σε καὶ τοι̃ς φυλάσσουσιν τὰς ἐντολάς σου
5 ἡμάρτομεν ἠδικήσαμεν ἠνομήσαμεν καὶ ἀπέστημεν καὶ ἐξεκλίναμεν ἀπὸ τω̃ν ἐντολω̃ν σου καὶ ἀπὸ τω̃ν κριμάτων σου
6 καὶ οὐκ εἰσηκούσαμεν τω̃ν δούλων σου τω̃ν προφητω̃ν οἳ ἐλάλουν ἐν τω̨̃ ὀνόματί σου πρὸς τοὺς βασιλει̃ς ἡμω̃ν καὶ ἄρχοντας ἡμω̃ν καὶ πατέρας ἡμω̃ν καὶ πρὸς πάντα τὸν λαὸν τη̃ς γη̃ς
7 σοί κύριε ἡ δικαιοσύνη καὶ ἡμι̃ν ἡ αἰσχύνη του̃ προσώπου ὡς ἡ ἡμέρα αὕτη ἀνδρὶ Ιουδα καὶ τοι̃ς ἐνοικου̃σιν ἐν Ιερουσαλημ καὶ παντὶ Ισραηλ τοι̃ς ἐγγὺς καὶ τοι̃ς μακρὰν ἐν πάση̨ τη̨̃ γη̨̃ οὑ̃ διέσπειρας αὐτοὺς ἐκει̃ ἐν ἀθεσία̨ αὐτω̃ν ἡ̨̃ ἠθέτησαν ἐν σοί
8 κύριε ἡμι̃ν ἡ αἰσχύνη του̃ προσώπου καὶ τοι̃ς βασιλευ̃σιν ἡμω̃ν καὶ τοι̃ς ἄρχουσιν ἡμω̃ν καὶ τοι̃ς πατράσιν ἡμω̃ν οἵτινες ἡμάρτομέν σοι
9 τω̨̃ κυρίω̨ θεω̨̃ ἡμω̃ν οἱ οἰκτιρμοὶ καὶ οἱ ἱλασμοί ὅτι ἀπέστημεν
10 καὶ οὐκ εἰσηκούσαμεν τη̃ς φωνη̃ς κυρίου του̃ θεου̃ ἡμω̃ν πορεύεσθαι ἐν τοι̃ς νόμοις αὐτου̃ οἱ̃ς ἔδωκεν κατὰ πρόσωπον ἡμω̃ν ἐν χερσὶν τω̃ν δούλων αὐτου̃ τω̃ν προφητω̃ν
11 καὶ πα̃ς Ισραηλ παρέβησαν τὸν νόμον σου καὶ ἐξέκλιναν του̃ μὴ ἀκου̃σαι τη̃ς φωνη̃ς σου καὶ ἐπη̃λθεν ἐφ' ἡμα̃ς ἡ κατάρα καὶ ὁ ὅρκος ὁ γεγραμμένος ἐν νόμω̨ Μωυσέως δούλου του̃ θεου̃ ὅτι ἡμάρτομεν αὐτω̨̃
12 καὶ ἔστησεν τοὺς λόγους αὐτου̃ οὓς ἐλάλησεν ἐφ' ἡμα̃ς καὶ ἐπὶ τοὺς κριτὰς ἡμω̃ν οἳ ἔκρινον ἡμα̃ς ἐπαγαγει̃ν ἐφ' ἡμα̃ς κακὰ μεγάλα οἱ̃α οὐ γέγονεν ὑποκάτω παντὸς του̃ οὐρανου̃ κατὰ τὰ γενόμενα ἐν Ιερουσαλημ
13 καθὼς γέγραπται ἐν τω̨̃ νόμω̨ Μωυση̃ πάντα τὰ κακὰ ταυ̃τα ἠ̃λθεν ἐφ' ἡμα̃ς καὶ οὐκ ἐδεήθημεν του̃ προσώπου κυρίου του̃ θεου̃ ἡμω̃ν ἀποστρέψαι ἀπὸ τω̃ν ἀδικιω̃ν ἡμω̃ν καὶ του̃ συνιέναι ἐν πάση̨ ἀληθεία̨ σου
14 καὶ ἐγρηγόρησεν κύριος καὶ ἐπήγαγεν αὐτὰ ἐφ' ἡμα̃ς ὅτι δίκαιος κύριος ὁ θεὸς ἡμω̃ν ἐπὶ πα̃σαν τὴν ποίησιν αὐτου̃ ἣν ἐποίησεν καὶ οὐκ εἰσηκούσαμεν τη̃ς φωνη̃ς αὐτου̃
15 καὶ νυ̃ν κύριε ὁ θεὸς ἡμω̃ν ὃς ἐξήγαγες τὸν λαόν σου ἐκ γη̃ς Αἰγύπτου ἐν χειρὶ κραταια̨̃ καὶ ἐποίησας σεαυτω̨̃ ὄνομα ὡς ἡ ἡμέρα αὕτη ἡμάρτομεν ἠνομήσαμεν
16 κύριε ἐν πάση̨ ἐλεημοσύνη̨ σου ἀποστραφήτω δὴ ὁ θυμός σου καὶ ἡ ὀργή σου ἀπὸ τη̃ς πόλεώς σου Ιερουσαλημ ὄρους ἁγίου σου ὅτι ἡμάρτομεν καὶ ἐν ται̃ς ἀδικίαις ἡμω̃ν καὶ τω̃ν πατέρων ἡμω̃ν Ιερουσαλημ καὶ ὁ λαός σου εἰς ὀνειδισμὸν ἐγένετο ἐν πα̃σιν τοι̃ς περικύκλω̨ ἡμω̃ν
17 καὶ νυ̃ν εἰσάκουσον κύριε ὁ θεὸς ἡμω̃ν τη̃ς προσευχη̃ς του̃ δούλου σου καὶ τω̃ν δεήσεων αὐτου̃ καὶ ἐπίφανον τὸ πρόσωπόν σου ἐπὶ τὸ ἁγίασμά σου τὸ ἔρημον ἕνεκέν σου κύριε
18 κλι̃νον ὁ θεός μου τὸ οὐ̃ς σου καὶ ἄκουσον ἄνοιξον τοὺς ὀφθαλμούς σου καὶ ἰδὲ τὸν ἀφανισμὸν ἡμω̃ν καὶ τη̃ς πόλεώς σου ἐφ' ἡ̃ς ἐπικέκληται τὸ ὄνομά σου ἐπ' αὐτη̃ς ὅτι οὐκ ἐπὶ ται̃ς δικαιοσύναις ἡμω̃ν ἡμει̃ς ῥιπτου̃μεν τὸν οἰκτιρμὸν ἡμω̃ν ἐνώπιόν σου ἀλλ' ἐπὶ τοὺς οἰκτιρμούς σου τοὺς πολλούς
19 κύριε εἰσάκουσον κύριε ἱλάσθητι κύριε πρόσχες καὶ ποίησον μὴ χρονίση̨ς ἕνεκέν σου ὁ θεός μου ὅτι τὸ ὄνομά σου ἐπικέκληται ἐπὶ τὴν πόλιν σου καὶ ἐπὶ τὸν λαόν σου
20 καὶ ἔτι ἐμου̃ λαλου̃ντος καὶ προσευχομένου καὶ ἐξαγορεύοντος τὰς ἁμαρτίας μου καὶ τὰς ἁμαρτίας του̃ λαου̃ μου Ισραηλ καὶ ῥιπτου̃ντος τὸν ἔλεόν μου ἐναντίον κυρίου του̃ θεου̃ μου περὶ του̃ ὄρους του̃ ἁγίου του̃ θεου̃ μου
21 καὶ ἔτι ἐμου̃ λαλου̃ντος ἐν τη̨̃ προσευχη̨̃ καὶ ἰδοὺ ὁ ἀνὴρ Γαβριηλ ὃν εἰ̃δον ἐν τη̨̃ ὁράσει ἐν τη̨̃ ἀρχη̨̃ πετόμενος καὶ ἥψατό μου ὡσεὶ ὥραν θυσίας ἑσπερινη̃ς
22 καὶ συνέτισέν με καὶ ἐλάλησεν μετ' ἐμου̃ καὶ εἰ̃πεν Δανιηλ νυ̃ν ἐξη̃λθον συμβιβάσαι σε σύνεσιν
23 ἐν ἀρχη̨̃ τη̃ς δεήσεώς σου ἐξη̃λθεν λόγος καὶ ἐγὼ ἠ̃λθον του̃ ἀναγγει̃λαί σοι ὅτι ἀνὴρ ἐπιθυμιω̃ν σὺ εἰ̃ καὶ ἐννοήθητι ἐν τω̨̃ ῥήματι καὶ σύνες ἐν τη̨̃ ὀπτασία̨
24 ἑβδομήκοντα ἑβδομάδες συνετμήθησαν ἐπὶ τὸν λαόν σου καὶ ἐπὶ τὴν πόλιν τὴν ἁγίαν σου του̃ συντελεσθη̃ναι ἁμαρτίαν καὶ του̃ σφραγίσαι ἁμαρτίας καὶ ἀπαλει̃ψαι τὰς ἀνομίας καὶ του̃ ἐξιλάσασθαι ἀδικίας καὶ του̃ ἀγαγει̃ν δικαιοσύνην αἰώνιον καὶ του̃ σφραγίσαι ὅρασιν καὶ προφήτην καὶ του̃ χρι̃σαι ἅγιον ἁγίων
25 καὶ γνώση̨ καὶ συνήσεις ἀπὸ ἐξόδου λόγου του̃ ἀποκριθη̃ναι καὶ του̃ οἰκοδομη̃σαι Ιερουσαλημ ἕως χριστου̃ ἡγουμένου ἑβδομάδες ἑπτὰ καὶ ἑβδομάδες ἑξήκοντα δύο καὶ ἐπιστρέψει καὶ οἰκοδομηθήσεται πλατει̃α καὶ τει̃χος καὶ ἐκκενωθήσονται οἱ καιροί
26 καὶ μετὰ τὰς ἑβδομάδας τὰς ἑξήκοντα δύο ἐξολεθρευθήσεται χρι̃σμα καὶ κρίμα οὐκ ἔστιν ἐν αὐτω̨̃ καὶ τὴν πόλιν καὶ τὸ ἅγιον διαφθερει̃ σὺν τω̨̃ ἡγουμένω̨ τω̨̃ ἐρχομένω̨ καὶ ἐκκοπήσονται ἐν κατακλυσμω̨̃ καὶ ἕως τέλους πολέμου συντετμημένου τάξει ἀφανισμοι̃ς
27 καὶ δυναμώσει διαθήκην πολλοι̃ς ἑβδομὰς μία καὶ ἐν τω̨̃ ἡμίσει τη̃ς ἑβδομάδος ἀρθήσεταί μου θυσία καὶ σπονδή καὶ ἐπὶ τὸ ἱερὸν βδέλυγμα τω̃ν ἐρημώσεων καὶ ἕως συντελείας καιρου̃ συντέλεια δοθήσεται ἐπὶ τὴν ἐρήμωσιν

ΔΑΝΙΗΛ, κεφαλίς 10

1 ἐν ἔτει τρίτω̨ Κύρου βασιλέως Περσω̃ν λόγος ἀπεκαλύφθη τω̨̃ Δανιηλ οὑ̃ τὸ ὄνομα ἐπεκλήθη Βαλτασαρ καὶ ἀληθινὸς ὁ λόγος καὶ δύναμις μεγάλη καὶ σύνεσις ἐδόθη αὐτω̨̃ ἐν τη̨̃ ὀπτασία̨
2 ἐν ται̃ς ἡμέραις ἐκείναις ἐγὼ Δανιηλ ἤμην πενθω̃ν τρει̃ς ἑβδομάδας ἡμερω̃ν
3 ἄρτον ἐπιθυμιω̃ν οὐκ ἔφαγον καὶ κρέας καὶ οἰ̃νος οὐκ εἰση̃λθεν εἰς τὸ στόμα μου καὶ ἄλειμμα οὐκ ἠλειψάμην ἕως πληρώσεως τριω̃ν ἑβδομάδων ἡμερω̃ν
4 ἐν ἡμέρα̨ εἰκοστη̨̃ καὶ τετάρτη̨ του̃ μηνὸς του̃ πρώτου καὶ ἐγὼ ἤμην ἐχόμενα του̃ ποταμου̃ του̃ μεγάλου αὐτός ἐστιν Εδδεκελ
5 καὶ ἠ̃ρα τοὺς ὀφθαλμούς μου καὶ εἰ̃δον καὶ ἰδοὺ ἀνὴρ εἱ̃ς ἐνδεδυμένος βαδδιν καὶ ἡ ὀσφὺς αὐτου̃ περιεζωσμένη ἐν χρυσίω̨ Ωφαζ
6 καὶ τὸ σω̃μα αὐτου̃ ὡσεὶ θαρσις καὶ τὸ πρόσωπον αὐτου̃ ὡσεὶ ὅρασις ἀστραπη̃ς καὶ οἱ ὀφθαλμοὶ αὐτου̃ ὡσεὶ λαμπάδες πυρός καὶ οἱ βραχίονες αὐτου̃ καὶ τὰ σκέλη ὡς ὅρασις χαλκου̃ στίλβοντος καὶ ἡ φωνὴ τω̃ν λόγων αὐτου̃ ὡς φωνὴ ὄχλου
7 καὶ εἰ̃δον ἐγὼ Δανιηλ μόνος τὴν ὀπτασίαν καὶ οἱ ἄνδρες οἱ μετ' ἐμου̃ οὐκ εἰ̃δον τὴν ὀπτασίαν ἀλλ' ἢ ἔκστασις μεγάλη ἐπέπεσεν ἐπ' αὐτούς καὶ ἔφυγον ἐν φόβω̨
8 καὶ ἐγὼ ὑπελείφθην μόνος καὶ εἰ̃δον τὴν ὀπτασίαν τὴν μεγάλην ταύτην καὶ οὐχ ὑπελείφθη ἐν ἐμοὶ ἰσχύς καὶ ἡ δόξα μου μετεστράφη εἰς διαφθοράν καὶ οὐκ ἐκράτησα ἰσχύος
9 καὶ ἤκουσα τὴν φωνὴν τω̃ν λόγων αὐτου̃ καὶ ἐν τω̨̃ ἀκου̃σαί με αὐτου̃ ἤμην κατανενυγμένος καὶ τὸ πρόσωπόν μου ἐπὶ τὴν γη̃ν
10 καὶ ἰδοὺ χεὶρ ἁπτομένη μου καὶ ἤγειρέν με ἐπὶ τὰ γόνατά μου
11 καὶ εἰ̃πεν πρός με Δανιηλ ἀνὴρ ἐπιθυμιω̃ν σύνες ἐν τοι̃ς λόγοις οἱ̃ς ἐγὼ λαλω̃ πρὸς σέ καὶ στη̃θι ἐπὶ τη̨̃ στάσει σου ὅτι νυ̃ν ἀπεστάλην πρὸς σέ καὶ ἐν τω̨̃ λαλη̃σαι αὐτὸν πρός με τὸν λόγον του̃τον ἀνέστην ἔντρομος
12 καὶ εἰ̃πεν πρός με μὴ φοβου̃ Δανιηλ ὅτι ἀπὸ τη̃ς πρώτης ἡμέρας ἡ̃ς ἔδωκας τὴν καρδίαν σου του̃ συνιέναι καὶ κακωθη̃ναι ἐναντίον του̃ θεου̃ σου ἠκούσθησαν οἱ λόγοι σου καὶ ἐγὼ ἠ̃λθον ἐν τοι̃ς λόγοις σου
13 καὶ ὁ ἄρχων βασιλείας Περσω̃ν εἱστήκει ἐξ ἐναντίας μου εἴκοσι καὶ μίαν ἡμέραν καὶ ἰδοὺ Μιχαηλ εἱ̃ς τω̃ν ἀρχόντων τω̃ν πρώτων ἠ̃λθεν βοηθη̃σαί μοι καὶ αὐτὸν κατέλιπον ἐκει̃ μετὰ του̃ ἄρχοντος βασιλείας Περσω̃ν
14 καὶ ἠ̃λθον συνετίσαι σε ὅσα ἀπαντήσεται τω̨̃ λαω̨̃ σου ἐπ' ἐσχάτων τω̃ν ἡμερω̃ν ὅτι ἔτι ἡ ὅρασις εἰς ἡμέρας
15 καὶ ἐν τω̨̃ λαλη̃σαι αὐτὸν μετ' ἐμου̃ κατὰ τοὺς λόγους τούτους ἔδωκα τὸ πρόσωπόν μου ἐπὶ τὴν γη̃ν καὶ κατενύγην
16 καὶ ἰδοὺ ὡς ὁμοίωσις υἱου̃ ἀνθρώπου ἥψατο τω̃ν χειλέων μου καὶ ἤνοιξα τὸ στόμα μου καὶ ἐλάλησα καὶ εἰ̃πα πρὸς τὸν ἑστω̃τα ἐναντίον ἐμου̃ κύριε ἐν τη̨̃ ὀπτασία̨ σου ἐστράφη τὰ ἐντός μου ἐν ἐμοί καὶ οὐκ ἔσχον ἰσχύν
17 καὶ πω̃ς δυνήσεται ὁ παι̃ς σου κύριε λαλη̃σαι μετὰ του̃ κυρίου μου τούτου καὶ ἐγὼ ἀπὸ του̃ νυ̃ν οὐ στήσεται ἐν ἐμοὶ ἰσχύς καὶ πνοὴ οὐχ ὑπελείφθη ἐν ἐμοί
18 καὶ προσέθετο καὶ ἥψατό μου ὡς ὅρασις ἀνθρώπου καὶ ἐνίσχυσέν με
19 καὶ εἰ̃πέν μοι μὴ φοβου̃ ἀνὴρ ἐπιθυμιω̃ν εἰρήνη σοι ἀνδρίζου καὶ ἴσχυε καὶ ἐν τω̨̃ λαλη̃σαι αὐτὸν μετ' ἐμου̃ ἴσχυσα καὶ εἰ̃πα λαλείτω ὁ κύριός μου ὅτι ἐνίσχυσάς με
20 καὶ εἰ̃πεν εἰ οἰ̃δας ἵνα τί ἠ̃λθον πρὸς σέ καὶ νυ̃ν ἐπιστρέψω του̃ πολεμη̃σαι μετὰ ἄρχοντος Περσω̃ν καὶ ἐγὼ ἐξεπορευόμην καὶ ὁ ἄρχων τω̃ν 'Ελλήνων ἤρχετο
21 ἀλλ' ἢ ἀναγγελω̃ σοι τὸ ἐντεταγμένον ἐν γραφη̨̃ ἀληθείας καὶ οὐκ ἔστιν εἱ̃ς ἀντεχόμενος μετ' ἐμου̃ περὶ τούτων ἀλλ' ἢ Μιχαηλ ὁ ἄρχων ὑμω̃ν

ΔΑΝΙΗΛ, κεφαλίς 11

1 καὶ ἐγὼ ἐν ἔτει πρώτω̨ Κύρου ἔστην εἰς κράτος καὶ ἰσχύν
2 καὶ νυ̃ν ἀλήθειαν ἀναγγελω̃ σοι ἰδοὺ ἔτι τρει̃ς βασιλει̃ς ἀναστήσονται ἐν τη̨̃ Περσίδι καὶ ὁ τέταρτος πλουτήσει πλου̃τον μέγαν παρὰ πάντας καὶ μετὰ τὸ κρατη̃σαι αὐτὸν του̃ πλούτου αὐτου̃ ἐπαναστήσεται πάσαις βασιλείαις 'Ελλήνων
3 καὶ ἀναστήσεται βασιλεὺς δυνατὸς καὶ κυριεύσει κυριείας πολλη̃ς καὶ ποιήσει κατὰ τὸ θέλημα αὐτου̃
4 καὶ ὡς ἂν στη̨̃ ἡ βασιλεία αὐτου̃ συντριβήσεται καὶ διαιρεθήσεται εἰς τοὺς τέσσαρας ἀνέμους του̃ οὐρανου̃ καὶ οὐκ εἰς τὰ ἔσχατα αὐτου̃ οὐδὲ κατὰ τὴν κυριείαν αὐτου̃ ἣν ἐκυρίευσεν ὅτι ἐκτιλήσεται ἡ βασιλεία αὐτου̃ καὶ ἑτέροις ἐκτὸς τούτων
5 καὶ ἐνισχύσει ὁ βασιλεὺς του̃ νότου καὶ εἱ̃ς τω̃ν ἀρχόντων αὐτου̃ ἐνισχύσει ἐπ' αὐτὸν καὶ κυριεύσει κυριείαν πολλὴν ἐπ' ἐξουσίας αὐτου̃
6 καὶ μετὰ τὰ ἔτη αὐτου̃ συμμειγήσονται καὶ θυγάτηρ βασιλέως του̃ νότου εἰσελεύσεται πρὸς βασιλέα του̃ βορρα̃ του̃ ποιη̃σαι συνθήκας μετ' αὐτου̃ καὶ οὐ κρατήσει ἰσχύος βραχίονος καὶ οὐ στήσεται τὸ σπέρμα αὐτου̃ καὶ παραδοθήσεται αὐτὴ καὶ οἱ φέροντες αὐτὴν καὶ ἡ νεα̃νις καὶ ὁ κατισχύων αὐτὴν ἐν τοι̃ς καιροι̃ς
7 καὶ στήσεται ἐκ του̃ ἄνθους τη̃ς ῥίζης αὐτη̃ς τη̃ς ἑτοιμασίας αὐτου̃ καὶ ἥξει πρὸς τὴν δύναμιν καὶ εἰσελεύσεται εἰς τὰ ὑποστηρίγματα του̃ βασιλέως του̃ βορρα̃ καὶ ποιήσει ἐν αὐτοι̃ς καὶ κατισχύσει
8 καί γε τοὺς θεοὺς αὐτω̃ν μετὰ τω̃ν χωνευτω̃ν αὐτω̃ν πα̃ν σκευ̃ος ἐπιθυμητὸν αὐτω̃ν ἀργυρίου καὶ χρυσίου μετὰ αἰχμαλωσίας οἴσει εἰς Αἴγυπτον καὶ αὐτὸς στήσεται ὑπὲρ βασιλέα του̃ βορρα̃
9 καὶ εἰσελεύσεται εἰς τὴν βασιλείαν του̃ βασιλέως του̃ νότου καὶ ἀναστρέψει εἰς τὴν γη̃ν αὐτου̃
10 καὶ οἱ υἱοὶ αὐτου̃ συνάξουσιν ὄχλον δυνάμεων πολλω̃ν καὶ ἐλεύσεται ἐρχόμενος καὶ κατακλύζων καὶ παρελεύσεται καὶ καθίεται καὶ συμπροσπλακήσεται ἕως τη̃ς ἰσχύος αὐτου̃
11 καὶ ἀγριανθήσεται βασιλεὺς του̃ νότου καὶ ἐξελεύσεται καὶ πολεμήσει μετὰ βασιλέως του̃ βορρα̃ καὶ στήσει ὄχλον πολύν καὶ παραδοθήσεται ὁ ὄχλος ἐν χειρὶ αὐτου̃
12 καὶ λήμψεται τὸν ὄχλον καὶ ὑψωθήσεται ἡ καρδία αὐτου̃ καὶ καταβαλει̃ μυριάδας καὶ οὐ κατισχύσει
13 καὶ ἐπιστρέψει βασιλεὺς του̃ βορρα̃ καὶ ἄξει ὄχλον πολὺν ὑπὲρ τὸν πρότερον καὶ εἰς τὸ τέλος τω̃ν καιρω̃ν ἐνιαυτω̃ν ἐπελεύσεται εἰσόδια ἐν δυνάμει μεγάλη̨ καὶ ἐν ὑπάρξει πολλη̨̃
14 καὶ ἐν τοι̃ς καιροι̃ς ἐκείνοις πολλοὶ ἐπαναστήσονται ἐπὶ βασιλέα του̃ νότου καὶ οἱ υἱοὶ τω̃ν λοιμω̃ν του̃ λαου̃ σου ἐπαρθήσονται του̃ στη̃σαι ὅρασιν καὶ ἀσθενήσουσιν
15 καὶ εἰσελεύσεται βασιλεὺς του̃ βορρα̃ καὶ ἐκχεει̃ πρόσχωμα καὶ συλλήμψεται πόλεις ὀχυράς καὶ οἱ βραχίονες του̃ βασιλέως του̃ νότου οὐ στήσονται καὶ ἀναστήσονται οἱ ἐκλεκτοὶ αὐτου̃ καὶ οὐκ ἔσται ἰσχὺς του̃ στη̃ναι
16 καὶ ποιήσει ὁ εἰσπορευόμενος πρὸς αὐτὸν κατὰ τὸ θέλημα αὐτου̃ καὶ οὐκ ἔστιν ἑστὼς κατὰ πρόσωπον αὐτου̃ καὶ στήσεται ἐν γη̨̃ του̃ σαβι καὶ συντελεσθήσεται ἐν τη̨̃ χειρὶ αὐτου̃
17 καὶ τάξει τὸ πρόσωπον αὐτου̃ εἰσελθει̃ν ἐν ἰσχύι πάσης τη̃ς βασιλείας αὐτου̃ καὶ εὐθει̃α πάντα μετ' αὐτου̃ ποιήσει καὶ θυγατέρα τω̃ν γυναικω̃ν δώσει αὐτω̨̃ του̃ διαφθει̃ραι αὐτήν καὶ οὐ μὴ παραμείνη̨ καὶ οὐκ αὐτω̨̃ ἔσται
18 καὶ ἐπιστρέψει τὸ πρόσωπον αὐτου̃ εἰς τὰς νήσους καὶ συλλήμψεται πολλὰς καὶ καταπαύσει ἄρχοντας ὀνειδισμου̃ αὐτω̃ν πλὴν ὀνειδισμὸς αὐτου̃ ἐπιστρέψει αὐτω̨̃
19 καὶ ἐπιστρέψει τὸ πρόσωπον αὐτου̃ εἰς τὴν ἰσχὺν τη̃ς γη̃ς αὐτου̃ καὶ ἀσθενήσει καὶ πεσει̃ται καὶ οὐχ εὑρεθήσεται
20 καὶ ἀναστήσεται ἐκ τη̃ς ῥίζης αὐτου̃ φυτὸν βασιλείας ἐπὶ τὴν ἑτοιμασίαν αὐτου̃ παραβιβάζων πράσσων δόξαν βασιλείας καὶ ἐν ται̃ς ἡμέραις ἐκείναις συντριβήσεται καὶ οὐκ ἐν προσώποις οὐδὲ ἐν πολέμω̨
21 στήσεται ἐπὶ τὴν ἑτοιμασίαν αὐτου̃ ἐξουδενώθη καὶ οὐκ ἔδωκαν ἐπ' αὐτὸν δόξαν βασιλείας καὶ ἥξει ἐν εὐθηνία̨ καὶ κατισχύσει βασιλείας ἐν ὀλισθρήμασιν
22 καὶ βραχίονες του̃ κατακλύζοντος κατακλυσθήσονται ἀπὸ προσώπου αὐτου̃ καὶ συντριβήσονται καὶ ἡγούμενος διαθήκης
23 καὶ ἀπὸ τω̃ν συναναμείξεων πρὸς αὐτὸν ποιήσει δόλον καὶ ἀναβήσεται καὶ ὑπερισχύσει αὐτου̃ ἐν ὀλίγω̨ ἔθνει
24 καὶ ἐν εὐθηνία̨ καὶ ἐν πίοσιν χώραις ἥξει καὶ ποιήσει ἃ οὐκ ἐποίησαν οἱ πατέρες αὐτου̃ καὶ οἱ πατέρες τω̃ν πατέρων αὐτου̃ προνομὴν καὶ σκυ̃λα καὶ ὕπαρξιν αὐτοι̃ς διασκορπιει̃ καὶ ἐπ' Αἴγυπτον λογιει̃ται λογισμοὺς αὐτου̃ καὶ ἕως καιρου̃
25 καὶ ἐξεγερθήσεται ἡ ἰσχὺς αὐτου̃ καὶ ἡ καρδία αὐτου̃ ἐπὶ βασιλέα του̃ νότου ἐν δυνάμει μεγάλη̨ καὶ ὁ βασιλεὺς του̃ νότου συνάψει πόλεμον ἐν δυνάμει μεγάλη̨ καὶ ἰσχυρα̨̃ σφόδρα καὶ οὐ στήσεται ὅτι λογιου̃νται ἐπ' αὐτὸν λογισμούς
26 καὶ φάγονται τὰ δέοντα αὐτου̃ καὶ συντρίψουσιν αὐτόν καὶ δυνάμεις κατακλύσει καὶ πεσου̃νται τραυματίαι πολλοί
27 καὶ ἀμφότεροι οἱ βασιλει̃ς αἱ καρδίαι αὐτω̃ν εἰς πονηρίαν καὶ ἐπὶ τραπέζη̨ μια̨̃ ψευδη̃ λαλήσουσιν καὶ οὐ κατευθυνει̃ ὅτι ἔτι πέρας εἰς καιρόν
28 καὶ ἐπιστρέψει εἰς τὴν γη̃ν αὐτου̃ ἐν ὑπάρξει πολλη̨̃ καὶ ἡ καρδία αὐτου̃ ἐπὶ διαθήκην ἁγίαν καὶ ποιήσει καὶ ἐπιστρέψει εἰς τὴν γη̃ν αὐτου̃
29 εἰς τὸν καιρὸν ἐπιστρέψει καὶ ἥξει ἐν τω̨̃ νότω̨ καὶ οὐκ ἔσται ὡς ἡ πρώτη καὶ ὡς ἡ ἐσχάτη
30 καὶ εἰσελεύσονται ἐν αὐτω̨̃ οἱ ἐκπορευόμενοι Κίτιοι καὶ ταπεινωθήσεται καὶ ἐπιστρέψει καὶ θυμωθήσεται ἐπὶ διαθήκην ἁγίαν καὶ ποιήσει καὶ ἐπιστρέψει καὶ συνήσει ἐπὶ τοὺς καταλιπόντας διαθήκην ἁγίαν
31 καὶ σπέρματα ἐξ αὐτου̃ ἀναστήσονται καὶ βεβηλώσουσιν τὸ ἁγίασμα τη̃ς δυναστείας καὶ μεταστήσουσιν τὸν ἐνδελεχισμὸν καὶ δώσουσιν βδέλυγμα ἠφανισμένον
32 καὶ οἱ ἀνομου̃ντες διαθήκην ἐπάξουσιν ἐν ὀλισθρήμασιν καὶ λαὸς γινώσκοντες θεὸν αὐτου̃ κατισχύσουσιν καὶ ποιήσουσιν
33 καὶ οἱ συνετοὶ του̃ λαου̃ συνήσουσιν εἰς πολλά καὶ ἀσθενήσουσιν ἐν ῥομφαία̨ καὶ ἐν φλογὶ καὶ ἐν αἰχμαλωσία̨ καὶ ἐν διαρπαγη̨̃ ἡμερω̃ν
34 καὶ ἐν τω̨̃ ἀσθενη̃σαι αὐτοὺς βοηθηθήσονται βοήθειαν μικράν καὶ προστεθήσονται ἐπ' αὐτοὺς πολλοὶ ἐν ὀλισθρήμασιν
35 καὶ ἀπὸ τω̃ν συνιέντων ἀσθενήσουσιν του̃ πυρω̃σαι αὐτοὺς καὶ του̃ ἐκλέξασθαι καὶ του̃ ἀποκαλυφθη̃ναι ἕως καιρου̃ πέρας ὅτι ἔτι εἰς καιρόν
36 καὶ ποιήσει κατὰ τὸ θέλημα αὐτου̃ καὶ ὑψωθήσεται ὁ βασιλεὺς καὶ μεγαλυνθήσεται ἐπὶ πάντα θεὸν καὶ λαλήσει ὑπέρογκα καὶ κατευθυνει̃ μέχρις οὑ̃ συντελεσθη̨̃ ἡ ὀργή εἰς γὰρ συντέλειαν γίνεται
37 καὶ ἐπὶ πάντας θεοὺς τω̃ν πατέρων αὐτου̃ οὐ συνήσει καὶ ἐπὶ ἐπιθυμίαν γυναικω̃ν καὶ ἐπὶ πα̃ν θεὸν οὐ συνήσει ὅτι ἐπὶ πάντας μεγαλυνθήσεται
38 καὶ θεὸν μαωζιν ἐπὶ τόπου αὐτου̃ δοξάσει καὶ θεόν ὃν οὐκ ἔγνωσαν οἱ πατέρες αὐτου̃ δοξάσει ἐν χρυσω̨̃ καὶ ἀργύρω̨ καὶ λίθω̨ τιμίω̨ καὶ ἐν ἐπιθυμήμασιν
39 καὶ ποιήσει τοι̃ς ὀχυρώμασιν τω̃ν καταφυγω̃ν μετὰ θεου̃ ἀλλοτρίου καὶ πληθυνει̃ δόξαν καὶ ὑποτάξει αὐτοι̃ς πολλοὺς καὶ γη̃ν διελει̃ ἐν δώροις
40 καὶ ἐν καιρου̃ πέρατι συγκερατισθήσεται μετὰ του̃ βασιλέως του̃ νότου καὶ συναχθήσεται ἐπ' αὐτὸν βασιλεὺς του̃ βορρα̃ ἐν ἅρμασιν καὶ ἐν ἱππευ̃σιν καὶ ἐν ναυσὶν πολλαι̃ς καὶ εἰσελεύσεται εἰς τὴν γη̃ν καὶ συντρίψει καὶ παρελεύσεται
41 καὶ εἰσελεύσεται εἰς τὴν γη̃ν του̃ σαβι καὶ πολλοὶ ἀσθενήσουσιν καὶ οὑ̃τοι διασωθήσονται ἐκ χειρὸς αὐτου̃ Εδωμ καὶ Μωαβ καὶ ἀρχὴ υἱω̃ν Αμμων
42 καὶ ἐκτενει̃ τὴν χει̃ρα αὐτου̃ ἐπὶ τὴν γη̃ν καὶ γη̃ Αἰγύπτου οὐκ ἔσται εἰς σωτηρίαν
43 καὶ κυριεύσει ἐν τοι̃ς ἀποκρύφοις του̃ χρυσου̃ καὶ του̃ ἀργύρου καὶ ἐν πα̃σιν ἐπιθυμητοι̃ς Αἰγύπτου καὶ Λιβύων καὶ Αἰθιόπων ἐν τοι̃ς ὀχυρώμασιν αὐτω̃ν
44 καὶ ἀκοαὶ καὶ σπουδαὶ ταράξουσιν αὐτὸν ἐξ ἀνατολω̃ν καὶ ἀπὸ βορρα̃ καὶ ἥξει ἐν θυμω̨̃ πολλω̨̃ του̃ ἀφανίσαι καὶ του̃ ἀναθεματίσαι πολλούς
45 καὶ πήξει τὴν σκηνὴν αὐτου̃ εφαδανω ἀνὰ μέσον τω̃ν θαλασσω̃ν εἰς ὄρος σαβι ἅγιον καὶ ἥξει ἕως μέρους αὐτου̃ καὶ οὐκ ἔστιν ὁ ῥυόμενος αὐτόν

ΔΑΝΙΗΛ, κεφαλίς 12

1 καὶ ἐν τω̨̃ καιρω̨̃ ἐκείνω̨ ἀναστήσεται Μιχαηλ ὁ ἄρχων ὁ μέγας ὁ ἑστηκὼς ἐπὶ τοὺς υἱοὺς του̃ λαου̃ σου καὶ ἔσται καιρὸς θλίψεως θλι̃ψις οἵα οὐ γέγονεν ἀφ' οὑ̃ γεγένηται ἔθνος ἐπὶ τη̃ς γη̃ς ἕως του̃ καιρου̃ ἐκείνου καὶ ἐν τω̨̃ καιρω̨̃ ἐκείνω̨ σωθήσεται ὁ λαός σου πα̃ς ὁ εὑρεθεὶς γεγραμμένος ἐν τη̨̃ βίβλω̨
2 καὶ πολλοὶ τω̃ν καθευδόντων ἐν γη̃ς χώματι ἐξεγερθήσονται οὑ̃τοι εἰς ζωὴν αἰώνιον καὶ οὑ̃τοι εἰς ὀνειδισμὸν καὶ εἰς αἰσχύνην αἰώνιον
3 καὶ οἱ συνιέντες ἐκλάμψουσιν ὡς ἡ λαμπρότης του̃ στερεώματος καὶ ἀπὸ τω̃ν δικαίων τω̃ν πολλω̃ν ὡς οἱ ἀστέρες εἰς τοὺς αἰω̃νας καὶ ἔτι
4 καὶ σύ Δανιηλ ἔμφραξον τοὺς λόγους καὶ σφράγισον τὸ βιβλίον ἕως καιρου̃ συντελείας ἕως διδαχθω̃σιν πολλοὶ καὶ πληθυνθη̨̃ ἡ γνω̃σις
5 καὶ εἰ̃δον ἐγὼ Δανιηλ καὶ ἰδοὺ δύο ἕτεροι εἱστήκεισαν εἱ̃ς ἐντευ̃θεν του̃ χείλους του̃ ποταμου̃ καὶ εἱ̃ς ἐντευ̃θεν του̃ χείλους του̃ ποταμου̃
6 καὶ εἰ̃πεν τω̨̃ ἀνδρὶ τω̨̃ ἐνδεδυμένω̨ τὰ βαδδιν ὃς ἠ̃ν ἐπάνω του̃ ὕδατος του̃ ποταμου̃ ἕως πότε τὸ πέρας ὡ̃ν εἴρηκας τω̃ν θαυμασίων
7 καὶ ἤκουσα του̃ ἀνδρὸς του̃ ἐνδεδυμένου τὰ βαδδιν ὃς ἠ̃ν ἐπάνω του̃ ὕδατος του̃ ποταμου̃ καὶ ὕψωσεν τὴν δεξιὰν αὐτου̃ καὶ τὴν ἀριστερὰν αὐτου̃ εἰς τὸν οὐρανὸν καὶ ὤμοσεν ἐν τω̨̃ ζω̃ντι τὸν αἰω̃να ὅτι εἰς καιρὸν καιρω̃ν καὶ ἥμισυ καιρου̃ ἐν τω̨̃ συντελεσθη̃ναι διασκορπισμὸν χειρὸς λαου̃ ἡγιασμένου γνώσονται πάντα ταυ̃τα
8 καὶ ἐγὼ ἤκουσα καὶ οὐ συνη̃κα καὶ εἰ̃πα κύριε τί τὰ ἔσχατα τούτων
9 καὶ εἰ̃πεν δευ̃ρο Δανιηλ ὅτι ἐμπεφραγμένοι καὶ ἐσφραγισμένοι οἱ λόγοι ἕως καιρου̃ πέρας
10 ἐκλεγω̃σιν καὶ ἐκλευκανθω̃σιν καὶ πυρωθω̃σιν πολλοί καὶ ἀνομήσωσιν ἄνομοι καὶ οὐ συνήσουσιν πάντες ἄνομοι καὶ οἱ νοήμονες συνήσουσιν
11 καὶ ἀπὸ καιρου̃ παραλλάξεως του̃ ἐνδελεχισμου̃ καὶ του̃ δοθη̃ναι βδέλυγμα ἐρημώσεως ἡμέραι χίλιαι διακόσιαι ἐνενήκοντα
12 μακάριος ὁ ὑπομένων καὶ φθάσας εἰς ἡμέρας χιλίας τριακοσίας τριάκοντα πέντε
13 καὶ σὺ δευ̃ρο καὶ ἀναπαύου ἔτι γὰρ ἡμέραι εἰς ἀναπλήρωσιν συντελείας καὶ ἀναστήση̨ εἰς τὸν κλη̃ρόν σου εἰς συντέλειαν ἡμερω̃ν
To view greek and slavonic text correctly you need to install Lucida Sans Unicode and Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.

After registering, you can subscribe to any Bible reading plan.

Personalized settings and other services for registered users are planned, so we recommend registering now. Registration is free.