Bible-Center
Whole Bible
Greek/Septuagint (gr)

ΩΣΗΕ, κεφαλίς 10

ἄμπελος εὐκληματου̃σα Ισραηλ ὁ καρπὸς αὐτη̃ς εὐθηνω̃ν κατὰ τὸ πλη̃θος τω̃ν καρπω̃ν αὐτου̃ ἐπλήθυνεν τὰ θυσιαστήρια κατὰ τὰ ἀγαθὰ τη̃ς γη̃ς αὐτου̃ ὠ̨κοδόμησεν στήλας
ἐμέρισαν καρδίας αὐτω̃ν νυ̃ν ἀφανισθήσονται αὐτὸς κατασκάψει τὰ θυσιαστήρια αὐτω̃ν ταλαιπωρήσουσιν αἱ στη̃λαι αὐτω̃ν
διότι νυ̃ν ἐρου̃σιν οὐκ ἔστιν βασιλεὺς ἡμι̃ν ὅτι οὐκ ἐφοβήθημεν τὸν κύριον ὁ δὲ βασιλεὺς τί ποιήσει ἡμι̃ν
λαλω̃ν ῥήματα προφάσεις ψευδει̃ς διαθήσεται διαθήκην ἀνατελει̃ ὡς ἄγρωστις κρίμα ἐπὶ χέρσον ἀγρου̃
τω̨̃ μόσχω̨ του̃ οἴκου Ων παροικήσουσιν οἱ κατοικου̃ντες Σαμάρειαν ὅτι ἐπένθησεν ὁ λαὸς αὐτου̃ ἐπ' αὐτόν καὶ καθὼς παρεπίκραναν αὐτόν ἐπιχαρου̃νται ἐπὶ τὴν δόξαν αὐτου̃ ὅτι μετω̨κίσθη ἀπ' αὐτου̃
καὶ αὐτὸν εἰς 'Ασσυρίους δήσαντες ἀπήνεγκαν ξένια τω̨̃ βασιλει̃ Ιαριμ ἐν δόματι Εφραιμ δέξεται καὶ αἰσχυνθήσεται Ισραηλ ἐν τη̨̃ βουλη̨̃ αὐτου̃
ἀπέρριψεν Σαμάρεια βασιλέα αὐτη̃ς ὡς φρύγανον ἐπὶ προσώπου ὕδατος
καὶ ἐξαρθήσονται βωμοὶ Ων ἁμαρτήματα του̃ Ισραηλ ἄκανθαι καὶ τρίβολοι ἀναβήσονται ἐπὶ τὰ θυσιαστήρια αὐτω̃ν καὶ ἐρου̃σιν τοι̃ς ὄρεσιν καλύψατε ἡμα̃ς καὶ τοι̃ς βουνοι̃ς πέσατε ἐφ' ἡμα̃ς
ἀφ' οὑ̃ οἱ βουνοί ἥμαρτεν Ισραηλ ἐκει̃ ἔστησαν οὐ μὴ καταλάβη̨ αὐτοὺς ἐν τω̨̃ βουνω̨̃ πόλεμος ἐπὶ τὰ τέκνα ἀδικίας
10 ἠ̃λθεν παιδευ̃σαι αὐτούς καὶ συναχθήσονται ἐπ' αὐτοὺς λαοὶ ἐν τω̨̃ παιδεύεσθαι αὐτοὺς ἐν ται̃ς δυσὶν ἀδικίαις αὐτω̃ν
11 Εφραιμ δάμαλις δεδιδαγμένη ἀγαπα̃ν νει̃κος ἐγὼ δὲ ἐπελεύσομαι ἐπὶ τὸ κάλλιστον του̃ τραχήλου αὐτη̃ς ἐπιβιβω̃ Εφραιμ καὶ παρασιωπήσομαι Ιουδαν ἐνισχύσει αὐτω̨̃ Ιακωβ
12 σπείρατε ἑαυτοι̃ς εἰς δικαιοσύνην τρυγήσατε εἰς καρπὸν ζωη̃ς φωτίσατε ἑαυτοι̃ς φω̃ς γνώσεως ἐκζητήσατε τὸν κύριον ἕως του̃ ἐλθει̃ν γενήματα δικαιοσύνης ὑμι̃ν
13 ἵνα τί παρεσιωπήσατε ἀσέβειαν καὶ τὰς ἀδικίας αὐτη̃ς ἐτρυγήσατε ἐφάγετε καρπὸν ψευδη̃ ὅτι ἤλπισας ἐν τοι̃ς ἅρμασίν σου ἐν πλήθει δυνάμεώς σου
14 καὶ ἐξαναστήσεται ἀπώλεια ἐν τω̨̃ λαω̨̃ σου καὶ πάντα τὰ περιτετειχισμένα σου οἰχήσεται ὡς ἄρχων Σαλαμαν ἐκ του̃ οἴκου Ιεροβααλ ἐν ἡμέραις πολέμου μητέρα ἐπὶ τέκνοις ἠδάφισαν
15 οὕτως ποιήσω ὑμι̃ν οἰ̃κος του̃ Ισραηλ ἀπὸ προσώπου κακιω̃ν ὑμω̃ν ὄρθρου ἀπερρίφησαν ἀπερρίφη βασιλεὺς Ισραηλ
To view greek and slavonic text correctly you need to install Lucida Sans Unicode and Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.

After registering, you can subscribe to any Bible reading plan.

Personalized settings and other services for registered users are planned, so we recommend registering now. Registration is free.