Bible-Center
Whole Bible
Greek/Septuagint (gr)

ΙΕΖΕΚΙΗΛ, κεφαλίς 33

1 καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων
2 υἱὲ ἀνθρώπου λάλησον τοι̃ς υἱοι̃ς του̃ λαου̃ σου καὶ ἐρει̃ς πρὸς αὐτούς γη̃ ἐφ' ἣν ἂν ἐπάγω ῥομφαίαν καὶ λάβη̨ ὁ λαὸς τη̃ς γη̃ς ἄνθρωπον ἕνα ἐξ αὐτω̃ν καὶ δω̃σιν αὐτὸν ἑαυτοι̃ς εἰς σκοπόν
3 καὶ ἴδη̨ τὴν ῥομφαίαν ἐρχομένην ἐπὶ τὴν γη̃ν καὶ σαλπίση̨ τη̨̃ σάλπιγγι καὶ σημάνη̨ τω̨̃ λαω̨̃
4 καὶ ἀκούση̨ ὁ ἀκούσας τὴν φωνὴν τη̃ς σάλπιγγος καὶ μὴ φυλάξηται καὶ ἐπέλθη̨ ἡ ῥομφαία καὶ καταλάβη̨ αὐτόν τὸ αἱ̃μα αὐτου̃ ἐπὶ τη̃ς κεφαλη̃ς αὐτου̃ ἔσται
5 ὅτι τὴν φωνὴν τη̃ς σάλπιγγος ἀκούσας οὐκ ἐφυλάξατο τὸ αἱ̃μα αὐτου̃ ἐπ' αὐτου̃ ἔσται καὶ οὑ̃τος ὅτι ἐφυλάξατο τὴν ψυχὴν αὐτου̃ ἐξείλατο
6 καὶ ὁ σκοπός ἐὰν ἴδη̨ τὴν ῥομφαίαν ἐρχομένην καὶ μὴ σημάνη̨ τη̨̃ σάλπιγγι καὶ ὁ λαὸς μὴ φυλάξηται καὶ ἐλθου̃σα ἡ ῥομφαία λάβη̨ ἐξ αὐτω̃ν ψυχήν αὕτη διὰ τὴν αὑτη̃ς ἀνομίαν ἐλήμφθη καὶ τὸ αἱ̃μα ἐκ τη̃ς χειρὸς του̃ σκοπου̃ ἐκζητήσω
7 καὶ σύ υἱὲ ἀνθρώπου σκοπὸν δέδωκά σε τω̨̃ οἴκω̨ Ισραηλ καὶ ἀκούση̨ ἐκ στόματός μου λόγον
8 ἐν τω̨̃ εἰ̃παί με τω̨̃ ἁμαρτωλω̨̃ θανάτω̨ θανατωθήση̨ καὶ μὴ λαλήση̨ς του̃ φυλάξασθαι τὸν ἀσεβη̃ ἀπὸ τη̃ς ὁδου̃ αὐτου̃ αὐτὸς ὁ ἄνομος τη̨̃ ἀνομία̨ αὐτου̃ ἀποθανει̃ται τὸ δὲ αἱ̃μα αὐτου̃ ἐκ τη̃ς χειρός σου ἐκζητήσω
9 σὺ δὲ ἐὰν προαπαγγείλη̨ς τω̨̃ ἀσεβει̃ τὴν ὁδὸν αὐτου̃ του̃ ἀποστρέψαι ἀπ' αὐτη̃ς καὶ μὴ ἀποστρέψη̨ ἀπὸ τη̃ς ὁδου̃ αὐτου̃ οὑ̃τος τη̨̃ ἀσεβεία̨ αὐτου̃ ἀποθανει̃ται καὶ σὺ τὴν ψυχὴν σαυτου̃ ἐξή̨ρησαι
10 καὶ σύ υἱὲ ἀνθρώπου εἰπὸν τω̨̃ οἴκω̨ Ισραηλ οὕτως ἐλαλήσατε λέγοντες αἱ πλάναι ἡμω̃ν καὶ αἱ ἀνομίαι ἡμω̃ν ἐφ' ἡμι̃ν εἰσιν καὶ ἐν αὐται̃ς ἡμει̃ς τηκόμεθα καὶ πω̃ς ζησόμεθα
11 εἰπὸν αὐτοι̃ς ζω̃ ἐγώ τάδε λέγει κύριος οὐ βούλομαι τὸν θάνατον του̃ ἀσεβου̃ς ὡς τὸ ἀποστρέψαι τὸν ἀσεβη̃ ἀπὸ τη̃ς ὁδου̃ αὐτου̃ καὶ ζη̃ν αὐτόν ἀποστροφη̨̃ ἀποστρέψατε ἀπὸ τη̃ς ὁδου̃ ὑμω̃ν καὶ ἵνα τί ἀποθνή̨σκετε οἰ̃κος Ισραηλ
12 εἰπὸν πρὸς τοὺς υἱοὺς του̃ λαου̃ σου δικαιοσύνη δικαίου οὐ μὴ ἐξέληται αὐτὸν ἐν ἡ̨̃ ἂν ἡμέρα̨ πλανηθη̨̃ καὶ ἀνομία ἀσεβου̃ς οὐ μὴ κακώση̨ αὐτὸν ἐν ἡ̨̃ ἂν ἡμέρα̨ ἀποστρέψη̨ ἀπὸ τη̃ς ἀνομίας αὐτου̃ καὶ δίκαιος οὐ μὴ δύνηται σωθη̃ναι
13 ἐν τω̨̃ εἰ̃παί με τω̨̃ δικαίω̨ οὑ̃τος πέποιθεν ἐπὶ τη̨̃ δικαιοσύνη̨ αὐτου̃ καὶ ποιήση̨ ἀνομίαν πα̃σαι αἱ δικαιοσύναι αὐτου̃ οὐ μὴ ἀναμνησθω̃σιν ἐν τη̨̃ ἀδικία̨ αὐτου̃ ἡ̨̃ ἐποίησεν ἐν αὐτη̨̃ ἀποθανει̃ται
14 καὶ ἐν τω̨̃ εἰ̃παί με τω̨̃ ἀσεβει̃ θανάτω̨ θανατωθήση̨ καὶ ἀποστρέψη̨ ἀπὸ τη̃ς ἁμαρτίας αὐτου̃ καὶ ποιήση̨ κρίμα καὶ δικαιοσύνην
15 καὶ ἐνεχύρασμα ἀποδω̨̃ καὶ ἅρπαγμα ἀποτείση̨ ἐν προστάγμασιν ζωη̃ς διαπορεύηται του̃ μὴ ποιη̃σαι ἄδικον ζωη̨̃ ζήσεται καὶ οὐ μὴ ἀποθάνη̨
16 πα̃σαι αἱ ἁμαρτίαι αὐτου̃ ἃς ἥμαρτεν οὐ μὴ ἀναμνησθω̃σιν ὅτι κρίμα καὶ δικαιοσύνην ἐποίησεν ἐν αὐτοι̃ς ζήσεται
17 καὶ ἐρου̃σιν οἱ υἱοὶ του̃ λαου̃ σου οὐκ εὐθει̃α ἡ ὁδὸς του̃ κυρίου καὶ αὕτη ἡ ὁδὸς αὐτω̃ν οὐκ εὐθει̃α
18 ἐν τω̨̃ ἀποστρέψαι δίκαιον ἀπὸ τη̃ς δικαιοσύνης αὐτου̃ καὶ ποιήση̨ ἀνομίας καὶ ἀποθανει̃ται ἐν αὐται̃ς
19 καὶ ἐν τω̨̃ ἀποστρέψαι τὸν ἁμαρτωλὸν ἀπὸ τη̃ς ἀνομίας αὐτου̃ καὶ ποιήση̨ κρίμα καὶ δικαιοσύνην ἐν αὐτοι̃ς αὐτὸς ζήσεται
20 καὶ του̃τό ἐστιν ὃ εἴπατε οὐκ εὐθει̃α ἡ ὁδὸς κυρίου ἕκαστον ἐν ται̃ς ὁδοι̃ς αὐτου̃ κρινω̃ ὑμα̃ς οἰ̃κος Ισραηλ
21 καὶ ἐγενήθη ἐν τω̨̃ δωδεκάτω̨ ἔτει ἐν τω̨̃ δωδεκάτω̨ μηνὶ πέμπτη̨ του̃ μηνὸς τη̃ς αἰχμαλωσίας ἡμω̃ν ἠ̃λθεν ὁ ἀνασωθεὶς πρός με ἀπὸ Ιερουσαλημ λέγων ἑάλω ἡ πόλις
22 καὶ ἐγενήθη ἐπ' ἐμὲ χεὶρ κυρίου ἑσπέρας πρὶν ἐλθει̃ν αὐτὸν καὶ ἤνοιξέν μου τὸ στόμα ἕως ἠ̃λθεν πρός με τὸ πρωί καὶ ἀνοιχθέν μου τὸ στόμα οὐ συνεσχέθη ἔτι
23 καὶ ἐγενήθη λόγος κυρίου πρός με λέγων
24 υἱὲ ἀνθρώπου οἱ κατοικου̃ντες τὰς ἠρημωμένας ἐπὶ τη̃ς γη̃ς του̃ Ισραηλ λέγουσιν εἱ̃ς ἠ̃ν Αβρααμ καὶ κατέσχεν τὴν γη̃ν καὶ ἡμει̃ς πλείους ἐσμέν ἡμι̃ν δέδοται ἡ γη̃ εἰς κατάσχεσιν
25 διὰ του̃το εἰπὸν αὐτοι̃ς τάδε λέγει κύριος κύριος
26 ...
27 ζω̃ ἐγώ εἰ μὴν οἱ ἐν ται̃ς ἠρημωμέναις μαχαίρα̨ πεσου̃νται καὶ οἱ ἐπὶ προσώπου του̃ πεδίου τοι̃ς θηρίοις του̃ ἀγρου̃ δοθήσονται εἰς κατάβρωμα καὶ τοὺς ἐν ται̃ς τετειχισμέναις καὶ τοὺς ἐν τοι̃ς σπηλαίοις θανάτω̨ ἀποκτενω̃
28 καὶ δώσω τὴν γη̃ν ἔρημον καὶ ἀπολει̃ται ἡ ὕβρις τη̃ς ἰσχύος αὐτη̃ς καὶ ἐρημωθήσεται τὰ ὄρη του̃ Ισραηλ διὰ τὸ μὴ εἰ̃ναι διαπορευόμενον
29 καὶ γνώσονται ὅτι ἐγώ εἰμι κύριος καὶ ποιήσω τὴν γη̃ν αὐτω̃ν ἔρημον καὶ ἐρημωθήσεται διὰ πάντα τὰ βδελύγματα αὐτω̃ν ἃ ἐποίησαν
30 καὶ σύ υἱὲ ἀνθρώπου οἱ υἱοὶ του̃ λαου̃ σου οἱ λαλου̃ντες περὶ σου̃ παρὰ τὰ τείχη καὶ ἐν τοι̃ς πυλω̃σι τω̃ν οἰκιω̃ν καὶ λαλου̃σιν ἄνθρωπος τω̨̃ ἀδελφω̨̃ αὐτου̃ λέγοντες συνέλθωμεν καὶ ἀκούσωμεν τὰ ἐκπορευόμενα παρὰ κυρίου
31 ἔρχονται πρὸς σέ ὡς συμπορεύεται λαός καὶ κάθηνται ἐναντίον σου καὶ ἀκούουσιν τὰ ῥήματά σου καὶ αὐτὰ οὐ μὴ ποιήσουσιν ὅτι ψευ̃δος ἐν τω̨̃ στόματι αὐτω̃ν καὶ ὀπίσω τω̃ν μιασμάτων ἡ καρδία αὐτω̃ν
32 καὶ γίνη̨ αὐτοι̃ς ὡς φωνὴ ψαλτηρίου ἡδυφώνου εὐαρμόστου καὶ ἀκούσονταί σου τὰ ῥήματα καὶ οὐ μὴ ποιήσουσιν αὐτά
33 καὶ ἡνίκα ἂν ἔλθη̨ ἐρου̃σιν ἰδοὺ ἥκει καὶ γνώσονται ὅτι προφήτης ἠ̃ν ἐν μέσω̨ αὐτω̃ν
To view greek and slavonic text correctly you need to install Lucida Sans Unicode and Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.

After registering, you can subscribe to any Bible reading plan.

Personalized settings and other services for registered users are planned, so we recommend registering now. Registration is free.