1 ἐὰν δὲ ἐν τω̨̃ διορύγματι εὑρεθη̨̃ ὁ κλέπτης καὶ πληγεὶς ἀποθάνη̨ οὐκ ἔστιν αὐτω̨̃ φόνος |
2 ἐὰν δὲ ἀνατείλη̨ ὁ ἥλιος ἐπ' αὐτω̨̃ ἔνοχός ἐστιν ἀνταποθανει̃ται ἐὰν δὲ μὴ ὑπάρχη̨ αὐτω̨̃ πραθήτω ἀντὶ του̃ κλέμματος |
3 ἐὰν δὲ καταλημφθη̨̃ καὶ εὑρεθη̨̃ ἐν τη̨̃ χειρὶ αὐτου̃ τὸ κλέμμα ἀπό τε ὄνου ἕως προβάτου ζω̃ντα διπλα̃ αὐτὰ ἀποτείσει |
4 ἐὰν δὲ καταβοσκήση̨ τις ἀγρὸν ἢ ἀμπελω̃να καὶ ἀφη̨̃ τὸ κτη̃νος αὐτου̃ καταβοσκη̃σαι ἀγρὸν ἕτερον ἀποτείσει ἐκ του̃ ἀγρου̃ αὐτου̃ κατὰ τὸ γένημα αὐτου̃ ἐὰν δὲ πάντα τὸν ἀγρὸν καταβοσκήση̨ τὰ βέλτιστα του̃ ἀγρου̃ αὐτου̃ καὶ τὰ βέλτιστα του̃ ἀμπελω̃νος αὐτου̃ ἀποτείσει |
5 ἐὰν δὲ ἐξελθὸν πυ̃ρ εὕρη̨ ἀκάνθας καὶ προσεμπρήση̨ ἅλωνα ἢ στάχυς ἢ πεδίον ἀποτείσει ὁ τὸ πυ̃ρ ἐκκαύσας |
6 ἐὰν δέ τις δω̨̃ τω̨̃ πλησίον ἀργύριον ἢ σκεύη φυλάξαι καὶ κλαπη̨̃ ἐκ τη̃ς οἰκίας του̃ ἀνθρώπου ἐὰν εὑρεθη̨̃ ὁ κλέψας ἀποτείσει διπλου̃ν |
7 ἐὰν δὲ μὴ εὑρεθη̨̃ ὁ κλέψας προσελεύσεται ὁ κύριος τη̃ς οἰκίας ἐνώπιον του̃ θεου̃ καὶ ὀμει̃ται ἠ̃ μὴν μὴ αὐτὸς πεπονηρευ̃σθαι ἐφ' ὅλης τη̃ς παρακαταθήκης του̃ πλησίον |
8 κατὰ πα̃ν ῥητὸν ἀδίκημα περί τε μόσχου καὶ ὑποζυγίου καὶ προβάτου καὶ ἱματίου καὶ πάσης ἀπωλείας τη̃ς ἐγκαλουμένης ὅ τι οὐ̃ν ἂν ἠ̨̃ ἐνώπιον του̃ θεου̃ ἐλεύσεται ἡ κρίσις ἀμφοτέρων καὶ ὁ ἁλοὺς διὰ του̃ θεου̃ ἀποτείσει διπλου̃ν τω̨̃ πλησίον |
9 ἐὰν δέ τις δω̨̃ τω̨̃ πλησίον ὑποζύγιον ἢ μόσχον ἢ πρόβατον ἢ πα̃ν κτη̃νος φυλάξαι καὶ συντριβη̨̃ ἢ τελευτήση̨ ἢ αἰχμάλωτον γένηται καὶ μηδεὶς γνω̨̃ |
10 ὄρκος ἔσται του̃ θεου̃ ἀνὰ μέσον ἀμφοτέρων ἠ̃ μὴν μὴ αὐτὸν πεπονηρευ̃σθαι καθ' ὅλης τη̃ς παρακαταθήκης του̃ πλησίον καὶ οὕτως προσδέξεται ὁ κύριος αὐτου̃ καὶ οὐκ ἀποτείσει |
11 ἐὰν δὲ κλαπη̨̃ παρ' αὐτου̃ ἀποτείσει τω̨̃ κυρίω̨ |
12 ἐὰν δὲ θηριάλωτον γένηται ἄξει αὐτὸν ἐπὶ τὴν θήραν καὶ οὐκ ἀποτείσει |
13 ἐὰν δὲ αἰτήση̨ τις παρὰ του̃ πλησίον καὶ συντριβη̨̃ ἢ ἀποθάνη̨ ἢ αἰχμάλωτον γένηται ὁ δὲ κύριος μὴ ἠ̨̃ μετ' αὐτου̃ ἀποτείσει |
14 ἐὰν δὲ ὁ κύριος ἠ̨̃ μετ' αὐτου̃ οὐκ ἀποτείσει ἐὰν δὲ μισθωτὸς ἠ̨̃ ἔσται αὐτω̨̃ ἀντὶ του̃ μισθου̃ αὐτου̃ |
15 ἐὰν δὲ ἀπατήση̨ τις παρθένον ἀμνήστευτον καὶ κοιμηθη̨̃ μετ' αὐτη̃ς φερνη̨̃ φερνιει̃ αὐτὴν αὐτω̨̃ γυναι̃κα |
16 ἐὰν δὲ ἀνανεύων ἀνανεύση̨ καὶ μὴ βούληται ὁ πατὴρ αὐτη̃ς δου̃ναι αὐτὴν αὐτω̨̃ γυναι̃κα ἀργύριον ἀποτείσει τω̨̃ πατρὶ καθ' ὅσον ἐστὶν ἡ φερνὴ τω̃ν παρθένων |
17 φαρμακοὺς οὐ περιποιήσετε |
18 πα̃ν κοιμώμενον μετὰ κτήνους θανάτω̨ ἀποκτενει̃τε αὐτούς |
19 ὁ θυσιάζων θεοι̃ς θανάτω̨ ὀλεθρευθήσεται πλὴν κυρίω̨ μόνω̨ |
20 καὶ προσήλυτον οὐ κακώσετε οὐδὲ μὴ θλίψητε αὐτόν ἠ̃τε γὰρ προσήλυτοι ἐν γη̨̃ Αἰγύπτω̨ |
21 πα̃σαν χήραν καὶ ὀρφανὸν οὐ κακώσετε |
22 ἐὰν δὲ κακία̨ κακώσητε αὐτοὺς καὶ κεκράξαντες καταβοήσωσι πρός με ἀκοη̨̃ εἰσακούσομαι τη̃ς φωνη̃ς αὐτω̃ν |
23 καὶ ὀργισθήσομαι θυμω̨̃ καὶ ἀποκτενω̃ ὑμα̃ς μαχαίρα̨ καὶ ἔσονται αἱ γυναι̃κες ὑμω̃ν χη̃ραι καὶ τὰ παιδία ὑμω̃ν ὀρφανά |
24 ἐὰν δὲ ἀργύριον ἐκδανείση̨ς τω̨̃ ἀδελφω̨̃ τω̨̃ πενιχρω̨̃ παρὰ σοί οὐκ ἔση̨ αὐτὸν κατεπείγων οὐκ ἐπιθήσεις αὐτω̨̃ τόκον |
25 ἐὰν δὲ ἐνεχύρασμα ἐνεχυράση̨ς τὸ ἱμάτιον του̃ πλησίον πρὸ δυσμω̃ν ἡλίου ἀποδώσεις αὐτω̨̃ |
26 ἔστιν γὰρ του̃το περιβόλαιον αὐτου̃ μόνον του̃το τὸ ἱμάτιον ἀσχημοσύνης αὐτου̃ ἐν τίνι κοιμηθήσεται ἐὰν οὐ̃ν καταβοήση̨ πρός με εἰσακούσομαι αὐτου̃ ἐλεήμων γάρ εἰμι |
27 θεοὺς οὐ κακολογήσεις καὶ ἄρχοντας του̃ λαου̃ σου οὐ κακω̃ς ἐρει̃ς |
28 ἀπαρχὰς ἅλωνος καὶ ληνου̃ σου οὐ καθυστερήσεις τὰ πρωτότοκα τω̃ν υἱω̃ν σου δώσεις ἐμοί |
29 οὕτως ποιήσεις τὸν μόσχον σου καὶ τὸ πρόβατόν σου καὶ τὸ ὑποζύγιόν σου ἑπτὰ ἡμέρας ἔσται ὑπὸ τὴν μητέρα τη̨̃ δὲ ὀγδόη̨ ἡμέρα̨ ἀποδώσεις μοι αὐτό |
30 καὶ ἄνδρες ἅγιοι ἔσεσθέ μοι καὶ κρέας θηριάλωτον οὐκ ἔδεσθε τω̨̃ κυνὶ ἀπορρίψατε αὐτό |