Bible-Center
Whole Bible
Greek/Septuagint (gr)

ΓΕΝΕΣΙΣ, κεφαλίς 29

καὶ ἐξάρας Ιακωβ τοὺς πόδας ἐπορεύθη εἰς γη̃ν ἀνατολω̃ν πρὸς Λαβαν τὸν υἱὸν Βαθουηλ του̃ Σύρου ἀδελφὸν δὲ Ρεβεκκας μητρὸς Ιακωβ καὶ Ησαυ
καὶ ὁρα̨̃ καὶ ἰδοὺ φρέαρ ἐν τω̨̃ πεδίω̨ ἠ̃σαν δὲ ἐκει̃ τρία ποίμνια προβάτων ἀναπαυόμενα ἐπ' αὐτου̃ ἐκ γὰρ του̃ φρέατος ἐκείνου ἐπότιζον τὰ ποίμνια λίθος δὲ ἠ̃ν μέγας ἐπὶ τω̨̃ στόματι του̃ φρέατος
καὶ συνήγοντο ἐκει̃ πάντα τὰ ποίμνια καὶ ἀπεκύλιον τὸν λίθον ἀπὸ του̃ στόματος του̃ φρέατος καὶ ἐπότιζον τὰ πρόβατα καὶ ἀπεκαθίστων τὸν λίθον ἐπὶ τὸ στόμα του̃ φρέατος εἰς τὸν τόπον αὐτου̃
εἰ̃πεν δὲ αὐτοι̃ς Ιακωβ ἀδελφοί πόθεν ἐστὲ ὑμει̃ς οἱ δὲ εἰ̃παν ἐκ Χαρραν ἐσμέν
εἰ̃πεν δὲ αὐτοι̃ς γινώσκετε Λαβαν τὸν υἱὸν Ναχωρ οἱ δὲ εἰ̃παν γινώσκομεν
εἰ̃πεν δὲ αὐτοι̃ς ὑγιαίνει οἱ δὲ εἰ̃παν ὑγιαίνει καὶ ἰδοὺ Ραχηλ ἡ θυγάτηρ αὐτου̃ ἤρχετο μετὰ τω̃ν προβάτων
καὶ εἰ̃πεν Ιακωβ ἔτι ἐστὶν ἡμέρα πολλή οὔπω ὥρα συναχθη̃ναι τὰ κτήνη ποτίσαντες τὰ πρόβατα ἀπελθόντες βόσκετε
οἱ δὲ εἰ̃παν οὐ δυνησόμεθα ἕως του̃ συναχθη̃ναι πάντας τοὺς ποιμένας καὶ ἀποκυλίσωσιν τὸν λίθον ἀπὸ του̃ στόματος του̃ φρέατος καὶ ποτιου̃μεν τὰ πρόβατα
ἔτι αὐτου̃ λαλου̃ντος αὐτοι̃ς καὶ Ραχηλ ἡ θυγάτηρ Λαβαν ἤρχετο μετὰ τω̃ν προβάτων του̃ πατρὸς αὐτη̃ς αὐτὴ γὰρ ἔβοσκεν τὰ πρόβατα του̃ πατρὸς αὐτη̃ς
10 ἐγένετο δὲ ὡς εἰ̃δεν Ιακωβ τὴν Ραχηλ θυγατέρα Λαβαν ἀδελφου̃ τη̃ς μητρὸς αὐτου̃ καὶ τὰ πρόβατα Λαβαν ἀδελφου̃ τη̃ς μητρὸς αὐτου̃ καὶ προσελθὼν Ιακωβ ἀπεκύλισεν τὸν λίθον ἀπὸ του̃ στόματος του̃ φρέατος καὶ ἐπότισεν τὰ πρόβατα Λαβαν του̃ ἀδελφου̃ τη̃ς μητρὸς αὐτου̃
11 καὶ ἐφίλησεν Ιακωβ τὴν Ραχηλ καὶ βοήσας τη̨̃ φωνη̨̃ αὐτου̃ ἔκλαυσεν
12 καὶ ἀνήγγειλεν τη̨̃ Ραχηλ ὅτι ἀδελφὸς του̃ πατρὸς αὐτη̃ς ἐστιν καὶ ὅτι υἱὸς Ρεβεκκας ἐστίν καὶ δραμου̃σα ἀπήγγειλεν τω̨̃ πατρὶ αὐτη̃ς κατὰ τὰ ῥήματα ταυ̃τα
13 ἐγένετο δὲ ὡς ἤκουσεν Λαβαν τὸ ὄνομα Ιακωβ του̃ υἱου̃ τη̃ς ἀδελφη̃ς αὐτου̃ ἔδραμεν εἰς συνάντησιν αὐτω̨̃ καὶ περιλαβὼν αὐτὸν ἐφίλησεν καὶ εἰσήγαγεν αὐτὸν εἰς τὸν οἰ̃κον αὐτου̃ καὶ διηγήσατο τω̨̃ Λαβαν πάντας τοὺς λόγους τούτους
14 καὶ εἰ̃πεν αὐτω̨̃ Λαβαν ἐκ τω̃ν ὀστω̃ν μου καὶ ἐκ τη̃ς σαρκός μου εἰ̃ σύ καὶ ἠ̃ν μετ' αὐτου̃ μη̃να ἡμερω̃ν
15 εἰ̃πεν δὲ Λαβαν τω̨̃ Ιακωβ ὅτι γὰρ ἀδελφός μου εἰ̃ οὐ δουλεύσεις μοι δωρεάν ἀπάγγειλόν μοι τίς ὁ μισθός σού ἐστιν
16 τω̨̃ δὲ Λαβαν δύο θυγατέρες ὄνομα τη̨̃ μείζονι Λεια καὶ ὄνομα τη̨̃ νεωτέρα̨ Ραχηλ
17 οἱ δὲ ὀφθαλμοὶ Λειας ἀσθενει̃ς Ραχηλ δὲ καλὴ τω̨̃ εἴδει καὶ ὡραία τη̨̃ ὄψει
18 ἠγάπησεν δὲ Ιακωβ τὴν Ραχηλ καὶ εἰ̃πεν δουλεύσω σοι ἑπτὰ ἔτη περὶ Ραχηλ τη̃ς θυγατρός σου τη̃ς νεωτέρας
19 εἰ̃πεν δὲ αὐτω̨̃ Λαβαν βέλτιον δου̃ναί με αὐτὴν σοὶ ἢ δου̃ναί με αὐτὴν ἀνδρὶ ἑτέρω̨ οἴκησον μετ' ἐμου̃
20 καὶ ἐδούλευσεν Ιακωβ περὶ Ραχηλ ἔτη ἑπτά καὶ ἠ̃σαν ἐναντίον αὐτου̃ ὡς ἡμέραι ὀλίγαι παρὰ τὸ ἀγαπα̃ν αὐτὸν αὐτήν
21 εἰ̃πεν δὲ Ιακωβ πρὸς Λαβαν ἀπόδος τὴν γυναι̃κά μου πεπλήρωνται γὰρ αἱ ἡμέραι μου ὅπως εἰσέλθω πρὸς αὐτήν
22 συνήγαγεν δὲ Λαβαν πάντας τοὺς ἄνδρας του̃ τόπου καὶ ἐποίησεν γάμον
23 καὶ ἐγένετο ἑσπέρα καὶ λαβὼν Λαβαν Λειαν τὴν θυγατέρα αὐτου̃ εἰσήγαγεν αὐτὴν πρὸς Ιακωβ καὶ εἰση̃λθεν πρὸς αὐτὴν Ιακωβ
24 ἔδωκεν δὲ Λαβαν Λεια τη̨̃ θυγατρὶ αὐτου̃ Ζελφαν τὴν παιδίσκην αὐτου̃ αὐτη̨̃ παιδίσκην
25 ἐγένετο δὲ πρωί καὶ ἰδοὺ ἠ̃ν Λεια εἰ̃πεν δὲ Ιακωβ τω̨̃ Λαβαν τί του̃το ἐποίησάς μοι οὐ περὶ Ραχηλ ἐδούλευσα παρὰ σοί καὶ ἵνα τί παρελογίσω με
26 εἰ̃πεν δὲ Λαβαν οὐκ ἔστιν οὕτως ἐν τω̨̃ τόπω̨ ἡμω̃ν δου̃ναι τὴν νεωτέραν πρὶν ἢ τὴν πρεσβυτέραν
27 συντέλεσον οὐ̃ν τὰ ἕβδομα ταύτης καὶ δώσω σοι καὶ ταύτην ἀντὶ τη̃ς ἐργασίας ἡ̃ς ἐργα̨̃ παρ' ἐμοὶ ἔτι ἑπτὰ ἔτη ἕτερα
28 ἐποίησεν δὲ Ιακωβ οὕτως καὶ ἀνεπλήρωσεν τὰ ἕβδομα ταύτης καὶ ἔδωκεν αὐτω̨̃ Λαβαν Ραχηλ τὴν θυγατέρα αὐτου̃ αὐτω̨̃ γυναι̃κα
29 ἔδωκεν δὲ Λαβαν Ραχηλ τη̨̃ θυγατρὶ αὐτου̃ Βαλλαν τὴν παιδίσκην αὐτου̃ αὐτη̨̃ παιδίσκην
30 καὶ εἰση̃λθεν πρὸς Ραχηλ ἠγάπησεν δὲ Ραχηλ μα̃λλον ἢ Λειαν καὶ ἐδούλευσεν αὐτω̨̃ ἑπτὰ ἔτη ἕτερα
31 ἰδὼν δὲ κύριος ὅτι μισει̃ται Λεια ἤνοιξεν τὴν μήτραν αὐτη̃ς Ραχηλ δὲ ἠ̃ν στει̃ρα
32 καὶ συνέλαβεν Λεια καὶ ἔτεκεν υἱὸν τω̨̃ Ιακωβ ἐκάλεσεν δὲ τὸ ὄνομα αὐτου̃ Ρουβην λέγουσα διότι εἰ̃δέν μου κύριος τὴν ταπείνωσιν νυ̃ν με ἀγαπήσει ὁ ἀνήρ μου
33 καὶ συνέλαβεν πάλιν Λεια καὶ ἔτεκεν υἱὸν δεύτερον τω̨̃ Ιακωβ καὶ εἰ̃πεν ὅτι ἤκουσεν κύριος ὅτι μισου̃μαι καὶ προσέδωκέν μοι καὶ του̃τον ἐκάλεσεν δὲ τὸ ὄνομα αὐτου̃ Συμεων
34 καὶ συνέλαβεν ἔτι καὶ ἔτεκεν υἱὸν καὶ εἰ̃πεν ἐν τω̨̃ νυ̃ν καιρω̨̃ πρὸς ἐμου̃ ἔσται ὁ ἀνήρ μου ἔτεκον γὰρ αὐτω̨̃ τρει̃ς υἱούς διὰ του̃το ἐκάλεσεν τὸ ὄνομα αὐτου̃ Λευι
35 καὶ συλλαβου̃σα ἔτι ἔτεκεν υἱὸν καὶ εἰ̃πεν νυ̃ν ἔτι του̃το ἐξομολογήσομαι κυρίω̨ διὰ του̃το ἐκάλεσεν τὸ ὄνομα αὐτου̃ Ιουδα καὶ ἔστη του̃ τίκτειν
To view greek and slavonic text correctly you need to install Lucida Sans Unicode and Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.

After registering, you can subscribe to any Bible reading plan.

Personalized settings and other services for registered users are planned, so we recommend registering now. Registration is free.