Bible-Center
Whole Bible
Greek/Septuagint (gr)

ΚΑΤΑ ΙΩΑΝΝΗΝ, κεφαλίς 18

ταυ̃τα εἰπὼν ’Ιησου̃ς ἐξη̃λθεν σὺν τοι̃ς μαθηται̃ς αὐτου̃ πέραν του̃ χειμάρρου του̃ Κεδρὼν ὅπου ἠ̃ν κη̃πος εἰς ὃν εἰση̃λθεν αὐτòς καὶ οἱ μαθηταὶ αὐτου̃
ἤ̨δει δὲ καὶ ’Ιούδας ὁ παραδιδοὺς αὐτòν τòν τόπον ὅτι πολλάκις συνήχθη ’Ιησου̃ς ἐκει̃ μετὰ τω̃ν μαθητω̃ν αὐτου̃
ὁ οὐ̃ν ’Ιούδας λαβὼν τὴν σπει̃ραν καὶ ἐκ τω̃ν ἀρχιερέων καὶ ἐκ τω̃ν Φαρισαίων ὑπηρέτας ἔρχεται ἐκει̃ μετὰ φανω̃ν καὶ λαμπάδων καὶ ὅπλων
’Ιησου̃ς οὐ̃ν εἰδὼς πάντα τὰ ἐρχόμενα ἐπ' αὐτòν ἐξη̃λθεν καὶ λέγει αὐτοι̃ς τίνα ζητει̃τε
ἀπεκρίθησαν αὐτω̨̃ ’Ιησου̃ν τòν Ναζωραι̃ον λέγει αὐτοι̃ς ἐγώ εἰμι εἱστήκει δὲ καὶ ’Ιούδας ὁ παραδιδοὺς αὐτòν μετ' αὐτω̃ν
ὡς οὐ̃ν εἰ̃πεν αὐτοι̃ς ἐγώ εἰμι ἀπη̃λθον εἰς τὰ ὀπίσω καὶ ἔπεσαν χαμαί
πάλιν οὐ̃ν ἐπηρώτησεν αὐτούς τίνα ζητει̃τε οἱ δὲ εἰ̃παν ’Ιησου̃ν τòν Ναζωραι̃ον
ἀπεκρίθη ’Ιησου̃ς εἰ̃πον ὑμι̃ν ὅτι ἐγώ εἰμι εἰ οὐ̃ν ἐμὲ ζητει̃τε ἄφετε τούτους ὑπάγειν
ἵνα πληρωθη̨̃ ὁ λόγος ὃν εἰ̃πεν ὅτι οὓς δέδωκάς μοι οὐκ ἀπώλεσα ἐξ αὐτω̃ν οὐδένα
10 Σίμων οὐ̃ν Πέτρος ἔχων μάχαιραν εἵλκυσεν αὐτὴν καὶ ἔπαισεν τòν του̃ ἀρχιερέως δου̃λον καὶ ἀπέκοψεν αὐτου̃ τò ὠτάριον τò δεξιόν ἠ̃ν δὲ ὄνομα τω̨̃ δούλω̨ μάλχος
11 εἰ̃πεν οὐ̃ν ὁ ’Ιησου̃ς τω̨̃ Πέτρω̨ βάλε τὴν μάχαιραν εἰς τὴν θήκην τò ποτήριον ὃ δέδωκέν μοι ὁ πατὴρ οὐ μὴ πίω αὐτό
12 ἡ οὐ̃ν σπει̃ρα καὶ ὁ χιλίαρχος καὶ οἱ ὑπηρέται τω̃ν ’Ιουδαίων συνέλαβον τòν ’Ιησου̃ν καὶ ἔδησαν αὐτòν
13 καὶ ἤγαγον πρòς ‘Άνναν πρω̃τον ἠ̃ν γὰρ πενθερòς του̃ Καϊάφα ὃς ἠ̃ν ἀρχιερεὺς του̃ ἐνιαυτου̃ ἐκείνου
14 ἠ̃ν δὲ Καϊάφας ὁ συμβουλεύσας τοι̃ς ’Ιουδαίοις ὅτι συμφέρει ἕνα ἄνθρωπον ἀποθανει̃ν ὑπὲρ του̃ λαου̃
15 ἠκολούθει δὲ τω̨̃ ’Ιησου̃ Σίμων Πέτρος καὶ ἄλλος μαθητής ὁ δὲ μαθητὴς ἐκει̃νος ἠ̃ν γνωστòς τω̨̃ ἀρχιερει̃ καὶ συνειση̃λθεν τω̨̃ ’Ιησου̃ εἰς τὴν αὐλὴν του̃ ἀρχιερέως
16 ὁ δὲ Πέτρος εἱστήκει πρòς τη̨̃ θύρα̨ ἔξω ἐξη̃λθεν οὐ̃ν ὁ μαθητὴς ὁ ἄλλος ὁ γνωστòς του̃ ἀρχιερέως καὶ εἰ̃πεν τη̨̃ θυρωρω̨̃ καὶ εἰσήγαγεν τòν Πέτρον
17 λέγει οὐ̃ν τω̨̃ Πέτρω̨ ἡ παιδίσκη ἡ θυρωρός μὴ καὶ σὺ ἐκ τω̃ν μαθητω̃ν εἰ̃ του̃ ἀνθρώπου τούτου λέγει ἐκει̃νος οὐκ εἰμί
18 εἱστήκεισαν δὲ οἱ δου̃λοι καὶ οἱ ὑπηρέται ἀνθρακιὰν πεποιηκότες ὅτι ψυ̃χος ἠ̃ν καὶ ἐθερμαίνοντο ἠ̃ν δὲ καὶ ὁ Πέτρος μετ' αὐτω̃ν ἑστὼς καὶ θερμαινόμενος
19 ὁ οὐ̃ν ἀρχιερεὺς ἠρώτησεν τòν ’Ιησου̃ν περὶ τω̃ν μαθητω̃ν αὐτου̃ καὶ περὶ τη̃ς διδαχη̃ς αὐτου̃
20 ἀπεκρίθη αὐτω̨̃ ’Ιησου̃ς ἐγὼ παρρησία̨ λελάληκα τω̨̃ κόσμω̨ ἐγὼ πάντοτε ἐδίδαξα ἐν συναγωγη̨̃ καὶ ἐν τω̨̃ ἱερω̨̃ ὅπου πάντες οἱ ’Ιουδαι̃οι συνέρχονται καὶ ἐν κρυπτω̨̃ ἐλάλησα οὐδέν
21 τί με ἐρωτα̨̃ς ἐρώτησον τοὺς ἀκηκοότας τί ἐλάλησα αὐτοι̃ς ἴδε οὑ̃τοι οἴδασιν ἃ εἰ̃πον ἐγώ
22 ταυ̃τα δὲ αὐτου̃ εἰπόντος εἱ̃ς παρεστηκὼς τω̃ν ὑπηρετω̃ν ἔδωκεν ῥάπισμα τω̨̃ ’Ιησου̃ εἰπών οὕτως ἀποκρίνη̨ τω̨̃ ἀρχιερει̃
23 ἀπεκρίθη αὐτω̨̃ ’Ιησου̃ς εἰ κακω̃ς ἐλάλησα μαρτύρησον περὶ του̃ κακου̃ εἰ δὲ καλω̃ς τί με δέρεις
24 ἀπέστειλεν οὐ̃ν αὐτòν ὁ ‘Άννας δεδεμένον πρòς Καϊάφαν τòν ἀρχιερέα
25 ἠ̃ν δὲ Σίμων Πέτρος ἑστὼς καὶ θερμαινόμενος εἰ̃πον οὐ̃ν αὐτω̨̃ μὴ καὶ σὺ ἐκ τω̃ν μαθητω̃ν αὐτου̃ εἰ̃ ἠρνήσατο ἐκει̃νος καὶ εἰ̃πεν οὐκ εἰμί
26 λέγει εἱ̃ς ἐκ τω̃ν δούλων του̃ ἀρχιερέως συγγενὴς ὢν οὑ̃ ἀπέκοψεν Πέτρος τò ὠτίον οὐκ ἐγώ σε εἰ̃δον ἐν τω̨̃ κήπω̨ μετ' αὐτου̃
27 πάλιν οὐ̃ν ἠρνήσατο Πέτρος καὶ εὐθέως ἀλέκτωρ ἐφώνησεν
28 ἄγουσιν οὐ̃ν τòν ’Ιησου̃ν ἀπò του̃ Καϊάφα εἰς τò πραιτώριον ἠ̃ν δὲ πρωΐ καὶ αὐτοὶ οὐκ εἰση̃λθον εἰς τò πραιτώριον ἵνα μὴ μιανθω̃σιν ἀλλὰ φάγωσιν τò πάσχα
29 ἐξη̃λθεν οὐ̃ν ὁ Πιλα̃τος ἔξω πρòς αὐτοὺς καὶ φησίν τίνα κατηγορίαν φέρετε κατὰ του̃ ἀνθρώπου τούτου
30 ἀπεκρίθησαν καὶ εἰ̃παν αὐτω̨̃ εἰ μὴ ἠ̃ν οὑ̃τος κακòν ποιω̃ν οὐκ ἄν σοι παρεδώκαμεν αὐτόν
31 εἰ̃πεν οὐ̃ν αὐτοι̃ς ὁ Πιλα̃τος λάβετε αὐτòν ὑμει̃ς καὶ κατὰ τòν νόμον ὑμω̃ν κρίνατε αὐτόν εἰ̃πον αὐτω̨̃ οἱ ’Ιουδαι̃οι ἡμι̃ν οὐκ ἔξεστιν ἀποκτει̃ναι οὐδένα
32 ἵνα ὁ λόγος του̃ ’Ιησου̃ πληρωθη̨̃ ὃν εἰ̃πεν σημαίνων ποίω̨ θανάτω̨ ἤμελλεν ἀποθνή̨σκειν
33 εἰση̃λθεν οὐ̃ν πάλιν εἰς τò πραιτώριον ὁ Πιλα̃τος καὶ ἐφώνησεν τòν ’Ιησου̃ν καὶ εἰ̃πεν αὐτω̨̃ σὺ εἰ̃ ὁ βασιλεὺς τω̃ν ’Ιουδαίων
34 ἀπεκρίθη ’Ιησου̃ς ἀπò σεαυτου̃ σὺ του̃το λέγεις ἢ ἄλλοι εἰ̃πόν σοι περὶ ἐμου̃
35 ἀπεκρίθη ὁ Πιλα̃τος μήτι ἐγὼ ’Ιουδαι̃ός εἰμι τò ἔθνος τò σòν καὶ οἱ ἀρχιερει̃ς παρέδωκάν σε ἐμοί τί ἐποίησας
36 ἀπεκρίθη ’Ιησου̃ς ἡ βασιλεία ἡ ἐμὴ οὐκ ἔστιν ἐκ του̃ κόσμου τούτου εἰ ἐκ του̃ κόσμου τούτου ἠ̃ν ἡ βασιλεία ἡ ἐμή οἱ ὑπηρέται οἱ ἐμοὶ ἠγωνίζοντο ἄν ἵνα μὴ παραδοθω̃ τοι̃ς ’Ιουδαίοις νυ̃ν δὲ ἡ βασιλεία ἡ ἐμὴ οὐκ ἔστιν ἐντευ̃θεν
37 εἰ̃πεν οὐ̃ν αὐτω̨̃ ὁ Πιλα̃τος οὐκου̃ν βασιλεὺς εἰ̃ σύ ἀπεκρίθη ὁ ’Ιησου̃ς σὺ λέγεις ὅτι βασιλεύς εἰμι ἐγὼ εἰς του̃το γεγέννημαι καὶ εἰς του̃το ἐλήλυθα εἰς τòν κόσμον ἵνα μαρτυρήσω τη̨̃ ἀληθεία̨ πα̃ς ὁ ὢν ἐκ τη̃ς ἀληθείας ἀκούει μου τη̃ς φωνη̃ς
38 λέγει αὐτω̨̃ ὁ Πιλα̃τος τί ἐστιν ἀλήθεια καὶ του̃το εἰπὼν πάλιν ἐξη̃λθεν πρòς τοὺς ’Ιουδαίους καὶ λέγει αὐτοι̃ς ἐγὼ οὐδεμίαν εὑρίσκω ἐν αὐτω̨̃ αἰτίαν
39 ἔστιν δὲ συνήθεια ὑμι̃ν ἵνα ἕνα ἀπολύσω ὑμι̃ν ἐν τω̨̃ πάσχα βούλεσθε οὐ̃ν ἀπολύσω ὑμι̃ν τòν βασιλέα τω̃ν ’Ιουδαίων
40 ἐκραύγασαν οὐ̃ν πάλιν λέγοντες μὴ του̃τον ἀλλὰ τòν Βαραββα̃ν ἠ̃ν δὲ ὁ Βαραββα̃ς λη̨στής
To view greek and slavonic text correctly you need to install Lucida Sans Unicode and Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.

After registering, you can subscribe to any Bible reading plan.

Personalized settings and other services for registered users are planned, so we recommend registering now. Registration is free.