ΕΣΔΡΑΣ,
κεφαλίς 3
1 καὶ ἔφθασεν ὁ μὴν ὁ ἕβδομος καὶ οἱ υἱοὶ Ισραηλ ἐν πόλεσιν αὐτω̃ν καὶ συνήχθη ὁ λαὸς ὡς ἀνὴρ εἱ̃ς εἰς Ιερουσαλημ |
2 καὶ ἀνέστη 'Ιησου̃ς ὁ του̃ Ιωσεδεκ καὶ οἱ ἀδελφοὶ αὐτου̃ ἱερει̃ς καὶ Ζοροβαβελ ὁ του̃ Σαλαθιηλ καὶ οἱ ἀδελφοὶ αὐτου̃ καὶ ὠ̨κοδόμησαν τὸ θυσιαστήριον θεου̃ Ισραηλ του̃ ἀνενέγκαι ἐπ' αὐτὸ ὁλοκαυτώσεις κατὰ τὰ γεγραμμένα ἐν νόμω̨ Μωυση̃ ἀνθρώπου του̃ θεου̃ |
3 καὶ ἡτοίμασαν τὸ θυσιαστήριον ἐπὶ τὴν ἑτοιμασίαν αὐτου̃ ὅτι ἐν καταπλήξει ἐπ' αὐτοὺς ἀπὸ τω̃ν λαω̃ν τω̃ν γαιω̃ν καὶ ἀνέβη ἐπ' αὐτὸ ὁλοκαύτωσις τω̨̃ κυρίω̨ τὸ πρωὶ καὶ εἰς ἑσπέραν |
4 καὶ ἐποίησαν τὴν ἑορτὴν τω̃ν σκηνω̃ν κατὰ τὸ γεγραμμένον καὶ ὁλοκαυτώσεις ἡμέραν ἐν ἡμέρα̨ ἐν ἀριθμω̨̃ ὡς ἡ κρίσις λόγον ἡμέρας ἐν ἡμέρα̨ αὐτου̃ |
5 καὶ μετὰ του̃το ὁλοκαυτώσεις ἐνδελεχισμου̃ καὶ εἰς τὰς νουμηνίας καὶ εἰς πάσας ἑορτὰς τὰς ἡγιασμένας καὶ παντὶ ἑκουσιαζομένω̨ ἑκούσιον τω̨̃ κυρίω̨ |
6 ἐν ἡμέρα̨ μια̨̃ του̃ μηνὸς του̃ ἑβδόμου ἤρξαντο ἀναφέρειν ὁλοκαυτώσεις τω̨̃ κυρίω̨ καὶ ὁ οἰ̃κος κυρίου οὐκ ἐθεμελιώθη |
7 καὶ ἔδωκαν ἀργύριον τοι̃ς λατόμοις καὶ τοι̃ς τέκτοσιν καὶ βρώματα καὶ ποτὰ καὶ ἔλαιον τοι̃ς Σηδανιν καὶ τοι̃ς Σωριν ἐνέγκαι ξύλα κέδρινα ἀπὸ του̃ Λιβάνου πρὸς θάλασσαν Ιόππης κατ' ἐπιχώρησιν Κύρου βασιλέως Περσω̃ν ἐπ' αὐτούς |
8 καὶ ἐν τω̨̃ ἔτει τω̨̃ δευτέρω̨ του̃ ἐλθει̃ν αὐτοὺς εἰς οἰ̃κον του̃ θεου̃ εἰς Ιερουσαλημ ἐν μηνὶ τω̨̃ δευτέρω̨ ἤρξατο Ζοροβαβελ ὁ του̃ Σαλαθιηλ καὶ 'Ιησου̃ς ὁ του̃ Ιωσεδεκ καὶ οἱ κατάλοιποι τω̃ν ἀδελφω̃ν αὐτω̃ν οἱ ἱερει̃ς καὶ οἱ Λευι̃ται καὶ πάντες οἱ ἐρχόμενοι ἀπὸ τη̃ς αἰχμαλωσίας εἰς Ιερουσαλημ καὶ ἔστησαν τοὺς Λευίτας ἀπὸ εἰκοσαετου̃ς καὶ ἐπάνω ἐπὶ τοὺς ποιου̃ντας τὰ ἔργα ἐν οἴκω̨ κυρίου |
9 καὶ ἔστη 'Ιησου̃ς καὶ οἱ υἱοὶ αὐτου̃ καὶ οἱ ἀδελφοὶ αὐτου̃ Καδμιηλ καὶ οἱ υἱοὶ αὐτου̃ υἱοὶ Ιουδα ἐπὶ τοὺς ποιου̃ντας τὰ ἔργα ἐν οἴκω̨ του̃ θεου̃ υἱοὶ Ηναδαδ υἱοὶ αὐτω̃ν καὶ ἀδελφοὶ αὐτω̃ν οἱ Λευι̃ται |
10 καὶ ἐθεμελίωσαν του̃ οἰκοδομη̃σαι τὸν οἰ̃κον κυρίου καὶ ἔστησαν οἱ ἱερει̃ς ἐστολισμένοι ἐν σάλπιγξιν καὶ οἱ Λευι̃ται υἱοὶ Ασαφ ἐν κυμβάλοις του̃ αἰνει̃ν τὸν κύριον ἐπὶ χει̃ρας Δαυιδ βασιλέως Ισραηλ |
11 καὶ ἀπεκρίθησαν ἐν αἴνω̨ καὶ ἀνθομολογήσει τω̨̃ κυρίω̨ ὅτι ἀγαθόν ὅτι εἰς τὸν αἰω̃να τὸ ἔλεος αὐτου̃ ἐπὶ Ισραηλ καὶ πα̃ς ὁ λαὸς ἐσήμαινον φωνὴν μεγάλην αἰνει̃ν τω̨̃ κυρίω̨ ἐπὶ θεμελιώσει οἴκου κυρίου |
12 καὶ πολλοὶ ἀπὸ τω̃ν ἱερέων καὶ τω̃ν Λευιτω̃ν καὶ ἄρχοντες τω̃ν πατριω̃ν οἱ πρεσβύτεροι οἳ εἴδοσαν τὸν οἰ̃κον τὸν πρω̃τον ἐν θεμελιώσει αὐτου̃ καὶ του̃τον τὸν οἰ̃κον ἐν ὀφθαλμοι̃ς αὐτω̃ν ἔκλαιον φωνη̨̃ μεγάλη̨ καὶ ὄχλος ἐν σημασία̨ μετ' εὐφροσύνης του̃ ὑψω̃σαι ὠ̨δήν |
13 καὶ οὐκ ἠ̃ν ὁ λαὸς ἐπιγινώσκων φωνὴν σημασίας τη̃ς εὐφροσύνης ἀπὸ τη̃ς φωνη̃ς του̃ κλαυθμου̃ του̃ λαου̃ ὅτι ὁ λαὸς ἐκραύγασεν φωνη̨̃ μεγάλη̨ καὶ ἡ φωνὴ ἠκούετο ἕως ἀπὸ μακρόθεν |
To view greek and slavonic text correctly you need to install
Lucida Sans Unicode and
Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.