Bible-Center
Whole Bible
Greek/Septuagint (gr)

ΙΕΖΕΚΙΗΛ, κεφαλίς 26

1 καὶ ἐγενήθη ἐν τω̨̃ ἑνδεκάτω̨ ἔτει μια̨̃ του̃ μηνὸς ἐγένετο λόγος κυρίου πρός με λέγων
2 υἱὲ ἀνθρώπου ἀνθ' ὡ̃ν εἰ̃πεν Σορ ἐπὶ Ιερουσαλημ εὐ̃γε συνετρίβη ἀπόλωλεν τὰ ἔθνη ἐπεστράφη πρός με ἡ πλήρης ἠρήμωται
3 διὰ του̃το τάδε λέγει κύριος ἰδοὺ ἐγὼ ἐπὶ σέ Σορ καὶ ἀνάξω ἐπὶ σὲ ἔθνη πολλά ὡς ἀναβαίνει ἡ θάλασσα τοι̃ς κύμασιν αὐτη̃ς
4 καὶ καταβαλου̃σιν τὰ τείχη Σορ καὶ καταβαλου̃σι τοὺς πύργους σου καὶ λικμήσω τὸν χου̃ν αὐτη̃ς ἀπ' αὐτη̃ς καὶ δώσω αὐτὴν εἰς λεωπετρίαν
5 ψυγμὸς σαγηνω̃ν ἔσται ἐν μέσω̨ θαλάσσης ὅτι ἐγὼ λελάληκα λέγει κύριος καὶ ἔσται εἰς προνομὴν τοι̃ς ἔθνεσιν
6 καὶ αἱ θυγατέρες αὐτη̃ς αἱ ἐν τω̨̃ πεδίω̨ μαχαίρα̨ ἀναιρεθήσονται καὶ γνώσονται ὅτι ἐγὼ κύριος
7 ὅτι τάδε λέγει κύριος ἰδοὺ ἐγὼ ἐπάγω ἐπὶ σέ Σορ τὸν Ναβουχοδονοσορ βασιλέα Βαβυλω̃νος ἀπὸ του̃ βορρα̃ βασιλεὺς βασιλέων ἐστίν μεθ' ἵππων καὶ ἁρμάτων καὶ ἱππέων καὶ συναγωγη̃ς ἐθνω̃ν πολλω̃ν σφόδρα
8 οὑ̃τος τὰς θυγατέρας σου τὰς ἐν τω̨̃ πεδίω̨ μαχαίρα̨ ἀνελει̃ καὶ δώσει ἐπὶ σὲ προφυλακὴν καὶ περιοικοδομήσει καὶ ποιήσει ἐπὶ σὲ κύκλω̨ χάρακα καὶ περίστασιν ὅπλων καὶ τὰς λόγχας αὐτου̃ ἀπέναντί σου δώσει
9 τὰ τείχη σου καὶ τοὺς πύργους σου καταβαλει̃ ἐν ται̃ς μαχαίραις αὐτου̃
10 ἀπὸ του̃ πλήθους τω̃ν ἵππων αὐτου̃ κατακαλύψει σε ὁ κονιορτὸς αὐτω̃ν καὶ ἀπὸ τη̃ς φωνη̃ς τω̃ν ἱππέων αὐτου̃ καὶ τω̃ν τροχω̃ν τω̃ν ἁρμάτων αὐτου̃ σεισθήσεται τὰ τείχη σου εἰσπορευομένου αὐτου̃ τὰς πύλας σου ὡς εἰσπορευόμενος εἰς πόλιν ἐκ πεδίου
11 ἐν ται̃ς ὁπλαι̃ς τω̃ν ἵππων αὐτου̃ καταπατήσουσίν σου πάσας τὰς πλατείας τὸν λαόν σου μαχαίρα̨ ἀνελει̃ καὶ τὴν ὑπόστασίν σου τη̃ς ἰσχύος ἐπὶ τὴν γη̃ν κατάξει
12 καὶ προνομεύσει τὴν δύναμίν σου καὶ σκυλεύσει τὰ ὑπάρχοντά σου καὶ καταβαλει̃ σου τὰ τείχη καὶ τοὺς οἴκους σου τοὺς ἐπιθυμητοὺς καθελει̃ καὶ τοὺς λίθους σου καὶ τὰ ξύλα σου καὶ τὸν χου̃ν σου εἰς μέσον τη̃ς θαλάσσης ἐμβαλει̃
13 καὶ καταλύσει τὸ πλη̃θος τω̃ν μουσικω̃ν σου καὶ ἡ φωνὴ τω̃ν ψαλτηρίων σου οὐ μὴ ἀκουσθη̨̃ ἔτι
14 καὶ δώσω σε εἰς λεωπετρίαν ψυγμὸς σαγηνω̃ν ἔση̨ οὐ μὴ οἰκοδομηθη̨̃ς ἔτι ὅτι ἐγὼ ἐλάλησα λέγει κύριος
15 διότι τάδε λέγει κύριος κύριος τη̨̃ Σορ οὐκ ἀπὸ φωνη̃ς τη̃ς πτώσεώς σου ἐν τω̨̃ στενάξαι τραυματίας ἐν τω̨̃ σπάσαι μάχαιραν ἐν μέσω̨ σου σεισθήσονται αἱ νη̃σοι
16 καὶ καταβήσονται ἀπὸ τω̃ν θρόνων αὐτω̃ν πάντες οἱ ἄρχοντες ἐκ τω̃ν ἐθνω̃ν τη̃ς θαλάσσης καὶ ἀφελου̃νται τὰς μίτρας ἀπὸ τω̃ν κεφαλω̃ν αὐτω̃ν καὶ τὸν ἱματισμὸν τὸν ποικίλον αὐτω̃ν ἐκδύσονται ἐκστάσει ἐκστήσονται ἐπὶ γη̃ν καθεδου̃νται καὶ φοβηθήσονται τὴν ἀπώλειαν αὐτω̃ν καὶ στενάξουσιν ἐπὶ σέ
17 καὶ λήμψονται ἐπὶ σὲ θρη̃νον καὶ ἐρου̃σίν σοι πω̃ς κατελύθης ἐκ θαλάσσης ἡ πόλις ἡ ἐπαινεστὴ ἡ δου̃σα τὸν φόβον αὐτη̃ς πα̃σι τοι̃ς κατοικου̃σιν αὐτήν
18 καὶ φοβηθήσονται αἱ νη̃σοι ἀφ' ἡμέρας πτώσεώς σου
19 ὅτι τάδε λέγει κύριος κύριος ὅταν δω̃ σε πόλιν ἠρημωμένην ὡς τὰς πόλεις τὰς μὴ κατοικηθησομένας ἐν τω̨̃ ἀναγαγει̃ν με ἐπὶ σὲ τὴν ἄβυσσον καὶ κατακαλύψη̨ σε ὕδωρ πολύ
20 καὶ καταβιβάσω σε πρὸς τοὺς καταβαίνοντας εἰς βόθρον πρὸς λαὸν αἰω̃νος καὶ κατοικιω̃ σε εἰς βάθη τη̃ς γη̃ς ὡς ἔρημον αἰώνιον μετὰ καταβαινόντων εἰς βόθρον ὅπως μὴ κατοικηθη̨̃ς μηδὲ ἀνασταθη̨̃ς ἐπὶ γη̃ς ζωη̃ς
21 ἀπώλειάν σε δώσω καὶ οὐχ ὑπάρξεις ἔτι εἰς τὸν αἰω̃να λέγει κύριος κύριος

ΙΕΖΕΚΙΗΛ, κεφαλίς 27

1 καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων
2 υἱὲ ἀνθρώπου λαβὲ ἐπὶ Σορ θρη̃νον
3 καὶ ἐρει̃ς τη̨̃ Σορ τη̨̃ κατοικούση̨ ἐπὶ τη̃ς εἰσόδου τη̃ς θαλάσσης τω̨̃ ἐμπορίω̨ τω̃ν λαω̃ν ἀπὸ νήσων πολλω̃ν τάδε λέγει κύριος τη̨̃ Σορ σὺ εἰ̃πας ἐγὼ περιέθηκα ἐμαυτη̨̃ κάλλος μου
4 ἐν καρδία̨ θαλάσσης τω̨̃ Βεελιμ υἱοί σου περιέθηκάν σοι κάλλος
5 κέδρος ἐκ Σανιρ ὠ̨κοδομήθη σοι ταινίαι σανίδων κυπαρίσσου ἐκ του̃ Λιβάνου ἐλήμφθησαν του̃ ποιη̃σαί σοι ἱστοὺς ἐλατίνους
6 ἐκ τη̃ς Βασανίτιδος ἐποίησαν τὰς κώπας σου τὰ ἱερά σου ἐποίησαν ἐξ ἐλέφαντος οἴκους ἀλσώδεις ἀπὸ νήσων τω̃ν Χεττιιν
7 βύσσος μετὰ ποικιλίας ἐξ Αἰγύπτου ἐγένετό σοι στρωμνὴ του̃ περιθει̃ναί σοι δόξαν καὶ περιβαλει̃ν σε ὑάκινθον καὶ πορφύραν ἐκ τω̃ν νήσων Ελισαι καὶ ἐγένετο περιβόλαιά σου
8 καὶ οἱ ἄρχοντές σου οἱ κατοικου̃ντες Σιδω̃να καὶ Αράδιοι ἐγένοντο κωπηλάται σου οἱ σοφοί σου Σορ οἳ ἠ̃σαν ἐν σοί οὑ̃τοι κυβερνη̃ταί σου
9 οἱ πρεσβύτεροι Βυβλίων καὶ οἱ σοφοὶ αὐτω̃ν ἠ̃σαν ἐν σοί οὑ̃τοι ἐνίσχυον τὴν βουλήν σου καὶ πάντα τὰ πλοι̃α τη̃ς θαλάσσης καὶ οἱ κωπηλάται αὐτω̃ν ἐγένοντό σοι ἐπὶ δυσμὰς δυσμω̃ν
10 Πέρσαι καὶ Λυδοὶ καὶ Λίβυες ἠ̃σαν ἐν τη̨̃ δυνάμει σου ἄνδρες πολεμισταί σου πέλτας καὶ περικεφαλαίας ἐκρέμασαν ἐν σοί οὑ̃τοι ἔδωκαν τὴν δόξαν σου
11 υἱοὶ Αραδίων καὶ ἡ δύναμίς σου ἐπὶ τω̃ν τειχέων σου φύλακες ἐν τοι̃ς πύργοις σου ἠ̃σαν τὰς φαρέτρας αὐτω̃ν ἐκρέμασαν ἐπὶ τω̃ν ὅρμων σου κύκλω̨ οὑ̃τοι ἐτελείωσάν σου τὸ κάλλος
12 Καρχηδόνιοι ἔμποροί σου ἀπὸ πλήθους πάσης ἰσχύος σου ἀργύριον καὶ χρυσίον καὶ σίδηρον καὶ κασσίτερον καὶ μόλυβον ἔδωκαν τὴν ἀγοράν σου
13 ἡ 'Ελλὰς καὶ ἡ σύμπασα καὶ τὰ παρατείνοντα οὑ̃τοι ἐνεπορεύοντό σοι ἐν ψυχαι̃ς ἀνθρώπων καὶ σκεύη χαλκα̃ ἔδωκαν τὴν ἐμπορίαν σου
14 ἐξ οἴκου Θεργαμα ἵππους καὶ ἱππει̃ς ἔδωκαν ἀγοράν σου
15 υἱοὶ 'Ροδίων ἔμποροί σου ἀπὸ νήσων ἐπλήθυναν τὴν ἐμπορίαν σου ὀδόντας ἐλεφαντίνους καὶ τοι̃ς εἰσαγομένοις ἀντεδίδους τοὺς μισθούς σου
16 ἀνθρώπους ἐμπορίαν σου ἀπὸ πλήθους του̃ συμμίκτου σου στακτὴν καὶ ποικίλματα ἐκ Θαρσις καὶ Ραμωθ καὶ Χορχορ ἔδωκαν τὴν ἀγοράν σου
17 Ιουδας καὶ οἱ υἱοὶ του̃ Ισραηλ οὑ̃τοι ἔμποροί σου ἐν σίτου πράσει καὶ μύρων καὶ κασίας καὶ πρω̃τον μέλι καὶ ἔλαιον καὶ ῥητίνην ἔδωκαν εἰς τὸν σύμμικτόν σου
18 Δαμασκὸς ἔμπορός σου ἐκ πλήθους πάσης δυνάμεώς σου οἰ̃νος ἐκ Χελβων καὶ ἔρια ἐκ Μιλήτου
19 καὶ οἰ̃νον εἰς τὴν ἀγοράν σου ἔδωκαν ἐξ Ασηλ σίδηρος εἰργασμένος καὶ τροχὸς ἐν τω̨̃ συμμίκτω̨ σού ἐστιν
20 Δαιδαν ἔμποροί σου μετὰ κτηνω̃ν ἐκλεκτω̃ν εἰς ἅρματα
21 ἡ 'Αραβία καὶ πάντες οἱ ἄρχοντες Κηδαρ οὑ̃τοι ἔμποροί σου διὰ χειρός σου καμήλους καὶ κριοὺς καὶ ἀμνοὺς ἐν οἱ̃ς ἐμπορεύονταί σε
22 ἔμποροι Σαβα καὶ Ραγμα οὑ̃τοι ἔμποροί σου μετὰ πρώτων ἡδυσμάτων καὶ λίθων χρηστω̃ν καὶ χρυσίον ἔδωκαν τὴν ἀγοράν σου
23 Χαρραν καὶ Χαννα οὑ̃τοι ἔμποροί σου Ασσουρ καὶ Χαρμαν ἔμποροί σου
24 φέροντες ἐμπορίαν ὑάκινθον καὶ θησαυροὺς ἐκλεκτοὺς δεδεμένους σχοινίοις καὶ κυπαρίσσινα
25 πλοι̃α ἐν αὐτοι̃ς Καρχηδόνιοι ἔμποροί σου ἐν τω̨̃ πλήθει ἐν τω̨̃ συμμίκτω̨ σου καὶ ἐνεπλήσθης καὶ ἐβαρύνθης σφόδρα ἐν καρδία̨ θαλάσσης
26 ἐν ὕδατι πολλω̨̃ ἠ̃γόν σε οἱ κωπηλάται σου τὸ πνευ̃μα του̃ νότου συνέτριψέν σε ἐν καρδία̨ θαλάσσης
27 ἠ̃σαν δυνάμεις σου καὶ ὁ μισθός σου καὶ τω̃ν συμμίκτων σου καὶ οἱ κωπηλάται σου καὶ οἱ κυβερνη̃ταί σου καὶ οἱ σύμβουλοί σου καὶ οἱ σύμμικτοί σου ἐκ τω̃ν συμμίκτων σου καὶ πάντες οἱ ἄνδρες οἱ πολεμισταί σου οἱ ἐν σοὶ καὶ πα̃σα ἡ συναγωγή σου ἐν μέσω̨ σου πεσου̃νται ἐν καρδία̨ θαλάσσης ἐν τη̨̃ ἡμέρα̨ τη̃ς πτώσεώς σου
28 πρὸς τὴν φωνὴν τη̃ς κραυγη̃ς σου οἱ κυβερνη̃ταί σου φόβω̨ φοβηθήσονται
29 καὶ καταβήσονται ἀπὸ τω̃ν πλοίων πάντες οἱ κωπηλάται σου καὶ οἱ ἐπιβάται καὶ οἱ πρωρει̃ς τη̃ς θαλάσσης ἐπὶ τὴν γη̃ν στήσονται
30 καὶ ἀλαλάξουσιν ἐπὶ σὲ τη̨̃ φωνη̨̃ αὐτω̃ν καὶ κεκράξονται πικρὸν καὶ ἐπιθήσουσιν ἐπὶ τὴν κεφαλὴν αὐτω̃ν γη̃ν καὶ σποδὸν ὑποστρώσονται
31 ...
32 καὶ λήμψονται οἱ υἱοὶ αὐτω̃ν ἐπὶ σὲ θρη̃νον καὶ θρήνημά σοι
33 πόσον τινὰ εὑ̃ρες μισθὸν ἀπὸ τη̃ς θαλάσσης ἐνέπλησας ἔθνη ἀπὸ του̃ πλήθους σου καὶ ἀπὸ του̃ συμμίκτου σου ἐπλούτισας πάντας βασιλει̃ς τη̃ς γη̃ς
34 νυ̃ν συνετρίβης ἐν θαλάσση̨ ἐν βάθει ὕδατος ὁ σύμμικτός σου καὶ πα̃σα ἡ συναγωγή σου ἐν μέσω̨ σου ἔπεσον πάντες οἱ κωπηλάται σου
35 πάντες οἱ κατοικου̃ντες τὰς νήσους ἐστύγνασαν ἐπὶ σέ καὶ οἱ βασιλει̃ς αὐτω̃ν ἐκστάσει ἐξέστησαν καὶ ἐδάκρυσεν τὸ πρόσωπον αὐτω̃ν
36 ἔμποροι ἀπὸ ἐθνω̃ν ἐσύρισάν σε ἀπώλεια ἐγένου καὶ οὐκέτι ἔση̨ εἰς τὸν αἰω̃να

ΙΕΖΕΚΙΗΛ, κεφαλίς 28

1 καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων
2 καὶ σύ υἱὲ ἀνθρώπου εἰπὸν τω̨̃ ἄρχοντι Τύρου τάδε λέγει κύριος ἀνθ' ὡ̃ν ὑψώθη σου ἡ καρδία καὶ εἰ̃πας θεός εἰμι ἐγώ κατοικίαν θεου̃ κατώ̨κηκα ἐν καρδία̨ θαλάσσης σὺ δὲ εἰ̃ ἄνθρωπος καὶ οὐ θεὸς καὶ ἔδωκας τὴν καρδίαν σου ὡς καρδίαν θεου̃
3 μὴ σοφώτερος εἰ̃ σὺ του̃ Δανιηλ σοφοὶ οὐκ ἐπαίδευσάν σε τη̨̃ ἐπιστήμη̨ αὐτω̃ν
4 μὴ ἐν τη̨̃ ἐπιστήμη̨ σου ἢ ἐν τη̨̃ φρονήσει σου ἐποίησας σεαυτω̨̃ δύναμιν καὶ χρυσίον καὶ ἀργύριον ἐν τοι̃ς θησαυροι̃ς σου
5 ἐν τη̨̃ πολλη̨̃ ἐπιστήμη̨ σου καὶ ἐμπορία̨ σου ἐπλήθυνας δύναμίν σου ὑψώθη ἡ καρδία σου ἐν τη̨̃ δυνάμει σου
6 διὰ του̃το τάδε λέγει κύριος ἐπειδὴ δέδωκας τὴν καρδίαν σου ὡς καρδίαν θεου̃
7 ἀντὶ τούτου ἰδοὺ ἐγὼ ἐπάγω ἐπὶ σὲ ἀλλοτρίους λοιμοὺς ἀπὸ ἐθνω̃ν καὶ ἐκκενώσουσιν τὰς μαχαίρας αὐτω̃ν ἐπὶ σὲ καὶ ἐπὶ τὸ κάλλος τη̃ς ἐπιστήμης σου καὶ στρώσουσιν τὸ κάλλος σου εἰς ἀπώλειαν
8 καὶ καταβιβάσουσίν σε καὶ ἀποθανη̨̃ θανάτω̨ τραυματιω̃ν ἐν καρδία̨ θαλάσσης
9 μὴ λέγων ἐρει̃ς θεός εἰμι ἐγώ ἐνώπιον τω̃ν ἀναιρούντων σε σὺ δὲ εἰ̃ ἄνθρωπος καὶ οὐ θεός ἐν πλήθει
10 ἀπεριτμήτων ἀπολη̨̃ ἐν χερσὶν ἀλλοτρίων ὅτι ἐγὼ ἐλάλησα λέγει κύριος
11 καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων
12 υἱὲ ἀνθρώπου λαβὲ θρη̃νον ἐπὶ τὸν ἄρχοντα Τύρου καὶ εἰπὸν αὐτω̨̃ τάδε λέγει κύριος κύριος σὺ ἀποσφράγισμα ὁμοιώσεως καὶ στέφανος κάλλους
13 ἐν τη̨̃ τρυφη̨̃ του̃ παραδείσου του̃ θεου̃ ἐγενήθης πα̃ν λίθον χρηστὸν ἐνδέδεσαι σάρδιον καὶ τοπάζιον καὶ σμάραγδον καὶ ἄνθρακα καὶ σάπφειρον καὶ ἴασπιν καὶ ἀργύριον καὶ χρυσίον καὶ λιγύριον καὶ ἀχάτην καὶ ἀμέθυστον καὶ χρυσόλιθον καὶ βηρύλλιον καὶ ὀνύχιον καὶ χρυσίου ἐνέπλησας τοὺς θησαυρούς σου καὶ τὰς ἀποθήκας σου ἐν σοὶ ἀφ' ἡ̃ς ἡμέρας ἐκτίσθης σύ
14 μετὰ του̃ χερουβ ἔθηκά σε ἐν ὄρει ἁγίω̨ θεου̃ ἐγενήθης ἐν μέσω̨ λίθων πυρίνων
15 ἐγενήθης ἄμωμος σὺ ἐν ται̃ς ἡμέραις σου ἀφ' ἡ̃ς ἡμέρας σὺ ἐκτίσθης ἕως εὑρέθη τὰ ἀδικήματα ἐν σοί
16 ἀπὸ πλήθους τη̃ς ἐμπορίας σου ἔπλησας τὰ ταμίειά σου ἀνομίας καὶ ἥμαρτες καὶ ἐτραυματίσθης ἀπὸ ὄρους του̃ θεου̃ καὶ ἤγαγέν σε τὸ χερουβ ἐκ μέσου λίθων πυρίνων
17 ὑψώθη ἡ καρδία σου ἐπὶ τω̨̃ κάλλει σου διεφθάρη ἡ ἐπιστήμη σου μετὰ του̃ κάλλους σου διὰ πλη̃θος ἁμαρτιω̃ν σου ἐπὶ τὴν γη̃ν ἔρριψά σε ἐναντίον βασιλέων ἔδωκά σε παραδειγματισθη̃ναι
18 διὰ τὸ πλη̃θος τω̃ν ἁμαρτιω̃ν σου καὶ τω̃ν ἀδικιω̃ν τη̃ς ἐμπορίας σου ἐβεβήλωσας τὰ ἱερά σου καὶ ἐξάξω πυ̃ρ ἐκ μέσου σου του̃το καταφάγεταί σε καὶ δώσω σε εἰς σποδὸν ἐπὶ τη̃ς γη̃ς σου ἐναντίον πάντων τω̃ν ὁρώντων σε
19 καὶ πάντες οἱ ἐπιστάμενοί σε ἐν τοι̃ς ἔθνεσιν στυγνάσουσιν ἐπὶ σέ ἀπώλεια ἐγένου καὶ οὐχ ὑπάρξεις ἔτι εἰς τὸν αἰω̃να
20 καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων
21 υἱὲ ἀνθρώπου στήρισον τὸ πρόσωπόν σου ἐπὶ Σιδω̃να καὶ προφήτευσον ἐπ' αὐτὴν
22 καὶ εἰπόν τάδε λέγει κύριος ἰδοὺ ἐγὼ ἐπὶ σέ Σιδών καὶ ἐνδοξασθήσομαι ἐν σοί καὶ γνώση̨ ὅτι ἐγώ εἰμι κύριος ἐν τω̨̃ ποιη̃σαί με ἐν σοὶ κρίματα καὶ ἁγιασθήσομαι ἐν σοί
23 αἱ̃μα καὶ θάνατος ἐν ται̃ς πλατείαις σου καὶ πεσου̃νται τετραυματισμένοι ἐν μαχαίραις ἐν σοὶ περικύκλω̨ σου καὶ γνώσονται διότι ἐγώ εἰμι κύριος
24 καὶ οὐκ ἔσονται οὐκέτι τω̨̃ οἴκω̨ του̃ Ισραηλ σκόλοψ πικρίας καὶ ἄκανθα ὀδύνης ἀπὸ πάντων τω̃ν περικύκλω̨ αὐτω̃ν τω̃ν ἀτιμασάντων αὐτούς καὶ γνώσονται ὅτι ἐγώ εἰμι κύριος
25 τάδε λέγει κύριος κύριος καὶ συνάξω τὸν Ισραηλ ἐκ τω̃ν ἐθνω̃ν οὑ̃ διεσκορπίσθησαν ἐκει̃ καὶ ἁγιασθήσομαι ἐν αὐτοι̃ς ἐνώπιον τω̃ν λαω̃ν καὶ τω̃ν ἐθνω̃ν καὶ κατοικήσουσιν ἐπὶ τη̃ς γη̃ς αὐτω̃ν ἣν δέδωκα τω̨̃ δούλω̨ μου Ιακωβ
26 καὶ κατοικήσουσιν ἐπ' αὐτη̃ς ἐν ἐλπίδι καὶ οἰκοδομήσουσιν οἰκίας καὶ φυτεύσουσιν ἀμπελω̃νας καὶ κατοικήσουσιν ἐν ἐλπίδι ὅταν ποιήσω κρίμα ἐν πα̃σιν τοι̃ς ἀτιμάσασιν αὐτοὺς ἐν τοι̃ς κύκλω̨ αὐτω̃ν καὶ γνώσονται ὅτι ἐγώ εἰμι κύριος ὁ θεὸς αὐτω̃ν καὶ ὁ θεὸς τω̃ν πατέρων αὐτω̃ν

ΙΕΖΕΚΙΗΛ, κεφαλίς 29

1 ἐν τω̨̃ ἔτει τω̨̃ δεκάτω̨ ἐν τω̨̃ δεκάτω̨ μηνὶ μια̨̃ του̃ μηνὸς ἐγένετο λόγος κυρίου πρός με λέγων
2 υἱὲ ἀνθρώπου στήρισον τὸ πρόσωπόν σου ἐπὶ Φαραω βασιλέα Αἰγύπτου καὶ προφήτευσον ἐπ' αὐτὸν καὶ ἐπ' Αἴγυπτον ὅλην
3 καὶ εἰπόν τάδε λέγει κύριος ἰδοὺ ἐγὼ ἐπὶ Φαραω τὸν δράκοντα τὸν μέγαν τὸν ἐγκαθήμενον ἐν μέσω̨ ποταμω̃ν αὐτου̃ τὸν λέγοντα ἐμοί εἰσιν οἱ ποταμοί καὶ ἐγὼ ἐποίησα αὐτούς
4 καὶ ἐγὼ δώσω παγίδας εἰς τὰς σιαγόνας σου καὶ προσκολλήσω τοὺς ἰχθυ̃ς του̃ ποταμου̃ σου πρὸς τὰς πτέρυγάς σου καὶ ἀνάξω σε ἐκ μέσου του̃ ποταμου̃ σου καὶ πάντας τοὺς ἰχθύας του̃ ποταμου̃ σου
5 καὶ καταβαλω̃ σε ἐν τάχει καὶ πάντας τοὺς ἰχθύας του̃ ποταμου̃ σου ἐπὶ πρόσωπον του̃ πεδίου πεση̨̃ καὶ οὐ μὴ συναχθη̨̃ς καὶ οὐ μὴ περισταλη̨̃ς τοι̃ς θηρίοις τη̃ς γη̃ς καὶ τοι̃ς πετεινοι̃ς του̃ οὐρανου̃ δέδωκά σε εἰς κατάβρωμα
6 καὶ γνώσονται πάντες οἱ κατοικου̃ντες Αἴγυπτον ὅτι ἐγώ εἰμι κύριος ἀνθ' ὡ̃ν ἐγενήθης ῥάβδος καλαμίνη τω̨̃ οἴκω̨ Ισραηλ
7 ὅτε ἐπελάβοντό σου τη̨̃ χειρὶ αὐτω̃ν ἐθλάσθης καὶ ὅτε ἐπεκράτησεν ἐπ' αὐτοὺς πα̃σα χεὶρ καὶ ὅτε ἐπανεπαύσαντο ἐπὶ σέ συνετρίβης καὶ συνέκλασας αὐτω̃ν πα̃σαν ὀσφύν
8 διὰ του̃το τάδε λέγει κύριος ἰδοὺ ἐγὼ ἐπάγω ἐπὶ σὲ ῥομφαίαν καὶ ἀπολω̃ ἀνθρώπους ἀπὸ σου̃ καὶ κτήνη
9 καὶ ἔσται ἡ γη̃ Αἰγύπτου ἀπώλεια καὶ ἔρημος καὶ γνώσονται ὅτι ἐγώ εἰμι κύριος ἀντὶ του̃ λέγειν σε οἱ ποταμοὶ ἐμοί εἰσιν καὶ ἐγὼ ἐποίησα αὐτούς
10 διὰ του̃το ἰδοὺ ἐγὼ ἐπὶ σὲ καὶ ἐπὶ πάντας τοὺς ποταμούς σου καὶ δώσω γη̃ν Αἰγύπτου εἰς ἔρημον καὶ ῥομφαίαν καὶ ἀπώλειαν ἀπὸ Μαγδώλου καὶ Συήνης καὶ ἕως ὁρίων Αἰθιόπων
11 οὐ μὴ διέλθη̨ ἐν αὐτη̨̃ ποὺς ἀνθρώπου καὶ ποὺς κτήνους οὐ μὴ διέλθη̨ αὐτήν καὶ οὐ κατοικηθήσεται τεσσαράκοντα ἔτη
12 καὶ δώσω τὴν γη̃ν αὐτη̃ς ἀπώλειαν ἐν μέσω̨ γη̃ς ἠρημωμένης καὶ αἱ πόλεις αὐτη̃ς ἐν μέσω̨ πόλεων ἠρημωμένων ἔσονται τεσσαράκοντα ἔτη καὶ διασπερω̃ Αἴγυπτον ἐν τοι̃ς ἔθνεσιν καὶ λικμήσω αὐτοὺς εἰς τὰς χώρας
13 τάδε λέγει κύριος μετὰ τεσσαράκοντα ἔτη συνάξω τοὺς Αἰγυπτίους ἀπὸ τω̃ν ἐθνω̃ν οὑ̃ διεσκορπίσθησαν ἐκει̃
14 καὶ ἀποστρέψω τὴν αἰχμαλωσίαν τω̃ν Αἰγυπτίων καὶ κατοικίσω αὐτοὺς ἐν γη̨̃ Παθουρης ἐν τη̨̃ γη̨̃ ὅθεν ἐλήμφθησαν καὶ ἔσται ἀρχὴ ταπεινὴ
15 παρὰ πάσας τὰς ἀρχάς οὐ μὴ ὑψωθη̨̃ ἔτι ἐπὶ τὰ ἔθνη καὶ ὀλιγοστοὺς αὐτοὺς ποιήσω του̃ μὴ εἰ̃ναι αὐτοὺς πλείονας ἐν τοι̃ς ἔθνεσιν
16 καὶ οὐκέτι ἔσονται τω̨̃ οἴκω̨ Ισραηλ εἰς ἐλπίδα ἀναμιμνή̨σκουσαν ἀνομίαν ἐν τω̨̃ αὐτοὺς ἀκολουθη̃σαι ὀπίσω αὐτω̃ν καὶ γνώσονται ὅτι ἐγώ εἰμι κύριος
17 καὶ ἐγένετο ἐν τω̨̃ ἑβδόμω̨ καὶ εἰκοστω̨̃ ἔτει μια̨̃ του̃ μηνὸς του̃ πρώτου ἐγένετο λόγος κυρίου πρός με λέγων
18 υἱὲ ἀνθρώπου Ναβουχοδονοσορ βασιλεὺς Βαβυλω̃νος κατεδουλώσατο αὐτου̃ τὴν δύναμιν δουλεία̨ μεγάλη̨ ἐπὶ Τύρου πα̃σα κεφαλὴ φαλακρὰ καὶ πα̃ς ὠ̃μος μαδω̃ν καὶ μισθὸς οὐκ ἐγενήθη αὐτω̨̃ καὶ τη̨̃ δυνάμει αὐτου̃ ἐπὶ Τύρου καὶ τη̃ς δουλείας ἡ̃ς ἐδούλευσαν ἐπ' αὐτήν
19 τάδε λέγει κύριος κύριος ἰδοὺ δίδωμι τω̨̃ Ναβουχοδονοσορ βασιλει̃ Βαβυλω̃νος γη̃ν Αἰγύπτου καὶ προνομεύσει τὴν προνομὴν αὐτη̃ς καὶ σκυλεύσει τὰ σκυ̃λα αὐτη̃ς καὶ ἔσται μισθὸς τη̨̃ δυνάμει αὐτου̃
20 ἀντὶ τη̃ς λειτουργίας αὐτου̃ ἡ̃ς ἐδούλευσεν ἐπὶ Τύρον δέδωκα αὐτω̨̃ γη̃ν Αἰγύπτου τάδε λέγει κύριος κύριος
21 ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ ἀνατελει̃ κέρας παντὶ τω̨̃ οἴκω̨ Ισραηλ καὶ σοὶ δώσω στόμα ἀνεω̨γμένον ἐν μέσω̨ αὐτω̃ν καὶ γνώσονται ὅτι ἐγώ εἰμι κύριος

ΙΕΖΕΚΙΗΛ, κεφαλίς 30

1 καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων
2 υἱὲ ἀνθρώπου προφήτευσον καὶ εἰπόν τάδε λέγει κύριος ὠ̃ ὠ̃ ἡ ἡμέρα
3 ὅτι ἐγγὺς ἡ ἡμέρα του̃ κυρίου ἡμέρα πέρας ἐθνω̃ν ἔσται
4 καὶ ἥξει μάχαιρα ἐπ' Αἰγυπτίους καὶ ἔσται ταραχὴ ἐν τη̨̃ Αἰθιοπία̨ καὶ πεσου̃νται τετραυματισμένοι ἐν Αἰγύπτω̨ καὶ συμπεσει̃ται αὐτη̃ς τὰ θεμέλια
5 Πέρσαι καὶ Κρη̃τες καὶ Λυδοὶ καὶ Λίβυες καὶ πάντες οἱ ἐπίμικτοι καὶ τω̃ν υἱω̃ν τη̃ς διαθήκης μου μαχαίρα̨ πεσου̃νται ἐν αὐτη̨̃
6 καὶ πεσου̃νται τὰ ἀντιστηρίγματα Αἰγύπτου καὶ καταβήσεται ἡ ὕβρις τη̃ς ἰσχύος αὐτη̃ς ἀπὸ Μαγδώλου ἕως Συήνης μαχαίρα̨ πεσου̃νται ἐν αὐτη̨̃ λέγει κύριος
7 καὶ ἐρημωθήσεται ἐν μέσω̨ χωρω̃ν ἠρημωμένων καὶ αἱ πόλεις αὐτω̃ν ἐν μέσω̨ πόλεων ἠρημωμένων ἔσονται
8 καὶ γνώσονται ὅτι ἐγώ εἰμι κύριος ὅταν δω̃ πυ̃ρ ἐπ' Αἴγυπτον καὶ συντριβω̃σι πάντες οἱ βοηθου̃ντες αὐτη̨̃
9 ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ ἐξελεύσονται ἄγγελοι σπεύδοντες ἀφανίσαι τὴν Αἰθιοπίαν καὶ ἔσται ταραχὴ ἐν αὐτοι̃ς ἐν τη̨̃ ἡμέρα̨ Αἰγύπτου ὅτι ἰδοὺ ἥκει
10 τάδε λέγει κύριος κύριος καὶ ἀπολω̃ πλη̃θος Αἰγυπτίων διὰ χειρὸς Ναβουχοδονοσορ βασιλέως Βαβυλω̃νος
11 αὐτου̃ καὶ του̃ λαου̃ αὐτου̃ λοιμοὶ ἀπὸ ἐθνω̃ν ἀπεσταλμένοι ἀπολέσαι τὴν γη̃ν καὶ ἐκκενώσουσιν πάντες τὰς μαχαίρας αὐτω̃ν ἐπ' Αἴγυπτον καὶ πλησθήσεται ἡ γη̃ τραυματιω̃ν
12 καὶ δώσω τοὺς ποταμοὺς αὐτω̃ν ἐρήμους καὶ ἀπολω̃ τὴν γη̃ν καὶ τὸ πλήρωμα αὐτη̃ς ἐν χερσὶν ἀλλοτρίων ἐγὼ κύριος λελάληκα
13 ὅτι τάδε λέγει κύριος κύριος καὶ ἀπολω̃ μεγιστα̃νας ἀπὸ Μέμφεως καὶ ἄρχοντας ἐκ γη̃ς Αἰγύπτου καὶ οὐκ ἔσονται ἔτι
14 καὶ ἀπολω̃ γη̃ν Παθουρης καὶ δώσω πυ̃ρ ἐπὶ Τάνιν καὶ ποιήσω ἐκδίκησιν ἐν Διοσπόλει
15 καὶ ἐκχεω̃ τὸν θυμόν μου ἐπὶ Σάιν τὴν ἰσχὺν Αἰγύπτου καὶ ἀπολω̃ τὸ πλη̃θος Μέμφεως
16 καὶ δώσω πυ̃ρ ἐπ' Αἴγυπτον καὶ ταραχὴν ταραχθήσεται Συήνη καὶ ἐν Διοσπόλει ἔσται ἔκρηγμα καὶ διαχυθήσεται ὕδατα
17 νεανίσκοι ἡλίου πόλεως καὶ Βουβάστου ἐν μαχαίρα̨ πεσου̃νται καὶ αἱ γυναι̃κες ἐν αἰχμαλωσία̨ πορεύσονται
18 καὶ ἐν Ταφνας συσκοτάσει ἡ ἡμέρα ἐν τω̨̃ συντρι̃ψαι με ἐκει̃ τὰ σκη̃πτρα Αἰγύπτου καὶ ἀπολει̃ται ἐκει̃ ἡ ὕβρις τη̃ς ἰσχύος αὐτη̃ς καὶ αὐτὴν νεφέλη καλύψει καὶ αἱ θυγατέρες αὐτη̃ς αἰχμάλωτοι ἀχθήσονται
19 καὶ ποιήσω κρίμα ἐν Αἰγύπτω̨ καὶ γνώσονται ὅτι ἐγώ εἰμι κύριος
20 καὶ ἐγένετο ἐν τω̨̃ ἑνδεκάτω̨ ἔτει ἐν τω̨̃ πρώτω̨ μηνὶ ἑβδόμη̨ του̃ μηνὸς ἐγένετο λόγος κυρίου πρός με λέγων
21 υἱὲ ἀνθρώπου τοὺς βραχίονας Φαραω βασιλέως Αἰγύπτου συνέτριψα καὶ ἰδοὺ οὐ κατεδέθη του̃ δοθη̃ναι ἴασιν του̃ δοθη̃ναι ἐπ' αὐτὸν μάλαγμα του̃ δοθη̃ναι ἰσχὺν ἐπιλαβέσθαι μαχαίρας
22 διὰ του̃το τάδε λέγει κύριος κύριος ἰδοὺ ἐγὼ ἐπὶ Φαραω βασιλέα Αἰγύπτου καὶ συντρίψω τοὺς βραχίονας αὐτου̃ τοὺς ἰσχυροὺς καὶ τοὺς τεταμένους καὶ καταβαλω̃ τὴν μάχαιραν αὐτου̃ ἐκ τη̃ς χειρὸς αὐτου̃
23 καὶ διασπερω̃ Αἴγυπτον εἰς τὰ ἔθνη καὶ λικμήσω αὐτοὺς εἰς τὰς χώρας
24 καὶ κατισχύσω τοὺς βραχίονας βασιλέως Βαβυλω̃νος καὶ δώσω τὴν ῥομφαίαν μου εἰς τὴν χει̃ρα αὐτου̃ καὶ ἐπάξει αὐτὴν ἐπ' Αἴγυπτον καὶ προνομεύσει τὴν προνομὴν αὐτη̃ς καὶ σκυλεύσει τὰ σκυ̃λα αὐτη̃ς
25 καὶ ἐνισχύσω τοὺς βραχίονας βασιλέως Βαβυλω̃νος οἱ δὲ βραχίονες Φαραω πεσου̃νται καὶ γνώσονται ὅτι ἐγώ εἰμι κύριος ἐν τω̨̃ δου̃ναι τὴν ῥομφαίαν μου εἰς χει̃ρας βασιλέως Βαβυλω̃νος καὶ ἐκτενει̃ αὐτὴν ἐπὶ γη̃ν Αἰγύπτου
26 καὶ διασπερω̃ Αἴγυπτον εἰς τὰ ἔθνη καὶ λικμήσω αὐτοὺς εἰς τὰς χώρας καὶ γνώσονται πάντες ὅτι ἐγώ εἰμι κύριος

ΙΕΖΕΚΙΗΛ, κεφαλίς 31

1 καὶ ἐγένετο ἐν τω̨̃ ἑνδεκάτω̨ ἔτει ἐν τω̨̃ τρίτω̨ μηνὶ μια̨̃ του̃ μηνὸς ἐγένετο λόγος κυρίου πρός με λέγων
2 υἱὲ ἀνθρώπου εἰπὸν πρὸς Φαραω βασιλέα Αἰγύπτου καὶ τω̨̃ πλήθει αὐτου̃ τίνι ὡμοίωσας σεαυτὸν ἐν τω̨̃ ὕψει σου
3 ἰδοὺ Ασσουρ κυπάρισσος ἐν τω̨̃ Λιβάνω̨ καὶ καλὸς ται̃ς παραφυάσιν καὶ ὑψηλὸς τω̨̃ μεγέθει εἰς μέσον νεφελω̃ν ἐγένετο ἡ ἀρχὴ αὐτου̃
4 ὕδωρ ἐξέθρεψεν αὐτόν ἡ ἄβυσσος ὕψωσεν αὐτόν τοὺς ποταμοὺς αὐτη̃ς ἤγαγεν κύκλω̨ τω̃ν φυτω̃ν αὐτου̃ καὶ τὰ συστέματα αὐτη̃ς ἐξαπέστειλεν εἰς πάντα τὰ ξύλα του̃ πεδίου
5 ἕνεκεν τούτου ὑψώθη τὸ μέγεθος αὐτου̃ παρὰ πάντα τὰ ξύλα του̃ πεδίου καὶ ἐπλατύνθησαν οἱ κλάδοι αὐτου̃ ἀφ' ὕδατος πολλου̃
6 ἐν ται̃ς παραφυάσιν αὐτου̃ ἐνόσσευσαν πάντα τὰ πετεινὰ του̃ οὐρανου̃ καὶ ὑποκάτω τω̃ν κλάδων αὐτου̃ ἐγεννω̃σαν πάντα τὰ θηρία του̃ πεδίου ἐν τη̨̃ σκια̨̃ αὐτου̃ κατώ̨κησεν πα̃ν πλη̃θος ἐθνω̃ν
7 καὶ ἐγένετο καλὸς ἐν τω̨̃ ὕψει αὐτου̃ διὰ τὸ πλη̃θος τω̃ν κλάδων αὐτου̃ ὅτι ἐγενήθησαν αἱ ῥίζαι αὐτου̃ εἰς ὕδωρ πολύ
8 κυπάρισσοι τοιαυ̃ται οὐκ ἐγενήθησαν ἐν τω̨̃ παραδείσω̨ του̃ θεου̃ καὶ πίτυες οὐχ ὅμοιαι ται̃ς παραφυάσιν αὐτου̃ καὶ ἐλάται οὐκ ἐγένοντο ὅμοιαι τοι̃ς κλάδοις αὐτου̃ πα̃ν ξύλον ἐν τω̨̃ παραδείσω̨ του̃ θεου̃ οὐχ ὡμοιώθη αὐτω̨̃ ἐν τω̨̃ κάλλει αὐτου̃
9 διὰ τὸ πλη̃θος τω̃ν κλάδων αὐτου̃ καὶ ἐζήλωσεν αὐτὸν τὰ ξύλα του̃ παραδείσου τη̃ς τρυφη̃ς του̃ θεου̃
10 διὰ του̃το τάδε λέγει κύριος ἀνθ' ὡ̃ν ἐγένου μέγας τω̨̃ μεγέθει καὶ ἔδωκας τὴν ἀρχήν σου εἰς μέσον νεφελω̃ν καὶ εἰ̃δον ἐν τω̨̃ ὑψωθη̃ναι αὐτόν
11 καὶ παρέδωκα αὐτὸν εἰς χει̃ρας ἄρχοντος ἐθνω̃ν καὶ ἐποίησεν τὴν ἀπώλειαν αὐτου̃
12 καὶ ἐξωλέθρευσαν αὐτὸν ἀλλότριοι λοιμοὶ ἀπὸ ἐθνω̃ν καὶ κατέβαλον αὐτὸν ἐπὶ τω̃ν ὀρέων ἐν πάσαις ται̃ς φάραγξιν ἔπεσαν οἱ κλάδοι αὐτου̃ καὶ συνετρίβη τὰ στελέχη αὐτου̃ ἐν παντὶ πεδίω̨ τη̃ς γη̃ς καὶ κατέβησαν ἀπὸ τη̃ς σκέπης αὐτω̃ν πάντες οἱ λαοὶ τω̃ν ἐθνω̃ν καὶ ἠδάφισαν αὐτόν
13 ἐπὶ τὴν πτω̃σιν αὐτου̃ ἀνεπαύσαντο πάντα τὰ πετεινὰ του̃ οὐρανου̃ καὶ ἐπὶ τὰ στελέχη αὐτου̃ ἐγένοντο πάντα τὰ θηρία του̃ ἀγρου̃
14 ὅπως μὴ ὑψωθω̃σιν ἐν τω̨̃ μεγέθει αὐτω̃ν πάντα τὰ ξύλα τὰ ἐν τω̨̃ ὕδατι καὶ οὐκ ἔδωκαν τὴν ἀρχὴν αὐτω̃ν εἰς μέσον νεφελω̃ν καὶ οὐκ ἔστησαν ἐν τω̨̃ ὕψει αὐτω̃ν πρὸς αὐτὰ πάντες οἱ πίνοντες ὕδωρ πάντες ἐδόθησαν εἰς θάνατον εἰς γη̃ς βάθος ἐν μέσω̨ υἱω̃ν ἀνθρώπων πρὸς καταβαίνοντας εἰς βόθρον
15 τάδε λέγει κύριος κύριος ἐν ἡ̨̃ ἡμέρα̨ κατέβη εἰς ἅ̨δου ἐπένθησεν αὐτὸν ἡ ἄβυσσος καὶ ἐπέστησα τοὺς ποταμοὺς αὐτη̃ς καὶ ἐκώλυσα πλη̃θος ὕδατος καὶ ἐσκότασεν ἐπ' αὐτὸν ὁ Λίβανος πάντα τὰ ξύλα του̃ πεδίου ἐπ' αὐτω̨̃ ἐξελύθησαν
16 ἀπὸ τη̃ς φωνη̃ς τη̃ς πτώσεως αὐτου̃ ἐσείσθησαν τὰ ἔθνη ὅτε κατεβίβαζον αὐτὸν εἰς ἅ̨δου μετὰ τω̃ν καταβαινόντων εἰς λάκκον καὶ παρεκάλουν αὐτὸν ἐν γη̨̃ πάντα τὰ ξύλα τη̃ς τρυφη̃ς καὶ τὰ ἐκλεκτὰ του̃ Λιβάνου πάντα τὰ πίνοντα ὕδωρ
17 καὶ γὰρ αὐτοὶ κατέβησαν μετ' αὐτου̃ εἰς ἅ̨δου ἐν τοι̃ς τραυματίαις ἀπὸ μαχαίρας καὶ τὸ σπέρμα αὐτου̃ οἱ κατοικου̃ντες ὑπὸ τὴν σκέπην αὐτου̃ ἐν μέσω̨ τη̃ς ζωη̃ς αὐτω̃ν ἀπώλοντο
18 τίνι ὡμοιώθης κατάβηθι καὶ καταβιβάσθητι μετὰ τω̃ν ξύλων τη̃ς τρυφη̃ς εἰς γη̃ς βάθος ἐν μέσω̨ ἀπεριτμήτων κοιμηθήση̨ μετὰ τραυματιω̃ν μαχαίρας οὕτως Φαραω καὶ τὸ πλη̃θος τη̃ς ἰσχύος αὐτου̃ λέγει κύριος κύριος

ΙΕΖΕΚΙΗΛ, κεφαλίς 32

1 καὶ ἐγένετο ἐν τω̨̃ ἑνδεκάτω̨ ἔτει ἐν τω̨̃ δωδεκάτω̨ μηνὶ μια̨̃ του̃ μηνὸς ἐγένετο λόγος κυρίου πρός με λέγων
2 υἱὲ ἀνθρώπου λαβὲ θρη̃νον ἐπὶ Φαραω βασιλέα Αἰγύπτου καὶ ἐρει̃ς αὐτω̨̃ λέοντι ἐθνω̃ν ὡμοιώθης καὶ σὺ ὡς δράκων ὁ ἐν τη̨̃ θαλάσση̨ καὶ ἐκεράτιζες τοι̃ς ποταμοι̃ς σου καὶ ἐτάρασσες ὕδωρ τοι̃ς ποσίν σου καὶ κατεπάτεις τοὺς ποταμούς σου
3 τάδε λέγει κύριος καὶ περιβαλω̃ ἐπὶ σὲ δίκτυα λαω̃ν πολλω̃ν καὶ ἀνάξω σε ἐν τω̨̃ ἀγκίστρω̨ μου
4 καὶ ἐκτενω̃ σε ἐπὶ τὴν γη̃ν πεδία πλησθήσεταί σου καὶ ἐπικαθιω̃ ἐπὶ σὲ πάντα τὰ πετεινὰ του̃ οὐρανου̃ καὶ ἐμπλήσω ἐκ σου̃ πάντα τὰ θηρία πάσης τη̃ς γη̃ς
5 καὶ δώσω τὰς σάρκας σου ἐπὶ τὰ ὄρη καὶ ἐμπλήσω ἀπὸ του̃ αἵματός σου
6 καὶ ποτισθήσεται ἡ γη̃ ἀπὸ τω̃ν προχωρημάτων σου ἀπὸ του̃ πλήθους σου ἐπὶ τω̃ν ὀρέων φάραγγας ἐμπλήσω ἀπὸ σου̃
7 καὶ κατακαλύψω ἐν τω̨̃ σβεσθη̃ναί σε οὐρανὸν καὶ συσκοτάσω τὰ ἄστρα αὐτου̃ ἥλιον ἐν νεφέλη̨ καλύψω καὶ σελήνη οὐ μὴ φάνη̨ τὸ φω̃ς αὐτη̃ς
8 πάντα τὰ φαίνοντα φω̃ς ἐν τω̨̃ οὐρανω̨̃ συσκοτάσουσιν ἐπὶ σέ καὶ δώσω σκότος ἐπὶ τὴν γη̃ν σου λέγει κύριος κύριος
9 καὶ παροργιω̃ καρδίαν λαω̃ν πολλω̃ν ἡνίκα ἂν ἄγω αἰχμαλωσίαν σου εἰς τὰ ἔθνη εἰς γη̃ν ἣν οὐκ ἔγνως
10 καὶ στυγνάσουσιν ἐπὶ σὲ ἔθνη πολλά καὶ οἱ βασιλει̃ς αὐτω̃ν ἐκστάσει ἐκστήσονται ἐν τω̨̃ πέτασθαι τὴν ῥομφαίαν μου ἐπὶ πρόσωπα αὐτω̃ν προσδεχόμενοι τὴν πτω̃σιν αὐτω̃ν ἀφ' ἡμέρας πτώσεώς σου
11 ὅτι τάδε λέγει κύριος ῥομφαία βασιλέως Βαβυλω̃νος ἥξει σοι
12 ἐν μαχαίραις γιγάντων καὶ καταβαλω̃ τὴν ἰσχύν σου λοιμοὶ ἀπὸ ἐθνω̃ν πάντες καὶ ἀπολου̃σι τὴν ὕβριν Αἰγύπτου καὶ συντριβήσεται πα̃σα ἡ ἰσχὺς αὐτη̃ς
13 καὶ ἀπολω̃ πάντα τὰ κτήνη αὐτη̃ς ἀφ' ὕδατος πολλου̃ καὶ οὐ μὴ ταράξη̨ αὐτὸ ἔτι ποὺς ἀνθρώπου καὶ ἴχνος κτηνω̃ν οὐ μὴ καταπατήση̨ αὐτό
14 οὕτως τότε ἡσυχάσει τὰ ὕδατα αὐτω̃ν καὶ οἱ ποταμοὶ αὐτω̃ν ὡς ἔλαιον πορεύσονται λέγει κύριος
15 ὅταν δω̃ Αἴγυπτον εἰς ἀπώλειαν καὶ ἐρημωθη̨̃ ἡ γη̃ σὺν τη̨̃ πληρώσει αὐτη̃ς ὅταν διασπείρω πάντας τοὺς κατοικου̃ντας ἐν αὐτη̨̃ καὶ γνώσονται ὅτι ἐγώ εἰμι κύριος
16 θρη̃νός ἐστιν καὶ θρηνήσεις αὐτόν καὶ αἱ θυγατέρες τω̃ν ἐθνω̃ν θρηνήσουσιν αὐτόν ἐπ' Αἴγυπτον καὶ ἐπὶ πα̃σαν τὴν ἰσχὺν αὐτη̃ς θρηνήσουσιν αὐτήν λέγει κύριος κύριος
17 καὶ ἐγενήθη ἐν τω̨̃ δωδεκάτω̨ ἔτει του̃ πρώτου μηνὸς πεντεκαιδεκάτη̨ του̃ μηνὸς ἐγένετο λόγος κυρίου πρός με λέγων
18 υἱὲ ἀνθρώπου θρήνησον ἐπὶ τὴν ἰσχὺν Αἰγύπτου καὶ καταβιβάσουσιν αὐτη̃ς τὰς θυγατέρας τὰ ἔθνη νεκρὰς εἰς τὸ βάθος τη̃ς γη̃ς πρὸς τοὺς καταβαίνοντας εἰς βόθρον
19 ...
20 ἐν μέσω̨ τραυματιω̃ν μαχαίρας πεσου̃νται μετ' αὐτου̃ καὶ κοιμηθήσεται πα̃σα ἡ ἰσχὺς αὐτου̃
21 καὶ ἐρου̃σίν σοι οἱ γίγαντες ἐν βάθει βόθρου γίνου τίνος κρείττων εἰ̃ κατάβηθι καὶ κοιμήθητι μετὰ ἀπεριτμήτων ἐν μέσω̨ τραυματιω̃ν μαχαίρας
22 ἐκει̃ Ασσουρ καὶ πα̃σα ἡ συναγωγὴ αὐτου̃ πάντες τραυματίαι ἐκει̃ ἐδόθησαν καὶ ἡ ταφὴ αὐτω̃ν ἐν βάθει βόθρου καὶ ἐγενήθη ἡ συναγωγὴ αὐτου̃ περικύκλω̨ του̃ μνήματος αὐτου̃ πάντες οἱ τραυματίαι οἱ πεπτωκότες μαχαίρα̨
23 οἱ δόντες τὸν φόβον αὐτω̃ν ἐπὶ γη̃ς ζωη̃ς
24 ἐκει̃ αιλαμ καὶ πα̃σα ἡ δύναμις αὐτου̃ περικύκλω̨ του̃ μνήματος αὐτου̃ πάντες οἱ τραυματίαι οἱ πεπτωκότες μαχαίρα̨ καὶ οἱ καταβαίνοντες ἀπερίτμητοι εἰς γη̃ς βάθος οἱ δεδωκότες αὐτω̃ν φόβον ἐπὶ γη̃ς ζωη̃ς καὶ ἐλάβοσαν τὴν βάσανον αὐτω̃ν μετὰ τω̃ν καταβαινόντων εἰς βόθρον
25 ἐν μέσω̨ τραυματιω̃ν
26 ἐκει̃ ἐδόθησαν Μοσοχ καὶ Θοβελ καὶ πα̃σα ἡ ἰσχὺς αὐτω̃ν περικύκλω̨ του̃ μνήματος αὐτου̃ πάντες τραυματίαι αὐτου̃ πάντες ἀπερίτμητοι τραυματίαι ἀπὸ μαχαίρας οἱ δεδωκότες τὸν φόβον αὐτω̃ν ἐπὶ γη̃ς ζωη̃ς
27 καὶ ἐκοιμήθησαν μετὰ τω̃ν γιγάντων τω̃ν πεπτωκότων ἀπὸ αἰω̃νος οἳ κατέβησαν εἰς ἅ̨δου ἐν ὅπλοις πολεμικοι̃ς καὶ ἔθηκαν τὰς μαχαίρας αὐτω̃ν ὑπὸ τὰς κεφαλὰς αὐτω̃ν καὶ ἐγενήθησαν αἱ ἀνομίαι αὐτω̃ν ἐπὶ τω̃ν ὀστω̃ν αὐτω̃ν ὅτι ἐξεφόβησαν γίγαντας ἐν γη̨̃ ζωη̃ς
28 καὶ σὺ ἐν μέσω̨ ἀπεριτμήτων κοιμηθήση̨ μετὰ τετραυματισμένων μαχαίρα̨
29 ἐκει̃ ἐδόθησαν οἱ ἄρχοντες Ασσουρ οἱ δόντες τὴν ἰσχὺν αὐτου̃ εἰς τραυ̃μα μαχαίρας οὑ̃τοι μετὰ τραυματιω̃ν ἐκοιμήθησαν μετὰ καταβαινόντων εἰς βόθρον
30 ἐκει̃ οἱ ἄρχοντες του̃ βορρα̃ πάντες στρατηγοὶ Ασσουρ οἱ καταβαίνοντες τραυματίαι σὺν τω̨̃ φόβω̨ αὐτω̃ν καὶ τη̨̃ ἰσχύι αὐτω̃ν ἐκοιμήθησαν ἀπερίτμητοι μετὰ τραυματιω̃ν μαχαίρας καὶ ἀπήνεγκαν τὴν βάσανον αὐτω̃ν μετὰ τω̃ν καταβαινόντων εἰς βόθρον
31 ἐκείνους ὄψεται βασιλεὺς Φαραω καὶ παρακληθήσεται ἐπὶ πα̃σαν τὴν ἰσχὺν αὐτω̃ν λέγει κύριος κύριος
32 ὅτι δέδωκα τὸν φόβον αὐτου̃ ἐπὶ γη̃ς ζωη̃ς καὶ κοιμηθήσεται ἐν μέσω̨ ἀπεριτμήτων μετὰ τραυματιω̃ν μαχαίρας Φαραω καὶ πα̃ν τὸ πλη̃θος αὐτου̃ λέγει κύριος κύριος

ΙΕΖΕΚΙΗΛ, κεφαλίς 33

1 καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων
2 υἱὲ ἀνθρώπου λάλησον τοι̃ς υἱοι̃ς του̃ λαου̃ σου καὶ ἐρει̃ς πρὸς αὐτούς γη̃ ἐφ' ἣν ἂν ἐπάγω ῥομφαίαν καὶ λάβη̨ ὁ λαὸς τη̃ς γη̃ς ἄνθρωπον ἕνα ἐξ αὐτω̃ν καὶ δω̃σιν αὐτὸν ἑαυτοι̃ς εἰς σκοπόν
3 καὶ ἴδη̨ τὴν ῥομφαίαν ἐρχομένην ἐπὶ τὴν γη̃ν καὶ σαλπίση̨ τη̨̃ σάλπιγγι καὶ σημάνη̨ τω̨̃ λαω̨̃
4 καὶ ἀκούση̨ ὁ ἀκούσας τὴν φωνὴν τη̃ς σάλπιγγος καὶ μὴ φυλάξηται καὶ ἐπέλθη̨ ἡ ῥομφαία καὶ καταλάβη̨ αὐτόν τὸ αἱ̃μα αὐτου̃ ἐπὶ τη̃ς κεφαλη̃ς αὐτου̃ ἔσται
5 ὅτι τὴν φωνὴν τη̃ς σάλπιγγος ἀκούσας οὐκ ἐφυλάξατο τὸ αἱ̃μα αὐτου̃ ἐπ' αὐτου̃ ἔσται καὶ οὑ̃τος ὅτι ἐφυλάξατο τὴν ψυχὴν αὐτου̃ ἐξείλατο
6 καὶ ὁ σκοπός ἐὰν ἴδη̨ τὴν ῥομφαίαν ἐρχομένην καὶ μὴ σημάνη̨ τη̨̃ σάλπιγγι καὶ ὁ λαὸς μὴ φυλάξηται καὶ ἐλθου̃σα ἡ ῥομφαία λάβη̨ ἐξ αὐτω̃ν ψυχήν αὕτη διὰ τὴν αὑτη̃ς ἀνομίαν ἐλήμφθη καὶ τὸ αἱ̃μα ἐκ τη̃ς χειρὸς του̃ σκοπου̃ ἐκζητήσω
7 καὶ σύ υἱὲ ἀνθρώπου σκοπὸν δέδωκά σε τω̨̃ οἴκω̨ Ισραηλ καὶ ἀκούση̨ ἐκ στόματός μου λόγον
8 ἐν τω̨̃ εἰ̃παί με τω̨̃ ἁμαρτωλω̨̃ θανάτω̨ θανατωθήση̨ καὶ μὴ λαλήση̨ς του̃ φυλάξασθαι τὸν ἀσεβη̃ ἀπὸ τη̃ς ὁδου̃ αὐτου̃ αὐτὸς ὁ ἄνομος τη̨̃ ἀνομία̨ αὐτου̃ ἀποθανει̃ται τὸ δὲ αἱ̃μα αὐτου̃ ἐκ τη̃ς χειρός σου ἐκζητήσω
9 σὺ δὲ ἐὰν προαπαγγείλη̨ς τω̨̃ ἀσεβει̃ τὴν ὁδὸν αὐτου̃ του̃ ἀποστρέψαι ἀπ' αὐτη̃ς καὶ μὴ ἀποστρέψη̨ ἀπὸ τη̃ς ὁδου̃ αὐτου̃ οὑ̃τος τη̨̃ ἀσεβεία̨ αὐτου̃ ἀποθανει̃ται καὶ σὺ τὴν ψυχὴν σαυτου̃ ἐξή̨ρησαι
10 καὶ σύ υἱὲ ἀνθρώπου εἰπὸν τω̨̃ οἴκω̨ Ισραηλ οὕτως ἐλαλήσατε λέγοντες αἱ πλάναι ἡμω̃ν καὶ αἱ ἀνομίαι ἡμω̃ν ἐφ' ἡμι̃ν εἰσιν καὶ ἐν αὐται̃ς ἡμει̃ς τηκόμεθα καὶ πω̃ς ζησόμεθα
11 εἰπὸν αὐτοι̃ς ζω̃ ἐγώ τάδε λέγει κύριος οὐ βούλομαι τὸν θάνατον του̃ ἀσεβου̃ς ὡς τὸ ἀποστρέψαι τὸν ἀσεβη̃ ἀπὸ τη̃ς ὁδου̃ αὐτου̃ καὶ ζη̃ν αὐτόν ἀποστροφη̨̃ ἀποστρέψατε ἀπὸ τη̃ς ὁδου̃ ὑμω̃ν καὶ ἵνα τί ἀποθνή̨σκετε οἰ̃κος Ισραηλ
12 εἰπὸν πρὸς τοὺς υἱοὺς του̃ λαου̃ σου δικαιοσύνη δικαίου οὐ μὴ ἐξέληται αὐτὸν ἐν ἡ̨̃ ἂν ἡμέρα̨ πλανηθη̨̃ καὶ ἀνομία ἀσεβου̃ς οὐ μὴ κακώση̨ αὐτὸν ἐν ἡ̨̃ ἂν ἡμέρα̨ ἀποστρέψη̨ ἀπὸ τη̃ς ἀνομίας αὐτου̃ καὶ δίκαιος οὐ μὴ δύνηται σωθη̃ναι
13 ἐν τω̨̃ εἰ̃παί με τω̨̃ δικαίω̨ οὑ̃τος πέποιθεν ἐπὶ τη̨̃ δικαιοσύνη̨ αὐτου̃ καὶ ποιήση̨ ἀνομίαν πα̃σαι αἱ δικαιοσύναι αὐτου̃ οὐ μὴ ἀναμνησθω̃σιν ἐν τη̨̃ ἀδικία̨ αὐτου̃ ἡ̨̃ ἐποίησεν ἐν αὐτη̨̃ ἀποθανει̃ται
14 καὶ ἐν τω̨̃ εἰ̃παί με τω̨̃ ἀσεβει̃ θανάτω̨ θανατωθήση̨ καὶ ἀποστρέψη̨ ἀπὸ τη̃ς ἁμαρτίας αὐτου̃ καὶ ποιήση̨ κρίμα καὶ δικαιοσύνην
15 καὶ ἐνεχύρασμα ἀποδω̨̃ καὶ ἅρπαγμα ἀποτείση̨ ἐν προστάγμασιν ζωη̃ς διαπορεύηται του̃ μὴ ποιη̃σαι ἄδικον ζωη̨̃ ζήσεται καὶ οὐ μὴ ἀποθάνη̨
16 πα̃σαι αἱ ἁμαρτίαι αὐτου̃ ἃς ἥμαρτεν οὐ μὴ ἀναμνησθω̃σιν ὅτι κρίμα καὶ δικαιοσύνην ἐποίησεν ἐν αὐτοι̃ς ζήσεται
17 καὶ ἐρου̃σιν οἱ υἱοὶ του̃ λαου̃ σου οὐκ εὐθει̃α ἡ ὁδὸς του̃ κυρίου καὶ αὕτη ἡ ὁδὸς αὐτω̃ν οὐκ εὐθει̃α
18 ἐν τω̨̃ ἀποστρέψαι δίκαιον ἀπὸ τη̃ς δικαιοσύνης αὐτου̃ καὶ ποιήση̨ ἀνομίας καὶ ἀποθανει̃ται ἐν αὐται̃ς
19 καὶ ἐν τω̨̃ ἀποστρέψαι τὸν ἁμαρτωλὸν ἀπὸ τη̃ς ἀνομίας αὐτου̃ καὶ ποιήση̨ κρίμα καὶ δικαιοσύνην ἐν αὐτοι̃ς αὐτὸς ζήσεται
20 καὶ του̃τό ἐστιν ὃ εἴπατε οὐκ εὐθει̃α ἡ ὁδὸς κυρίου ἕκαστον ἐν ται̃ς ὁδοι̃ς αὐτου̃ κρινω̃ ὑμα̃ς οἰ̃κος Ισραηλ
21 καὶ ἐγενήθη ἐν τω̨̃ δωδεκάτω̨ ἔτει ἐν τω̨̃ δωδεκάτω̨ μηνὶ πέμπτη̨ του̃ μηνὸς τη̃ς αἰχμαλωσίας ἡμω̃ν ἠ̃λθεν ὁ ἀνασωθεὶς πρός με ἀπὸ Ιερουσαλημ λέγων ἑάλω ἡ πόλις
22 καὶ ἐγενήθη ἐπ' ἐμὲ χεὶρ κυρίου ἑσπέρας πρὶν ἐλθει̃ν αὐτὸν καὶ ἤνοιξέν μου τὸ στόμα ἕως ἠ̃λθεν πρός με τὸ πρωί καὶ ἀνοιχθέν μου τὸ στόμα οὐ συνεσχέθη ἔτι
23 καὶ ἐγενήθη λόγος κυρίου πρός με λέγων
24 υἱὲ ἀνθρώπου οἱ κατοικου̃ντες τὰς ἠρημωμένας ἐπὶ τη̃ς γη̃ς του̃ Ισραηλ λέγουσιν εἱ̃ς ἠ̃ν Αβρααμ καὶ κατέσχεν τὴν γη̃ν καὶ ἡμει̃ς πλείους ἐσμέν ἡμι̃ν δέδοται ἡ γη̃ εἰς κατάσχεσιν
25 διὰ του̃το εἰπὸν αὐτοι̃ς τάδε λέγει κύριος κύριος
26 ...
27 ζω̃ ἐγώ εἰ μὴν οἱ ἐν ται̃ς ἠρημωμέναις μαχαίρα̨ πεσου̃νται καὶ οἱ ἐπὶ προσώπου του̃ πεδίου τοι̃ς θηρίοις του̃ ἀγρου̃ δοθήσονται εἰς κατάβρωμα καὶ τοὺς ἐν ται̃ς τετειχισμέναις καὶ τοὺς ἐν τοι̃ς σπηλαίοις θανάτω̨ ἀποκτενω̃
28 καὶ δώσω τὴν γη̃ν ἔρημον καὶ ἀπολει̃ται ἡ ὕβρις τη̃ς ἰσχύος αὐτη̃ς καὶ ἐρημωθήσεται τὰ ὄρη του̃ Ισραηλ διὰ τὸ μὴ εἰ̃ναι διαπορευόμενον
29 καὶ γνώσονται ὅτι ἐγώ εἰμι κύριος καὶ ποιήσω τὴν γη̃ν αὐτω̃ν ἔρημον καὶ ἐρημωθήσεται διὰ πάντα τὰ βδελύγματα αὐτω̃ν ἃ ἐποίησαν
30 καὶ σύ υἱὲ ἀνθρώπου οἱ υἱοὶ του̃ λαου̃ σου οἱ λαλου̃ντες περὶ σου̃ παρὰ τὰ τείχη καὶ ἐν τοι̃ς πυλω̃σι τω̃ν οἰκιω̃ν καὶ λαλου̃σιν ἄνθρωπος τω̨̃ ἀδελφω̨̃ αὐτου̃ λέγοντες συνέλθωμεν καὶ ἀκούσωμεν τὰ ἐκπορευόμενα παρὰ κυρίου
31 ἔρχονται πρὸς σέ ὡς συμπορεύεται λαός καὶ κάθηνται ἐναντίον σου καὶ ἀκούουσιν τὰ ῥήματά σου καὶ αὐτὰ οὐ μὴ ποιήσουσιν ὅτι ψευ̃δος ἐν τω̨̃ στόματι αὐτω̃ν καὶ ὀπίσω τω̃ν μιασμάτων ἡ καρδία αὐτω̃ν
32 καὶ γίνη̨ αὐτοι̃ς ὡς φωνὴ ψαλτηρίου ἡδυφώνου εὐαρμόστου καὶ ἀκούσονταί σου τὰ ῥήματα καὶ οὐ μὴ ποιήσουσιν αὐτά
33 καὶ ἡνίκα ἂν ἔλθη̨ ἐρου̃σιν ἰδοὺ ἥκει καὶ γνώσονται ὅτι προφήτης ἠ̃ν ἐν μέσω̨ αὐτω̃ν

After registering, you can subscribe to any Bible reading plan.

Personalized settings and other services for registered users are planned, so we recommend registering now. Registration is free.