ΩΣΗΕ,
κεφαλίς 9
1 μὴ χαι̃ρε Ισραηλ μηδὲ εὐφραίνου καθὼς οἱ λαοί διότι ἐπόρνευσας ἀπὸ του̃ θεου̃ σου ἠγάπησας δόματα ἐπὶ πάντα ἅλωνα σίτου |
2 ἅλων καὶ ληνὸς οὐκ ἔγνω αὐτούς καὶ ὁ οἰ̃νος ἐψεύσατο αὐτούς |
3 οὐ κατώ̨κησαν ἐν τη̨̃ γη̨̃ του̃ κυρίου κατώ̨κησεν Εφραιμ εἰς Αἴγυπτον καὶ ἐν 'Ασσυρίοις ἀκάθαρτα φάγονται |
4 οὐκ ἔσπεισαν τω̨̃ κυρίω̨ οἰ̃νον καὶ οὐχ ἥδυναν αὐτω̨̃ αἱ θυσίαι αὐτω̃ν ὡς ἄρτος πένθους αὐτοι̃ς πάντες οἱ ἔσθοντες αὐτὰ μιανθήσονται διότι οἱ ἄρτοι αὐτω̃ν ται̃ς ψυχαι̃ς αὐτω̃ν οὐκ εἰσελεύσονται εἰς τὸν οἰ̃κον κυρίου |
5 τί ποιήσετε ἐν ἡμέρα̨ πανηγύρεως καὶ ἐν ἡμέρα̨ ἑορτη̃ς του̃ κυρίου |
6 διὰ του̃το ἰδοὺ πορεύσονται ἐκ ταλαιπωρίας Αἰγύπτου καὶ ἐκδέξεται αὐτοὺς Μέμφις καὶ θάψει αὐτοὺς Μαχμας τὸ ἀργύριον αὐτω̃ν ὄλεθρος κληρονομήσει ἄκανθαι ἐν τοι̃ς σκηνώμασιν αὐτω̃ν |
7 ἥκασιν αἱ ἡμέραι τη̃ς ἐκδικήσεως ἥκασιν αἱ ἡμέραι τη̃ς ἀνταποδόσεώς σου καὶ κακωθήσεται Ισραηλ ὥσπερ ὁ προφήτης ὁ παρεξεστηκώς ἄνθρωπος ὁ πνευματοφόρος ὑπὸ του̃ πλήθους τω̃ν ἀδικιω̃ν σου ἐπληθύνθη μανία σου |
8 σκοπὸς Εφραιμ μετὰ θεου̃ προφήτης παγὶς σκολιὰ ἐπὶ πάσας τὰς ὁδοὺς αὐτου̃ μανίαν ἐν οἴκω̨ κυρίου κατέπηξαν |
9 ἐφθάρησαν κατὰ τὰς ἡμέρας του̃ βουνου̃ μνησθήσεται ἀδικίας αὐτου̃ ἐκδικήσει ἁμαρτίας αὐτου̃ |
10 ὡς σταφυλὴν ἐν ἐρήμω̨ εὑ̃ρον τὸν Ισραηλ καὶ ὡς σκοπὸν ἐν συκη̨̃ πρόιμον εἰ̃δον πατέρας αὐτω̃ν αὐτοὶ εἰση̃λθον πρὸς τὸν Βεελφεγωρ καὶ ἀπηλλοτριώθησαν εἰς αἰσχύνην καὶ ἐγένοντο οἱ ἠγαπημένοι ὡς οἱ ἐβδελυγμένοι |
11 Εφραιμ ὡς ὄρνεον ἐξεπετάσθη αἱ δόξαι αὐτω̃ν ἐκ τόκων καὶ ὠδίνων καὶ συλλήμψεων |
12 διότι καὶ ἐὰν ἐκθρέψωσιν τὰ τέκνα αὐτω̃ν ἀτεκνωθήσονται ἐξ ἀνθρώπων διότι καὶ οὐαὶ αὐτοι̃ς ἐστιν σάρξ μου ἐξ αὐτω̃ν |
13 Εφραιμ ὃν τρόπον εἰ̃δον εἰς θήραν παρέστησαν τὰ τέκνα αὐτω̃ν καὶ Εφραιμ του̃ ἐξαγαγει̃ν εἰς ἀποκέντησιν τὰ τέκνα αὐτου̃ |
14 δὸς αὐτοι̃ς κύριε τί δώσεις αὐτοι̃ς δὸς αὐτοι̃ς μήτραν ἀτεκνου̃σαν καὶ μαστοὺς ξηρούς |
15 πα̃σαι αἱ κακίαι αὐτω̃ν εἰς Γαλγαλ ὅτι ἐκει̃ αὐτοὺς ἐμίσησα διὰ τὰς κακίας τω̃ν ἐπιτηδευμάτων αὐτω̃ν ἐκ του̃ οἴκου μου ἐκβαλω̃ αὐτούς οὐ μὴ προσθήσω του̃ ἀγαπη̃σαι αὐτούς πάντες οἱ ἄρχοντες αὐτω̃ν ἀπειθου̃ντες |
16 ἐπόνεσεν Εφραιμ τὰς ῥίζας αὐτου̃ ἐξηράνθη καρπὸν οὐκέτι μὴ ἐνέγκη̨ διότι καὶ ἐὰν γεννήσωσιν ἀποκτενω̃ τὰ ἐπιθυμήματα κοιλίας αὐτω̃ν |
17 ἀπώσεται αὐτοὺς ὁ θεός ὅτι οὐκ εἰσήκουσαν αὐτου̃ καὶ ἔσονται πλανη̃ται ἐν τοι̃ς ἔθνεσιν |
To view greek and slavonic text correctly you need to install
Lucida Sans Unicode and
Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.