ΩΣΗΕ,
κεφαλίς 13
1 κατὰ τὸν λόγον Εφραιμ δικαιώματα αὐτὸς ἔλαβεν ἐν τω̨̃ Ισραηλ καὶ ἔθετο αὐτὰ τη̨̃ Βααλ καὶ ἀπέθανεν |
2 καὶ προσέθετο του̃ ἁμαρτάνειν ἔτι καὶ ἐποίησαν ἑαυτοι̃ς χώνευμα ἐκ του̃ ἀργυρίου αὐτω̃ν κατ' εἰκόνα εἰδώλων ἔργα τεκτόνων συντετελεσμένα αὐτοι̃ς αὐτοὶ λέγουσιν θύσατε ἀνθρώπους μόσχοι γὰρ ἐκλελοίπασιν |
3 διὰ του̃το ἔσονται ὡς νεφέλη πρωινὴ καὶ ὡς δρόσος ὀρθρινὴ πορευομένη ὥσπερ χνου̃ς ἀποφυσώμενος ἀφ' ἅλωνος καὶ ὡς ἀτμὶς ἀπὸ ἀκρίδων |
4 ἐγὼ δὲ κύριος ὁ θεός σου στερεω̃ν οὐρανὸν καὶ κτίζων γη̃ν οὑ̃ αἱ χει̃ρες ἔκτισαν πα̃σαν τὴν στρατιὰν του̃ οὐρανου̃ καὶ οὐ παρέδειξά σοι αὐτὰ του̃ πορεύεσθαι ὀπίσω αὐτω̃ν καὶ ἐγὼ ἀνήγαγόν σε ἐκ γη̃ς Αἰγύπτου καὶ θεὸν πλὴν ἐμου̃ οὐ γνώση̨ καὶ σώ̨ζων οὐκ ἔστιν πάρεξ ἐμου̃ |
5 ἐγὼ ἐποίμαινόν σε ἐν τη̨̃ ἐρήμω̨ ἐν γη̨̃ ἀοικήτω̨ |
6 κατὰ τὰς νομὰς αὐτω̃ν καὶ ἐνεπλήσθησαν εἰς πλησμονήν καὶ ὑψώθησαν αἱ καρδίαι αὐτω̃ν ἕνεκα τούτου ἐπελάθοντό μου |
7 καὶ ἔσομαι αὐτοι̃ς ὡς πανθὴρ καὶ ὡς πάρδαλις κατὰ τὴν ὁδὸν 'Ασσυρίων |
8 ἀπαντήσομαι αὐτοι̃ς ὡς ἄρκος ἀπορουμένη καὶ διαρρήξω συγκλεισμὸν καρδίας αὐτω̃ν καὶ καταφάγονται αὐτοὺς ἐκει̃ σκύμνοι δρυμου̃ θηρία ἀγρου̃ διασπάσει αὐτούς |
9 τη̨̃ διαφθορα̨̃ σου Ισραηλ τίς βοηθήσει |
10 που̃ ὁ βασιλεύς σου οὑ̃τος καὶ διασωσάτω σε ἐν πάσαις ται̃ς πόλεσίν σου κρινάτω σε ὃν εἰ̃πας δός μοι βασιλέα καὶ ἄρχοντα |
11 καὶ ἔδωκά σοι βασιλέα ἐν ὀργη̨̃ μου καὶ ἔσχον ἐν τω̨̃ θυμω̨̃ μου |
12 συστροφὴν ἀδικίας Εφραιμ ἐγκεκρυμμένη ἡ ἁμαρτία αὐτου̃ |
13 ὠδι̃νες ὡς τικτούσης ἥξουσιν αὐτω̨̃ οὑ̃τος ὁ υἱός σου οὐ φρόνιμος διότι οὐ μὴ ὑποστη̨̃ ἐν συντριβη̨̃ τέκνων |
14 ἐκ χειρὸς ἅ̨δου ῥύσομαι αὐτοὺς καὶ ἐκ θανάτου λυτρώσομαι αὐτούς που̃ ἡ δίκη σου θάνατε που̃ τὸ κέντρον σου ἅ̨δη παράκλησις κέκρυπται ἀπὸ ὀφθαλμω̃ν μου |
15 διότι οὑ̃τος ἀνὰ μέσον ἀδελφω̃ν διαστελει̃ ἐπάξει ἄνεμον καύσωνα κύριος ἐκ τη̃ς ἐρήμου ἐπ' αὐτόν καὶ ἀναξηρανει̃ τὰς φλέβας αὐτου̃ ἐξερημώσει τὰς πηγὰς αὐτου̃ αὐτὸς καταξηρανει̃ τὴν γη̃ν αὐτου̃ καὶ πάντα τὰ σκεύη τὰ ἐπιθυμητὰ αὐτου̃ |
To view greek and slavonic text correctly you need to install
Lucida Sans Unicode and
Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.