1 καὶ ἤγαγέν με ἐπὶ τὴν πύλην τὴν βλέπουσαν κατὰ ἀνατολὰς καὶ ἐξήγαγέν με |
2 καὶ ἰδοὺ δόξα θεου̃ Ισραηλ ἤρχετο κατὰ τὴν ὁδὸν τη̃ς πύλης τη̃ς βλεπούσης πρὸς ἀνατολάς καὶ φωνὴ τη̃ς παρεμβολη̃ς ὡς φωνὴ διπλασιαζόντων πολλω̃ν καὶ ἡ γη̃ ἐξέλαμπεν ὡς φέγγος ἀπὸ τη̃ς δόξης κυκλόθεν |
3 καὶ ἡ ὅρασις ἣν εἰ̃δον κατὰ τὴν ὅρασιν ἣν εἰ̃δον ὅτε εἰσεπορευόμην του̃ χρι̃σαι τὴν πόλιν καὶ ἡ ὅρασις του̃ ἅρματος οὑ̃ εἰ̃δον κατὰ τὴν ὅρασιν ἣν εἰ̃δον ἐπὶ του̃ ποταμου̃ του̃ Χοβαρ καὶ πίπτω ἐπὶ πρόσωπόν μου |
4 καὶ δόξα κυρίου εἰση̃λθεν εἰς τὸν οἰ̃κον κατὰ τὴν ὁδὸν τη̃ς πύλης τη̃ς βλεπούσης κατὰ ἀνατολάς |