1 τότε Δαρει̃ος ὁ βασιλεὺς ἔθηκεν γνώμην καὶ ἐπεσκέψατο ἐν ται̃ς βιβλιοθήκαις ὅπου ἡ γάζα κει̃ται ἐν Βαβυλω̃νι |
2 καὶ εὑρέθη ἐν πόλει ἐν τη̨̃ βάρει τη̃ς Μήδων πόλεως κεφαλὶς μία καὶ του̃το ἠ̃ν γεγραμμένον ἐν αὐτη̨̃ ὑπόμνημα |
3 ἐν ἔτει πρώτω̨ Κύρου βασιλέως Κυ̃ρος ὁ βασιλεὺς ἔθηκεν γνώμην περὶ οἴκου του̃ θεου̃ του̃ ἐν Ιερουσαλημ οἰ̃κος οἰκοδομηθήτω καὶ τόπος οὑ̃ θυσιάζουσιν τὰ θυσιάσματα καὶ ἔθηκεν ἔπαρμα ὕψος πήχεις ἑξήκοντα πλάτος αὐτου̃ πήχεων ἑξήκοντα |
4 καὶ δόμοι λίθινοι κραταιοὶ τρει̃ς καὶ δόμος ξύλινος εἱ̃ς καὶ ἡ δαπάνη ἐξ οἴκου του̃ βασιλέως δοθήσεται |
5 καὶ τὰ σκεύη οἴκου του̃ θεου̃ τὰ ἀργυρα̃ καὶ τὰ χρυσα̃ ἃ Ναβουχοδονοσορ ἐξήνεγκεν ἀπὸ οἴκου του̃ ἐν Ιερουσαλημ καὶ ἐκόμισεν εἰς Βαβυλω̃να καὶ δοθήτω καὶ ἀπελθάτω εἰς τὸν ναὸν τὸν ἐν Ιερουσαλημ ἐπὶ τόπου οὑ̃ ἐτέθη ἐν οἴκω̨ του̃ θεου̃ |
6 νυ̃ν δώσετε ἔπαρχοι πέραν του̃ ποταμου̃ Σαθαρβουζανα καὶ οἱ σύνδουλοι αὐτω̃ν Αφαρσαχαι̃οι οἱ ἐν πέρα του̃ ποταμου̃ μακρὰν ὄντες ἐκει̃θεν |
7 ἄφετε τὸ ἔργον οἴκου του̃ θεου̃ οἱ ἀφηγούμενοι τω̃ν Ιουδαίων καὶ οἱ πρεσβύτεροι τω̃ν Ιουδαίων οἰ̃κον του̃ θεου̃ ἐκει̃νον οἰκοδομείτωσαν ἐπὶ του̃ τόπου αὐτου̃ |
8 καὶ ἀπ' ἐμου̃ ἐτέθη γνώμη μήποτέ τι ποιήσητε μετὰ τω̃ν πρεσβυτέρων τω̃ν Ιουδαίων του̃ οἰκοδομη̃σαι οἰ̃κον του̃ θεου̃ ἐκει̃νον καὶ ἀπὸ ὑπαρχόντων βασιλέως τω̃ν φόρων πέραν του̃ ποταμου̃ ἐπιμελω̃ς δαπάνη ἔστω διδομένη τοι̃ς ἀνδράσιν ἐκείνοις τὸ μὴ καταργηθη̃ναι |
9 καὶ ὃ ἂν ὑστέρημα καὶ υἱοὺς βοω̃ν καὶ κριω̃ν καὶ ἀμνοὺς εἰς ὁλοκαυτώσεις τω̨̃ θεω̨̃ του̃ οὐρανου̃ πυρούς ἅλας οἰ̃νον ἔλαιον κατὰ τὸ ῥη̃μα τω̃ν ἱερέων τω̃ν ἐν Ιερουσαλημ ἔστω διδόμενον αὐτοι̃ς ἡμέραν ἐν ἡμέρα̨ ὃ ἐὰν αἰτήσωσιν |
10 ἵνα ὠ̃σιν προσφέροντες εὐωδίας τω̨̃ θεω̨̃ του̃ οὐρανου̃ καὶ προσεύχωνται εἰς ζωὴν του̃ βασιλέως καὶ τω̃ν υἱω̃ν αὐτου̃ |
11 καὶ ἀπ' ἐμου̃ ἐτέθη γνώμη ὅτι πα̃ς ἄνθρωπος ὃς ἀλλάξει τὸ ῥη̃μα του̃το καθαιρεθήσεται ξύλον ἐκ τη̃ς οἰκίας αὐτου̃ καὶ ὠρθωμένος παγήσεται ἐπ' αὐτου̃ καὶ ὁ οἰ̃κος αὐτου̃ τὸ κατ' ἐμὲ ποιηθήσεται |
12 καὶ ὁ θεός οὑ̃ κατασκηνοι̃ τὸ ὄνομα ἐκει̃ καταστρέψει πάντα βασιλέα καὶ λαόν ὃς ἐκτενει̃ τὴν χει̃ρα αὐτου̃ ἀλλάξαι ἢ ἀφανίσαι τὸν οἰ̃κον του̃ θεου̃ ἐκει̃νον τὸν ἐν Ιερουσαλημ ἐγὼ Δαρει̃ος ἔθηκα γνώμην ἐπιμελω̃ς ἔσται |
13 τότε Θανθαναι ἔπαρχος πέραν του̃ ποταμου̃ Σαθαρβουζανα καὶ οἱ σύνδουλοι αὐτου̃ πρὸς ὃ ἀπέστειλεν Δαρει̃ος ὁ βασιλεὺς οὕτως ἐποίησαν ἐπιμελω̃ς |
14 καὶ οἱ πρεσβύτεροι τω̃ν Ιουδαίων ὠ̨κοδομου̃σαν καὶ οἱ Λευι̃ται ἐν προφητεία̨ Αγγαιου του̃ προφήτου καὶ Ζαχαριου υἱου̃ Αδδω καὶ ἀνω̨κοδόμησαν καὶ κατηρτίσαντο ἀπὸ γνώμης θεου̃ Ισραηλ καὶ ἀπὸ γνώμης Κύρου καὶ Δαρείου καὶ Αρθασασθα βασιλέων Περσω̃ν |
15 καὶ ἐτέλεσαν τὸν οἰ̃κον του̃τον ἕως ἡμέρας τρίτης μηνὸς Αδαρ ὅ ἐστιν ἔτος ἕκτον τη̨̃ βασιλεία̨ Δαρείου του̃ βασιλέως |
16 καὶ ἐποίησαν οἱ υἱοὶ Ισραηλ οἱ ἱερει̃ς καὶ οἱ Λευι̃ται καὶ οἱ κατάλοιποι υἱω̃ν ἀποικεσίας ἐγκαίνια του̃ οἴκου του̃ θεου̃ ἐν εὐφροσύνη̨ |
17 καὶ προσήνεγκαν εἰς τὰ ἐγκαίνια του̃ οἴκου του̃ θεου̃ μόσχους ἑκατόν κριοὺς διακοσίους ἀμνοὺς τετρακοσίους χιμάρους αἰγω̃ν περὶ ἁμαρτίας ὑπὲρ παντὸς Ισραηλ δώδεκα εἰς ἀριθμὸν φυλω̃ν Ισραηλ |
18 καὶ ἔστησαν τοὺς ἱερει̃ς ἐν διαιρέσεσιν αὐτω̃ν καὶ τοὺς Λευίτας ἐν μερισμοι̃ς αὐτω̃ν ἐπὶ δουλεία̨ θεου̃ του̃ ἐν Ιερουσαλημ κατὰ τὴν γραφὴν βιβλίου Μωυση̃ |
19 καὶ ἐποίησαν οἱ υἱοὶ τη̃ς ἀποικεσίας τὸ πασχα τη̨̃ τεσσαρεσκαιδεκάτη̨ του̃ μηνὸς του̃ πρώτου |
20 ὅτι ἐκαθαρίσθησαν οἱ ἱερει̃ς καὶ οἱ Λευι̃ται ἕως εἱ̃ς πάντες καθαροὶ καὶ ἔσφαξαν τὸ πασχα τοι̃ς πα̃σιν υἱοι̃ς τη̃ς ἀποικεσίας καὶ τοι̃ς ἀδελφοι̃ς αὐτω̃ν τοι̃ς ἱερευ̃σιν καὶ ἑαυτοι̃ς |
21 καὶ ἔφαγον οἱ υἱοὶ Ισραηλ τὸ πασχα οἱ ἀπὸ τη̃ς ἀποικεσίας καὶ πα̃ς ὁ χωριζόμενος τη̃ς ἀκαθαρσίας ἐθνω̃ν τη̃ς γη̃ς πρὸς αὐτοὺς του̃ ἐκζητη̃σαι κύριον θεὸν Ισραηλ |
22 καὶ ἐποίησαν τὴν ἑορτὴν τω̃ν ἀζύμων ἑπτὰ ἡμέρας ἐν εὐφροσύνη̨ ὅτι εὔφρανεν αὐτοὺς κύριος καὶ ἐπέστρεψεν καρδίαν βασιλέως Ασσουρ ἐπ' αὐτοὺς κραταιω̃σαι τὰς χει̃ρας αὐτω̃ν ἐν ἔργοις οἴκου του̃ θεου̃ Ισραηλ |