ΕΞΟΔΟΣ,
κεφαλίς 31,
στἰχοι 14-17
14 καὶ φυλάξεσθε τὰ σάββατα ὅτι ἅγιον του̃τό ἐστιν κυρίου ὑμι̃ν ὁ βεβηλω̃ν αὐτὸ θανάτω̨ θανατωθήσεται πα̃ς ὃς ποιήσει ἐν αὐτω̨̃ ἔργον ἐξολεθρευθήσεται ἡ ψυχὴ ἐκείνη ἐκ μέσου του̃ λαου̃ αὐτου̃ |
15 ἓξ ἡμέρας ποιήσεις ἔργα τη̨̃ δὲ ἡμέρα̨ τη̨̃ ἑβδόμη̨ σάββατα ἀνάπαυσις ἁγία τω̨̃ κυρίω̨ πα̃ς ὃς ποιήσει ἔργον τη̨̃ ἡμέρα̨ τη̨̃ ἑβδόμη̨ θανάτω̨ θανατωθήσεται |
16 καὶ φυλάξουσιν οἱ υἱοὶ Ισραηλ τὰ σάββατα ποιει̃ν αὐτὰ εἰς τὰς γενεὰς αὐτω̃ν διαθήκη αἰώνιος |
17 ἐν ἐμοὶ καὶ τοι̃ς υἱοι̃ς Ισραηλ σημει̃όν ἐστιν αἰώνιον ὅτι ἐν ἓξ ἡμέραις ἐποίησεν κύριος τὸν οὐρανὸν καὶ τὴν γη̃ν καὶ τη̨̃ ἡμέρα̨ τη̨̃ ἑβδόμη̨ ἐπαύσατο καὶ κατέπαυσεν |
To view greek and slavonic text correctly you need to install
Lucida Sans Unicode and
Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.