Bible-Center
Whole Bible
Greek/Septuagint (gr)

ΓΕΝΕΣΙΣ, κεφαλίς 25

προσθέμενος δὲ Αβρααμ ἔλαβεν γυναι̃κα ἡ̨̃ ὄνομα Χεττουρα
ἔτεκεν δὲ αὐτω̨̃ τὸν Ζεμραν καὶ τὸν Ιεξαν καὶ τὸν Μαδαν καὶ τὸν Μαδιαμ καὶ τὸν Ιεσβοκ καὶ τὸν Σωυε
Ιεξαν δὲ ἐγέννησεν τὸν Σαβα καὶ τὸν Θαιμαν καὶ τὸν Δαιδαν υἱοὶ δὲ Δαιδαν ἐγένοντο Ραγουηλ καὶ Ναβδεηλ καὶ Ασσουριιμ καὶ Λατουσιιμ καὶ Λοωμιμ
υἱοὶ δὲ Μαδιαμ Γαιφα καὶ Αφερ καὶ Ενωχ καὶ Αβιρα καὶ Ελραγα πάντες οὑ̃τοι ἠ̃σαν υἱοὶ Χεττουρας
ἔδωκεν δὲ Αβρααμ πάντα τὰ ὑπάρχοντα αὐτου̃ Ισαακ τω̨̃ υἱω̨̃ αὐτου̃
καὶ τοι̃ς υἱοι̃ς τω̃ν παλλακω̃ν αὐτου̃ ἔδωκεν Αβρααμ δόματα καὶ ἐξαπέστειλεν αὐτοὺς ἀπὸ Ισαακ του̃ υἱου̃ αὐτου̃ ἔτι ζω̃ντος αὐτου̃ πρὸς ἀνατολὰς εἰς γη̃ν ἀνατολω̃ν
ταυ̃τα δὲ τὰ ἔτη ἡμερω̃ν ζωη̃ς Αβρααμ ὅσα ἔζησεν ἑκατὸν ἑβδομήκοντα πέντε ἔτη
καὶ ἐκλιπὼν ἀπέθανεν Αβρααμ ἐν γήρει καλω̨̃ πρεσβύτης καὶ πλήρης ἡμερω̃ν καὶ προσετέθη πρὸς τὸν λαὸν αὐτου̃
καὶ ἔθαψαν αὐτὸν Ισαακ καὶ Ισμαηλ οἱ υἱοὶ αὐτου̃ εἰς τὸ σπήλαιον τὸ διπλου̃ν εἰς τὸν ἀγρὸν Εφρων του̃ Σααρ του̃ Χετταίου ὅ ἐστιν ἀπέναντι Μαμβρη
10 τὸν ἀγρὸν καὶ τὸ σπήλαιον ὃ ἐκτήσατο Αβρααμ παρὰ τω̃ν υἱω̃ν Χετ ἐκει̃ ἔθαψαν Αβρααμ καὶ Σαρραν τὴν γυναι̃κα αὐτου̃
11 ἐγένετο δὲ μετὰ τὸ ἀποθανει̃ν Αβρααμ εὐλόγησεν ὁ θεὸς Ισαακ τὸν υἱὸν αὐτου̃ καὶ κατώ̨κησεν Ισαακ παρὰ τὸ φρέαρ τη̃ς ὁράσεως
12 αὑ̃ται δὲ αἱ γενέσεις Ισμαηλ του̃ υἱου̃ Αβρααμ ὃν ἔτεκεν Αγαρ ἡ παιδίσκη Σαρρας τω̨̃ Αβρααμ
13 καὶ ταυ̃τα τὰ ὀνόματα τω̃ν υἱω̃ν Ισμαηλ κατ' ὄνομα τω̃ν γενεω̃ν αὐτου̃ πρωτότοκος Ισμαηλ Ναβαιωθ καὶ Κηδαρ καὶ Ναβδεηλ καὶ Μασσαμ
14 καὶ Μασμα καὶ Ιδουμα καὶ Μασση
15 καὶ Χοδδαδ καὶ Θαιμαν καὶ Ιετουρ καὶ Ναφες καὶ Κεδμα
16 οὑ̃τοί εἰσιν οἱ υἱοὶ Ισμαηλ καὶ ταυ̃τα τὰ ὀνόματα αὐτω̃ν ἐν ται̃ς σκηναι̃ς αὐτω̃ν καὶ ἐν ται̃ς ἐπαύλεσιν αὐτω̃ν δώδεκα ἄρχοντες κατὰ ἔθνη αὐτω̃ν
17 καὶ ταυ̃τα τὰ ἔτη τη̃ς ζωη̃ς Ισμαηλ ἑκατὸν τριάκοντα ἑπτὰ ἔτη καὶ ἐκλιπὼν ἀπέθανεν καὶ προσετέθη πρὸς τὸ γένος αὐτου̃
18 κατώ̨κησεν δὲ ἀπὸ Ευιλατ ἕως Σουρ ἥ ἐστιν κατὰ πρόσωπον Αἰγύπτου ἕως ἐλθει̃ν πρὸς 'Ασσυρίους κατὰ πρόσωπον πάντων τω̃ν ἀδελφω̃ν αὐτου̃ κατώ̨κησεν
19 καὶ αὑ̃ται αἱ γενέσεις Ισαακ του̃ υἱου̃ Αβρααμ Αβρααμ ἐγέννησεν τὸν Ισαακ
20 ἠ̃ν δὲ Ισαακ ἐτω̃ν τεσσαράκοντα ὅτε ἔλαβεν τὴν Ρεβεκκαν θυγατέρα Βαθουηλ του̃ Σύρου ἐκ τη̃ς Μεσοποταμίας ἀδελφὴν Λαβαν του̃ Σύρου ἑαυτω̨̃ γυναι̃κα
21 ἐδει̃το δὲ Ισαακ κυρίου περὶ Ρεβεκκας τη̃ς γυναικὸς αὐτου̃ ὅτι στει̃ρα ἠ̃ν ἐπήκουσεν δὲ αὐτου̃ ὁ θεός καὶ ἔλαβεν ἐν γαστρὶ Ρεβεκκα ἡ γυνὴ αὐτου̃
22 ἐσκίρτων δὲ τὰ παιδία ἐν αὐτη̨̃ εἰ̃πεν δέ εἰ οὕτως μοι μέλλει γίνεσθαι ἵνα τί μοι του̃το ἐπορεύθη δὲ πυθέσθαι παρὰ κυρίου
23 καὶ εἰ̃πεν κύριος αὐτη̨̃ δύο ἔθνη ἐν τη̨̃ γαστρί σού εἰσιν καὶ δύο λαοὶ ἐκ τη̃ς κοιλίας σου διασταλήσονται καὶ λαὸς λαου̃ ὑπερέξει καὶ ὁ μείζων δουλεύσει τω̨̃ ἐλάσσονι
24 καὶ ἐπληρώθησαν αἱ ἡμέραι του̃ τεκει̃ν αὐτήν καὶ τη̨̃δε ἠ̃ν δίδυμα ἐν τη̨̃ κοιλία̨ αὐτη̃ς
25 ἐξη̃λθεν δὲ ὁ υἱὸς ὁ πρωτότοκος πυρράκης ὅλος ὡσεὶ δορὰ δασύς ἐπωνόμασεν δὲ τὸ ὄνομα αὐτου̃ Ησαυ
26 καὶ μετὰ του̃το ἐξη̃λθεν ὁ ἀδελφὸς αὐτου̃ καὶ ἡ χεὶρ αὐτου̃ ἐπειλημμένη τη̃ς πτέρνης Ησαυ καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτου̃ Ιακωβ Ισαακ δὲ ἠ̃ν ἐτω̃ν ἑξήκοντα ὅτε ἔτεκεν αὐτοὺς Ρεβεκκα
27 ηὐξήθησαν δὲ οἱ νεανίσκοι καὶ ἠ̃ν Ησαυ ἄνθρωπος εἰδὼς κυνηγει̃ν ἄγροικος Ιακωβ δὲ ἠ̃ν ἄνθρωπος ἄπλαστος οἰκω̃ν οἰκίαν
28 ἠγάπησεν δὲ Ισαακ τὸν Ησαυ ὅτι ἡ θήρα αὐτου̃ βρω̃σις αὐτω̨̃ Ρεβεκκα δὲ ἠγάπα τὸν Ιακωβ
29 ἥψησεν δὲ Ιακωβ ἕψεμα ἠ̃λθεν δὲ Ησαυ ἐκ του̃ πεδίου ἐκλείπων
30 καὶ εἰ̃πεν Ησαυ τω̨̃ Ιακωβ γευ̃σόν με ἀπὸ του̃ ἑψέματος του̃ πυρρου̃ τούτου ὅτι ἐκλείπω διὰ του̃το ἐκλήθη τὸ ὄνομα αὐτου̃ Εδωμ
31 εἰ̃πεν δὲ Ιακωβ τω̨̃ Ησαυ ἀπόδου μοι σήμερον τὰ πρωτοτόκιά σου ἐμοί
32 εἰ̃πεν δὲ Ησαυ ἰδοὺ ἐγὼ πορεύομαι τελευτα̃ν καὶ ἵνα τί μοι ταυ̃τα τὰ πρωτοτόκια
33 καὶ εἰ̃πεν αὐτω̨̃ Ιακωβ ὄμοσόν μοι σήμερον καὶ ὤμοσεν αὐτω̨̃ ἀπέδοτο δὲ Ησαυ τὰ πρωτοτόκια τω̨̃ Ιακωβ
34 Ιακωβ δὲ ἔδωκεν τω̨̃ Ησαυ ἄρτον καὶ ἕψεμα φακου̃ καὶ ἔφαγεν καὶ ἔπιεν καὶ ἀναστὰς ὤ̨χετο καὶ ἐφαύλισεν Ησαυ τὰ πρωτοτόκια
To view greek and slavonic text correctly you need to install Lucida Sans Unicode and Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.

After registering, you can subscribe to any Bible reading plan.

Personalized settings and other services for registered users are planned, so we recommend registering now. Registration is free.