1 ἰδοὺ δὴ ὁ δεσπότης κύριος σαβαωθ ἀφελει̃ ἀπὸ τη̃ς Ιουδαίας καὶ ἀπὸ Ιερουσαλημ ἰσχύοντα καὶ ἰσχύουσαν ἰσχὺν ἄρτου καὶ ἰσχὺν ὕδατος |
2 γίγαντα καὶ ἰσχύοντα καὶ ἄνθρωπον πολεμιστὴν καὶ δικαστὴν καὶ προφήτην καὶ στοχαστὴν καὶ πρεσβύτερον |
3 καὶ πεντηκόνταρχον καὶ θαυμαστὸν σύμβουλον καὶ σοφὸν ἀρχιτέκτονα καὶ συνετὸν ἀκροατήν |
4 καὶ ἐπιστήσω νεανίσκους ἄρχοντας αὐτω̃ν καὶ ἐμπαι̃κται κυριεύσουσιν αὐτω̃ν |
5 καὶ συμπεσει̃ται ὁ λαός ἄνθρωπος πρὸς ἄνθρωπον καὶ ἄνθρωπος πρὸς τὸν πλησίον αὐτου̃ προσκόψει τὸ παιδίον πρὸς τὸν πρεσβύτην ὁ ἄτιμος πρὸς τὸν ἔντιμον |
6 ὅτι ἐπιλήμψεται ἄνθρωπος του̃ ἀδελφου̃ αὐτου̃ ἢ του̃ οἰκείου του̃ πατρὸς αὐτου̃ λέγων ἱμάτιον ἔχεις ἀρχηγὸς ἡμω̃ν γενου̃ καὶ τὸ βρω̃μα τὸ ἐμὸν ὑπὸ σὲ ἔστω |
7 καὶ ἀποκριθεὶς ἐρει̃ ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ οὐκ ἔσομαί σου ἀρχηγός οὐ γὰρ ἔστιν ἐν τω̨̃ οἴκω̨ μου ἄρτος οὐδὲ ἱμάτιον οὐκ ἔσομαι ἀρχηγὸς του̃ λαου̃ τούτου |
8 ὅτι ἀνει̃ται Ιερουσαλημ καὶ ἡ Ιουδαία συμπέπτωκεν καὶ αἱ γλω̃σσαι αὐτω̃ν μετὰ ἀνομίας τὰ πρὸς κύριον ἀπειθου̃ντες διότι νυ̃ν ἐταπεινώθη ἡ δόξα αὐτω̃ν |
9 καὶ ἡ αἰσχύνη του̃ προσώπου αὐτω̃ν ἀντέστη αὐτοι̃ς τὴν δὲ ἁμαρτίαν αὐτω̃ν ὡς Σοδομων ἀνήγγειλαν καὶ ἐνεφάνισαν οὐαὶ τη̨̃ ψυχη̨̃ αὐτω̃ν διότι βεβούλευνται βουλὴν πονηρὰν καθ' ἑαυτω̃ν |
10 εἰπόντες δήσωμεν τὸν δίκαιον ὅτι δύσχρηστος ἡμι̃ν ἐστιν τοίνυν τὰ γενήματα τω̃ν ἔργων αὐτω̃ν φάγονται |
11 οὐαὶ τω̨̃ ἀνόμω̨ πονηρὰ κατὰ τὰ ἔργα τω̃ν χειρω̃ν αὐτου̃ συμβήσεται αὐτω̨̃ |
12 λαός μου οἱ πράκτορες ὑμω̃ν καλαμω̃νται ὑμα̃ς καὶ οἱ ἀπαιτου̃ντες κυριεύουσιν ὑμω̃ν λαός μου οἱ μακαρίζοντες ὑμα̃ς πλανω̃σιν ὑμα̃ς καὶ τὸν τρίβον τω̃ν ποδω̃ν ὑμω̃ν ταράσσουσιν |
13 ἀλλὰ νυ̃ν καταστήσεται εἰς κρίσιν κύριος καὶ στήσει εἰς κρίσιν τὸν λαὸν αὐτου̃ |
14 αὐτὸς κύριος εἰς κρίσιν ἥξει μετὰ τω̃ν πρεσβυτέρων του̃ λαου̃ καὶ μετὰ τω̃ν ἀρχόντων αὐτου̃ ὑμει̃ς δὲ τί ἐνεπυρίσατε τὸν ἀμπελω̃νά μου καὶ ἡ ἁρπαγὴ του̃ πτωχου̃ ἐν τοι̃ς οἴκοις ὑμω̃ν |
15 τί ὑμει̃ς ἀδικει̃τε τὸν λαόν μου καὶ τὸ πρόσωπον τω̃ν πτωχω̃ν καταισχύνετε |
16 τάδε λέγει κύριος ἀνθ' ὡ̃ν ὑψώθησαν αἱ θυγατέρες Σιων καὶ ἐπορεύθησαν ὑψηλω̨̃ τραχήλω̨ καὶ ἐν νεύμασιν ὀφθαλμω̃ν καὶ τη̨̃ πορεία̨ τω̃ν ποδω̃ν ἅμα σύρουσαι τοὺς χιτω̃νας καὶ τοι̃ς ποσὶν ἅμα παίζουσαι |
17 καὶ ταπεινώσει ὁ θεὸς ἀρχούσας θυγατέρας Σιων καὶ κύριος ἀποκαλύψει τὸ σχη̃μα αὐτω̃ν |
18 ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ καὶ ἀφελει̃ κύριος τὴν δόξαν του̃ ἱματισμου̃ αὐτω̃ν καὶ τοὺς κόσμους αὐτω̃ν καὶ τὰ ἐμπλόκια καὶ τοὺς κοσύμβους καὶ τοὺς μηνίσκους |
19 καὶ τὸ κάθεμα καὶ τὸν κόσμον του̃ προσώπου αὐτω̃ν |
20 καὶ τὴν σύνθεσιν του̃ κόσμου τη̃ς δόξης καὶ τοὺς χλιδω̃νας καὶ τὰ ψέλια καὶ τὸ ἐμπλόκιον καὶ τὰ περιδέξια καὶ τοὺς δακτυλίους καὶ τὰ ἐνώτια |
21 καὶ τὰ περιπόρφυρα καὶ τὰ μεσοπόρφυρα |
22 καὶ τὰ ἐπιβλήματα τὰ κατὰ τὴν οἰκίαν καὶ τὰ διαφανη̃ λακωνικὰ |
23 καὶ τὰ βύσσινα καὶ τὰ ὑακίνθινα καὶ τὰ κόκκινα καὶ τὴν βύσσον σὺν χρυσίω̨ καὶ ὑακίνθω̨ συγκαθυφασμένα καὶ θέριστρα κατάκλιτα |
24 καὶ ἔσται ἀντὶ ὀσμη̃ς ἡδείας κονιορτός καὶ ἀντὶ ζώνης σχοινίω̨ ζώση̨ καὶ ἀντὶ του̃ κόσμου τη̃ς κεφαλη̃ς του̃ χρυσίου φαλάκρωμα ἕξεις διὰ τὰ ἔργα σου καὶ ἀντὶ του̃ χιτω̃νος του̃ μεσοπορφύρου περιζώση̨ σάκκον |
25 καὶ ὁ υἱός σου ὁ κάλλιστος ὃν ἀγαπα̨̃ς μαχαίρα̨ πεσει̃ται καὶ οἱ ἰσχύοντες ὑμω̃ν μαχαίρα̨ πεσου̃νται |
26 καὶ ταπεινωθήσονται καὶ πενθήσουσιν αἱ θη̃και του̃ κόσμου ὑμω̃ν καὶ καταλειφθήση̨ μόνη καὶ εἰς τὴν γη̃ν ἐδαφισθήση̨ |