Bible-Center
Whole Bible
Greek/Septuagint (gr)

ΙΩΒ, κεφαλίς 32

1 ἡσύχασαν δὲ καὶ οἱ τρει̃ς φίλοι αὐτου̃ ἔτι ἀντειπει̃ν Ιωβ ἠ̃ν γὰρ Ιωβ δίκαιος ἐναντίον αὐτω̃ν
2 ὠργίσθη δὲ Ελιους ὁ του̃ Βαραχιηλ ὁ Βουζίτης ἐκ τη̃ς συγγενείας Ραμ τη̃ς Αυσίτιδος χώρας ὠργίσθη δὲ τω̨̃ Ιωβ σφόδρα διότι ἀπέφηνεν ἑαυτὸν δίκαιον ἐναντίον κυρίου
3 καὶ κατὰ τω̃ν τριω̃ν δὲ φίλων ὠργίσθη σφόδρα διότι οὐκ ἠδυνήθησαν ἀποκριθη̃ναι ἀντίθετα Ιωβ καὶ ἔθεντο αὐτὸν εἰ̃ναι ἀσεβη̃
4 Ελιους δὲ ὑπέμεινεν δου̃ναι ἀπόκρισιν Ιωβ ὅτι πρεσβύτεροι αὐτου̃ εἰσιν ἡμέραις
5 καὶ εἰ̃δεν Ελιους ὅτι οὐκ ἔστιν ἀπόκρισις ἐν στόματι τω̃ν τριω̃ν ἀνδρω̃ν καὶ ἐθυμώθη ὀργὴ αὐτου̃
6 ὑπολαβὼν δὲ Ελιους ὁ του̃ Βαραχιηλ ὁ Βουζίτης εἰ̃πεν νεώτερος μέν εἰμι τω̨̃ χρόνω̨ ὑμει̃ς δέ ἐστε πρεσβύτεροι διὸ ἡσύχασα φοβηθεὶς του̃ ὑμι̃ν ἀναγγει̃λαι τὴν ἐμαυτου̃ ἐπιστήμην
7 εἰ̃πα δὲ ὅτι ὁ χρόνος ἐστὶν ὁ λαλω̃ν ἐν πολλοι̃ς δὲ ἔτεσιν οἴδασιν σοφίαν
8 ἀλλὰ πνευ̃μά ἐστιν ἐν βροτοι̃ς πνοὴ δὲ παντοκράτορός ἐστιν ἡ διδάσκουσα
9 οὐχ οἱ πολυχρόνιοί εἰσιν σοφοί οὐδ' οἱ γέροντες οἴδασιν κρίμα
10 διὸ εἰ̃πα ἀκούσατέ μου καὶ ἀναγγελω̃ ὑμι̃ν ἃ οἰ̃δα
11 ἐνωτίζεσθέ μου τὰ ῥήματα ἐρω̃ γὰρ ὑμω̃ν ἀκουόντων ἄχρι οὑ̃ ἐτάσητε λόγους
12 καὶ μέχρι ὑμω̃ν συνήσω καὶ ἰδοὺ οὐκ ἠ̃ν τω̨̃ Ιωβ ἐλέγχων ἀνταποκρινόμενος ῥήματα αὐτου̃ ἐξ ὑμω̃ν
13 ἵνα μὴ εἴπητε εὕρομεν σοφίαν κυρίω̨ προσθέμενοι
14 ἀνθρώπω̨ δὲ ἐπετρέψατε λαλη̃σαι τοιαυ̃τα ῥήματα
15 ἐπτοήθησαν οὐκ ἀπεκρίθησαν ἔτι ἐπαλαίωσαν ἐξ αὐτω̃ν λόγους
16 ὑπέμεινα οὐ γὰρ ἐλάλησαν ὅτι ἔστησαν οὐκ ἀπεκρίθησαν
17 ὑπολαβὼν δὲ Ελιους λέγει
18 πάλιν λαλήσω πλήρης γάρ εἰμι ῥημάτων ὀλέκει γάρ με τὸ πνευ̃μα τη̃ς γαστρός
19 ἡ δὲ γαστήρ μου ὥσπερ ἀσκὸς γλεύκους ζέων δεδεμένος ἢ ὥσπερ φυσητὴρ χαλκέως ἐρρηγώς
20 λαλήσω ἵνα ἀναπαύσωμαι ἀνοίξας τὰ χείλη
21 ἄνθρωπον γὰρ οὐ μὴ αἰσχυνθω̃ ἀλλὰ μὴν οὐδὲ βροτὸν οὐ μὴ ἐντραπω̃
22 οὐ γὰρ ἐπίσταμαι θαυμάσαι πρόσωπον εἰ δὲ μή καὶ ἐμὲ ση̃τες ἔδονται

After registering, you can subscribe to any Bible reading plan.

Personalized settings and other services for registered users are planned, so we recommend registering now. Registration is free.