1 μετὰ δὲ τὰ ῥήματα ταυ̃τα ἐγενήθη ῥη̃μα κυρίου πρὸς Αβραμ ἐν ὁράματι λέγων μὴ φοβου̃ Αβραμ ἐγὼ ὑπερασπίζω σου ὁ μισθός σου πολὺς ἔσται σφόδρα |
2 λέγει δὲ Αβραμ δέσποτα τί μοι δώσεις ἐγὼ δὲ ἀπολύομαι ἄτεκνος ὁ δὲ υἱὸς Μασεκ τη̃ς οἰκογενου̃ς μου οὑ̃τος Δαμασκὸς Ελιεζερ |
3 καὶ εἰ̃πεν Αβραμ ἐπειδὴ ἐμοὶ οὐκ ἔδωκας σπέρμα ὁ δὲ οἰκογενής μου κληρονομήσει με |
4 καὶ εὐθὺς φωνὴ κυρίου ἐγένετο πρὸς αὐτὸν λέγων οὐ κληρονομήσει σε οὑ̃τος ἀλλ' ὃς ἐξελεύσεται ἐκ σου̃ οὑ̃τος κληρονομήσει σε |
5 ἐξήγαγεν δὲ αὐτὸν ἔξω καὶ εἰ̃πεν αὐτω̨̃ ἀνάβλεψον δὴ εἰς τὸν οὐρανὸν καὶ ἀρίθμησον τοὺς ἀστέρας εἰ δυνήση̨ ἐξαριθμη̃σαι αὐτούς καὶ εἰ̃πεν οὕτως ἔσται τὸ σπέρμα σου |
6 καὶ ἐπίστευσεν Αβραμ τω̨̃ θεω̨̃ καὶ ἐλογίσθη αὐτω̨̃ εἰς δικαιοσύνην |
7 εἰ̃πεν δὲ πρὸς αὐτόν ἐγὼ ὁ θεὸς ὁ ἐξαγαγών σε ἐκ χώρας Χαλδαίων ὥστε δου̃ναί σοι τὴν γη̃ν ταύτην κληρονομη̃σαι |
8 εἰ̃πεν δέ δέσποτα κύριε κατὰ τί γνώσομαι ὅτι κληρονομήσω αὐτήν |
9 εἰ̃πεν δὲ αὐτω̨̃ λαβέ μοι δάμαλιν τριετίζουσαν καὶ αἰ̃γα τριετίζουσαν καὶ κριὸν τριετίζοντα καὶ τρυγόνα καὶ περιστεράν |
10 ἔλαβεν δὲ αὐτω̨̃ πάντα ταυ̃τα καὶ διει̃λεν αὐτὰ μέσα καὶ ἔθηκεν αὐτὰ ἀντιπρόσωπα ἀλλήλοις τὰ δὲ ὄρνεα οὐ διει̃λεν |
11 κατέβη δὲ ὄρνεα ἐπὶ τὰ σώματα τὰ διχοτομήματα αὐτω̃ν καὶ συνεκάθισεν αὐτοι̃ς Αβραμ |
12 περὶ δὲ ἡλίου δυσμὰς ἔκστασις ἐπέπεσεν τω̨̃ Αβραμ καὶ ἰδοὺ φόβος σκοτεινὸς μέγας ἐπιπίπτει αὐτω̨̃ |
13 καὶ ἐρρέθη πρὸς Αβραμ γινώσκων γνώση̨ ὅτι πάροικον ἔσται τὸ σπέρμα σου ἐν γη̨̃ οὐκ ἰδία̨ καὶ δουλώσουσιν αὐτοὺς καὶ κακώσουσιν αὐτοὺς καὶ ταπεινώσουσιν αὐτοὺς τετρακόσια ἔτη |
14 τὸ δὲ ἔθνος ὡ̨̃ ἐὰν δουλεύσωσιν κρινω̃ ἐγώ μετὰ δὲ ταυ̃τα ἐξελεύσονται ὡ̃δε μετὰ ἀποσκευη̃ς πολλη̃ς |
15 σὺ δὲ ἀπελεύση̨ πρὸς τοὺς πατέρας σου μετ' εἰρήνης ταφεὶς ἐν γήρει καλω̨̃ |
16 τετάρτη δὲ γενεὰ ἀποστραφήσονται ὡ̃δε οὔπω γὰρ ἀναπεπλήρωνται αἱ ἁμαρτίαι τω̃ν Αμορραίων ἕως του̃ νυ̃ν |
17 ἐπεὶ δὲ ἐγίνετο ὁ ἥλιος πρὸς δυσμαι̃ς φλὸξ ἐγένετο καὶ ἰδοὺ κλίβανος καπνιζόμενος καὶ λαμπάδες πυρός αἳ διη̃λθον ἀνὰ μέσον τω̃ν διχοτομημάτων τούτων |
18 ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ διέθετο κύριος τω̨̃ Αβραμ διαθήκην λέγων τω̨̃ σπέρματί σου δώσω τὴν γη̃ν ταύτην ἀπὸ του̃ ποταμου̃ Αἰγύπτου ἕως του̃ ποταμου̃ του̃ μεγάλου ποταμου̃ Εὐφράτου |
19 τοὺς Καιναίους καὶ τοὺς Κενεζαίους καὶ τοὺς Κεδμωναίους |
20 καὶ τοὺς Χετταίους καὶ τοὺς Φερεζαίους καὶ τοὺς Ραφαϊν |
21 καὶ τοὺς Αμορραίους καὶ τοὺς Χαναναίους καὶ τοὺς Ευαίους καὶ τοὺς Γεργεσαίους καὶ τοὺς Ιεβουσαίους |