Bible-Center
Whole Bible
Greek/Septuagint (gr)

ΙΕΡΕΜΊΑΣ, κεφαλίς 5

περιδράμετε ἐν ται̃ς ὁδοι̃ς Ιερουσαλημ καὶ ἴδετε καὶ γνω̃τε καὶ ζητήσατε ἐν ται̃ς πλατείαις αὐτη̃ς ἐὰν εὕρητε ἄνδρα εἰ ἔστιν ποιω̃ν κρίμα καὶ ζητω̃ν πίστιν καὶ ἵλεως ἔσομαι αὐτοι̃ς λέγει κύριος
ζη̨̃ κύριος λέγουσιν διὰ του̃το οὐκ ἐπὶ ψεύδεσιν ὀμνύουσιν
κύριε οἱ ὀφθαλμοί σου εἰς πίστιν ἐμαστίγωσας αὐτούς καὶ οὐκ ἐπόνεσαν συνετέλεσας αὐτούς καὶ οὐκ ἠθέλησαν δέξασθαι παιδείαν ἐστερέωσαν τὰ πρόσωπα αὐτω̃ν ὑπὲρ πέτραν καὶ οὐκ ἠθέλησαν ἐπιστραφη̃ναι
καὶ ἐγὼ εἰ̃πα ἴσως πτωχοί εἰσιν διότι οὐκ ἐδυνάσθησαν ὅτι οὐκ ἔγνωσαν ὁδὸν κυρίου καὶ κρίσιν θεου̃
πορεύσομαι πρὸς τοὺς ἁδροὺς καὶ λαλήσω αὐτοι̃ς ὅτι αὐτοὶ ἐπέγνωσαν ὁδὸν κυρίου καὶ κρίσιν θεου̃ καὶ ἰδοὺ ὁμοθυμαδὸν συνέτριψαν ζυγόν διέρρηξαν δεσμούς
διὰ του̃το ἔπαισεν αὐτοὺς λέων ἐκ του̃ δρυμου̃ καὶ λύκος ἕως τω̃ν οἰκιω̃ν ὠλέθρευσεν αὐτούς καὶ πάρδαλις ἐγρηγόρησεν ἐπὶ τὰς πόλεις αὐτω̃ν πάντες οἱ ἐκπορευόμενοι ἀπ' αὐτω̃ν θηρευθήσονται ὅτι ἐπλήθυναν ἀσεβείας αὐτω̃ν ἴσχυσαν ἐν ται̃ς ἀποστροφαι̃ς αὐτω̃ν
ποία̨ τούτων ἵλεως γένωμαί σοι οἱ υἱοί σου ἐγκατέλιπόν με καὶ ὤμνυον ἐν τοι̃ς οὐκ οὐ̃σιν θεοι̃ς καὶ ἐχόρτασα αὐτούς καὶ ἐμοιχω̃ντο καὶ ἐν οἴκοις πορνω̃ν κατέλυον
ἵπποι θηλυμανει̃ς ἐγενήθησαν ἕκαστος ἐπὶ τὴν γυναι̃κα του̃ πλησίον αὐτου̃ ἐχρεμέτιζον
μὴ ἐπὶ τούτοις οὐκ ἐπισκέψομαι λέγει κύριος ἢ ἐν ἔθνει τοιούτω̨ οὐκ ἐκδικήσει ἡ ψυχή μου
10 ἀνάβητε ἐπὶ τοὺς προμαχω̃νας αὐτη̃ς καὶ κατασκάψατε συντέλειαν δὲ μὴ ποιήσητε ὑπολίπεσθε τὰ ὑποστηρίγματα αὐτη̃ς ὅτι του̃ κυρίου εἰσίν
11 ὅτι ἀθετω̃ν ἠθέτησεν εἰς ἐμέ λέγει κύριος οἰ̃κος Ισραηλ καὶ οἰ̃κος Ιουδα
12 ἐψεύσαντο τω̨̃ κυρίω̨ ἑαυτω̃ν καὶ εἰ̃παν οὐκ ἔστιν ταυ̃τα οὐχ ἥξει ἐφ' ἡμα̃ς κακά καὶ μάχαιραν καὶ λιμὸν οὐκ ὀψόμεθα
13 οἱ προφη̃ται ἡμω̃ν ἠ̃σαν εἰς ἄνεμον καὶ λόγος κυρίου οὐχ ὑπη̃ρχεν ἐν αὐτοι̃ς οὕτως ἔσται αὐτοι̃ς
14 διὰ του̃το τάδε λέγει κύριος παντοκράτωρ ἀνθ' ὡ̃ν ἐλαλήσατε τὸ ῥη̃μα του̃το ἰδοὺ ἐγὼ δέδωκα τοὺς λόγους μου εἰς τὸ στόμα σου πυ̃ρ καὶ τὸν λαὸν του̃τον ξύλα καὶ καταφάγεται αὐτούς
15 ἰδοὺ ἐγὼ ἐπάγω ἐφ' ὑμα̃ς ἔθνος πόρρωθεν οἰ̃κος Ισραηλ λέγει κύριος ἔθνος οὑ̃ οὐκ ἀκούση̨ τη̃ς φωνη̃ς τη̃ς γλώσσης αὐτου̃
16 πάντες ἰσχυροὶ
17 καὶ κατέδονται τὸν θερισμὸν ὑμω̃ν καὶ τοὺς ἄρτους ὑμω̃ν καὶ κατέδονται τοὺς υἱοὺς ὑμω̃ν καὶ τὰς θυγατέρας ὑμω̃ν καὶ κατέδονται τὰ πρόβατα ὑμω̃ν καὶ τοὺς μόσχους ὑμω̃ν καὶ κατέδονται τοὺς ἀμπελω̃νας ὑμω̃ν καὶ τοὺς συκω̃νας ὑμω̃ν καὶ τοὺς ἐλαιω̃νας ὑμω̃ν καὶ ἀλοήσουσιν τὰς πόλεις τὰς ὀχυρὰς ὑμω̃ν ἐφ' αἱ̃ς ὑμει̃ς πεποίθατε ἐπ' αὐται̃ς ἐν ῥομφαία̨
18 καὶ ἔσται ἐν ται̃ς ἡμέραις ἐκείναις λέγει κύριος ὁ θεός σου οὐ μὴ ποιήσω ὑμα̃ς εἰς συντέλειαν
19 καὶ ἔσται ὅταν εἴπητε τίνος ἕνεκεν ἐποίησεν κύριος ὁ θεὸς ἡμω̃ν ἡμι̃ν ἅπαντα ταυ̃τα καὶ ἐρει̃ς αὐτοι̃ς ἀνθ' ὡ̃ν ἐδουλεύσατε θεοι̃ς ἀλλοτρίοις ἐν τη̨̃ γη̨̃ ὑμω̃ν οὕτως δουλεύσετε ἀλλοτρίοις ἐν γη̨̃ οὐχ ὑμω̃ν
20 ἀναγγείλατε ταυ̃τα εἰς τὸν οἰ̃κον Ιακωβ καὶ ἀκουσθήτω ἐν τω̨̃ Ιουδα
21 ἀκούσατε δὴ ταυ̃τα λαὸς μωρὸς καὶ ἀκάρδιος ὀφθαλμοὶ αὐτοι̃ς καὶ οὐ βλέπουσιν ὠ̃τα αὐτοι̃ς καὶ οὐκ ἀκούουσιν
22 μὴ ἐμὲ οὐ φοβηθήσεσθε λέγει κύριος ἢ ἀπὸ προσώπου μου οὐκ εὐλαβηθήσεσθε τὸν τάξαντα ἄμμον ὅριον τη̨̃ θαλάσση̨ πρόσταγμα αἰώνιον καὶ οὐχ ὑπερβήσεται αὐτό καὶ ταραχθήσεται καὶ οὐ δυνήσεται καὶ ἠχήσουσιν τὰ κύματα αὐτη̃ς καὶ οὐχ ὑπερβήσεται αὐτό
23 τω̨̃ δὲ λαω̨̃ τούτω̨ ἐγενήθη καρδία ἀνήκοος καὶ ἀπειθής καὶ ἐξέκλιναν καὶ ἀπήλθοσαν
24 καὶ οὐκ εἰ̃πον ἐν τη̨̃ καρδία̨ αὐτω̃ν φοβηθω̃μεν δὴ κύριον τὸν θεὸν ἡμω̃ν τὸν διδόντα ἡμι̃ν ὑετὸν πρόιμον καὶ ὄψιμον κατὰ καιρὸν πληρώσεως προστάγματος θερισμου̃ καὶ ἐφύλαξεν ἡμι̃ν
25 αἱ ἀνομίαι ὑμω̃ν ἐξέκλιναν ταυ̃τα καὶ αἱ ἁμαρτίαι ὑμω̃ν ἀπέστησαν τὰ ἀγαθὰ ἀφ' ὑμω̃ν
26 ὅτι εὑρέθησαν ἐν τω̨̃ λαω̨̃ μου ἀσεβει̃ς καὶ παγίδας ἔστησαν διαφθει̃ραι ἄνδρας καὶ συνελαμβάνοσαν
27 ὡς παγὶς ἐφεσταμένη πλήρης πετεινω̃ν οὕτως οἱ οἰ̃κοι αὐτω̃ν πλήρεις δόλου διὰ του̃το ἐμεγαλύνθησαν καὶ ἐπλούτησαν
28 καὶ παρέβησαν κρίσιν οὐκ ἔκριναν κρίσιν ὀρφανου̃ καὶ κρίσιν χήρας οὐκ ἐκρίνοσαν
29 μὴ ἐπὶ τούτοις οὐκ ἐπισκέψομαι λέγει κύριος ἢ ἐν ἔθνει τω̨̃ τοιούτω̨ οὐκ ἐκδικήσει ἡ ψυχή μου
30 ἔκστασις καὶ φρικτὰ ἐγενήθη ἐπὶ τη̃ς γη̃ς
31 οἱ προφη̃ται προφητεύουσιν ἄδικα καὶ οἱ ἱερει̃ς ἐπεκρότησαν ται̃ς χερσὶν αὐτω̃ν καὶ ὁ λαός μου ἠγάπησεν οὕτως καὶ τί ποιήσετε εἰς τὰ μετὰ ταυ̃τα
To view greek and slavonic text correctly you need to install Lucida Sans Unicode and Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.

After registering, you can subscribe to any Bible reading plan.

Personalized settings and other services for registered users are planned, so we recommend registering now. Registration is free.