1 οὑ̃τος γὰρ ὁ Μελχισέδεκ βασιλεὺς Σαλήμ ἱερεὺς του̃ θεου̃ του̃ ὑψίστου ὁ συναντήσας ’Αβραὰμ ὑποστρέφοντι ἀπò τη̃ς κοπη̃ς τω̃ν βασιλέων καὶ εὐλογήσας αὐτόν |
2 ὡ̨̃ καὶ δεκάτην ἀπò πάντων ἐμέρισεν ’Αβραάμ πρω̃τον μὲν ἑρμηνευόμενος βασιλεὺς δικαιοσύνης ἔπειτα δὲ καὶ βασιλεὺς Σαλήμ ὅ ἐστιν βασιλεὺς εἰρήνης |
3 ἀπάτωρ ἀμήτωρ ἀγενεαλόγητος μήτε ἀρχὴν ἡμερω̃ν μήτε ζωη̃ς τέλος ἔχων ἀφωμοιωμένος δὲ τω̨̃ υἱω̨̃ του̃ θεου̃ μένει ἱερεὺς εἰς τò διηνεκές |
4 θεωρει̃τε δὲ πηλίκος οὑ̃τος ὡ̨̃ καὶ δεκάτην ’Αβραὰμ ἔδωκεν ἐκ τω̃ν ἀκροθινίων ὁ πατριάρχης |
5 καὶ οἱ μὲν ἐκ τω̃ν υἱω̃ν Λευὶ τὴν ἱερατείαν λαμβάνοντες ἐντολὴν ἔχουσιν ἀποδεκατου̃ν τòν λαòν κατὰ τòν νόμον του̃τ' ἔστιν τοὺς ἀδελφοὺς αὐτω̃ν καίπερ ἐξεληλυθότας ἐκ τη̃ς ὀσφύος ’Αβραάμ |
6 ὁ δὲ μὴ γενεαλογούμενος ἐξ αὐτω̃ν δεδεκάτωκεν ’Αβραάμ καὶ τòν ἔχοντα τὰς ἐπαγγελίας εὐλόγηκεν |
7 χωρὶς δὲ πάσης ἀντιλογίας τò ἔλαττον ὑπò του̃ κρείττονος εὐλογει̃ται |
8 καὶ ὡ̃δε μὲν δεκάτας ἀποθνή̨σκοντες ἄνθρωποι λαμβάνουσιν ἐκει̃ δὲ μαρτυρούμενος ὅτι ζη̨̃ |
9 καὶ ὡς ἔπος εἰπει̃ν δι' ’Αβραὰμ καὶ Λευὶ ὁ δεκάτας λαμβάνων δεδεκάτωται |
10 ἔτι γὰρ ἐν τη̨̃ ὀσφύϊ του̃ πατρòς ἠ̃ν ὅτε συνήντησεν αὐτω̨̃ Μελχισέδεκ |
11 εἰ μὲν οὐ̃ν τελείωσις διὰ τη̃ς Λευιτικη̃ς ἱερωσύνης ἠ̃ν ὁ λαòς γὰρ ἐπ' αὐτη̃ς νενομοθέτηται τίς ἔτι χρεία κατὰ τὴν τάξιν Μελχισέδεκ ἕτερον ἀνίστασθαι ἱερέα καὶ οὐ κατὰ τὴν τάξιν ’Ααρὼν λέγεσθαι |
12 μετατιθεμένης γὰρ τη̃ς ἱερωσύνης ἐξ ἀνάγκης καὶ νόμου μετάθεσις γίνεται |
13 ἐφ' ὃν γὰρ λέγεται ταυ̃τα φυλη̃ς ἑτέρας μετέσχηκεν ἀφ' ἡ̃ς οὐδεὶς προσέσχηκεν τω̨̃ θυσιαστηρίω̨ |
14 πρόδηλον γὰρ ὅτι ἐξ ’Ιούδα ἀνατέταλκεν ὁ κύριος ἡμω̃ν εἰς ἣν φυλὴν περὶ ἱερέων οὐδὲν Μωϋση̃ς ἐλάλησεν |
15 καὶ περισσότερον ἔτι κατάδηλόν ἐστιν εἰ κατὰ τὴν ὁμοιότητα Μελχισέδεκ ἀνίσταται ἱερεὺς ἕτερος |
16 ὃς οὐ κατὰ νόμον ἐντολη̃ς σαρκίνης γέγονεν ἀλλὰ κατὰ δύναμιν ζωη̃ς ἀκαταλύτου |
17 μαρτυρει̃ται γὰρ ὅτι σὺ ἱερεὺς εἰς τòν αἰω̃να κατὰ τὴν τάξιν Μελχισέδεκ |
18 ἀθέτησις μὲν γὰρ γίνεται προαγούσης ἐντολη̃ς διὰ τò αὐτη̃ς ἀσθενὲς καὶ ἀνωφελές |
19 οὐδὲν γὰρ ἐτελείωσεν ὁ νόμος ἐπεισαγωγὴ δὲ κρείττονος ἐλπίδος δι' ἡ̃ς ἐγγίζομεν τω̨̃ θεω̨̃ |
20 καὶ καθ' ὅσον οὐ χωρὶς ὁρκωμοσίας οἱ μὲν γὰρ χωρὶς ὁρκωμοσίας εἰσὶν ἱερει̃ς γεγονότες |
21 ὁ δὲ μετὰ ὁρκωμοσίας διὰ του̃ λέγοντος πρòς αὐτόν ὤμοσεν κύριος καὶ οὐ μεταμεληθήσεται σὺ ἱερεὺς εἰς τòν αἰω̃να |
22 κατὰ τοσου̃το καὶ κρείττονος διαθήκης γέγονεν ἔγγυος ’Ιησου̃ς |
23 καὶ οἱ μὲν πλείονές εἰσιν γεγονότες ἱερει̃ς διὰ τò θανάτω̨ κωλύεσθαι παραμένειν |
24 ὁ δὲ διὰ τò μένειν αὐτòν εἰς τòν αἰω̃να ἀπαράβατον ἔχει τὴν ἱερωσύνην |
25 ὅθεν καὶ σώ̨ζειν εἰς τò παντελὲς δύναται τοὺς προσερχομένους δι' αὐτου̃ τω̨̃ θεω̨̃ πάντοτε ζω̃ν εἰς τò ἐντυγχάνειν ὑπὲρ αὐτω̃ν |
26 τοιου̃τος γὰρ ἡμι̃ν καὶ ἔπρεπεν ἀρχιερεύς ὅσιος ἄκακος ἀμίαντος κεχωρισμένος ἀπò τω̃ν ἁμαρτωλω̃ν καὶ ὑψηλότερος τω̃ν οὐρανω̃ν γενόμενος |
27 ὃς οὐκ ἔχει καθ' ἡμέραν ἀνάγκην ὥσπερ οἱ ἀρχιερει̃ς πρότερον ὑπὲρ τω̃ν ἰδίων ἁμαρτιω̃ν θυσίας ἀναφέρειν ἔπειτα τω̃ν του̃ λαου̃ του̃το γὰρ ἐποίησεν ἐφάπαξ ἑαυτòν ἀνενέγκας |
28 ὁ νόμος γὰρ ἀνθρώπους καθίστησιν ἀρχιερει̃ς ἔχοντας ἀσθένειαν ὁ λόγος δὲ τη̃ς ὁρκωμοσίας τη̃ς μετὰ τòν νόμον υἱòν εἰς τòν αἰω̃να τετελειωμένον |