Bible-Center
Whole Bible
Greek/Septuagint (gr)

ΛΕΥΙΤΙΚΟΝ, κεφαλίς 16

καὶ ἐλάλησεν κύριος πρὸς Μωυση̃ν μετὰ τὸ τελευτη̃σαι τοὺς δύο υἱοὺς Ααρων ἐν τω̨̃ προσάγειν αὐτοὺς πυ̃ρ ἀλλότριον ἔναντι κυρίου καὶ ἐτελεύτησαν
καὶ εἰ̃πεν κύριος πρὸς Μωυση̃ν λάλησον πρὸς Ααρων τὸν ἀδελφόν σου καὶ μὴ εἰσπορευέσθω πα̃σαν ὥραν εἰς τὸ ἅγιον ἐσώτερον του̃ καταπετάσματος εἰς πρόσωπον του̃ ἱλαστηρίου ὅ ἐστιν ἐπὶ τη̃ς κιβωτου̃ του̃ μαρτυρίου καὶ οὐκ ἀποθανει̃ται ἐν γὰρ νεφέλη̨ ὀφθήσομαι ἐπὶ του̃ ἱλαστηρίου
οὕτως εἰσελεύσεται Ααρων εἰς τὸ ἅγιον ἐν μόσχω̨ ἐκ βοω̃ν περὶ ἁμαρτίας καὶ κριὸν εἰς ὁλοκαύτωμα
καὶ χιτω̃να λινου̃ν ἡγιασμένον ἐνδύσεται καὶ περισκελὲς λινου̃ν ἔσται ἐπὶ του̃ χρωτὸς αὐτου̃ καὶ ζώνη̨ λινη̨̃ ζώσεται καὶ κίδαριν λινη̃ν περιθήσεται ἱμάτια ἅγιά ἐστιν καὶ λούσεται ὕδατι πα̃ν τὸ σω̃μα αὐτου̃ καὶ ἐνδύσεται αὐτά
καὶ παρὰ τη̃ς συναγωγη̃ς τω̃ν υἱω̃ν Ισραηλ λήμψεται δύο χιμάρους ἐξ αἰγω̃ν περὶ ἁμαρτίας καὶ κριὸν ἕνα εἰς ὁλοκαύτωμα
καὶ προσάξει Ααρων τὸν μόσχον τὸν περὶ τη̃ς ἁμαρτίας αὐτου̃ καὶ ἐξιλάσεται περὶ αὐτου̃ καὶ του̃ οἴκου αὐτου̃
καὶ λήμψεται τοὺς δύο χιμάρους καὶ στήσει αὐτοὺς ἔναντι κυρίου παρὰ τὴν θύραν τη̃ς σκηνη̃ς του̃ μαρτυρίου
καὶ ἐπιθήσει Ααρων ἐπὶ τοὺς δύο χιμάρους κλη̃ρον ἕνα τω̨̃ κυρίω̨ καὶ κλη̃ρον ἕνα τω̨̃ ἀποπομπαίω̨
καὶ προσάξει Ααρων τὸν χίμαρον ἐφ' ὃν ἐπη̃λθεν ἐπ' αὐτὸν ὁ κλη̃ρος τω̨̃ κυρίω̨ καὶ προσοίσει περὶ ἁμαρτίας
10 καὶ τὸν χίμαρον ἐφ' ὃν ἐπη̃λθεν ἐπ' αὐτὸν ὁ κλη̃ρος του̃ ἀποπομπαίου στήσει αὐτὸν ζω̃ντα ἔναντι κυρίου του̃ ἐξιλάσασθαι ἐπ' αὐτου̃ ὥστε ἀποστει̃λαι αὐτὸν εἰς τὴν ἀποπομπήν ἀφήσει αὐτὸν εἰς τὴν ἔρημον
11 καὶ προσάξει Ααρων τὸν μόσχον τὸν περὶ τη̃ς ἁμαρτίας τὸν αὐτου̃ καὶ του̃ οἴκου αὐτου̃ μόνον καὶ ἐξιλάσεται περὶ αὐτου̃ καὶ του̃ οἴκου αὐτου̃ καὶ σφάξει τὸν μόσχον τὸν περὶ τη̃ς ἁμαρτίας τὸν αὐτου̃
12 καὶ λήμψεται τὸ πυρει̃ον πλη̃ρες ἀνθράκων πυρὸς ἀπὸ του̃ θυσιαστηρίου του̃ ἀπέναντι κυρίου καὶ πλήσει τὰς χει̃ρας θυμιάματος συνθέσεως λεπτη̃ς καὶ εἰσοίσει ἐσώτερον του̃ καταπετάσματος
13 καὶ ἐπιθήσει τὸ θυμίαμα ἐπὶ τὸ πυ̃ρ ἔναντι κυρίου καὶ καλύψει ἡ ἀτμὶς του̃ θυμιάματος τὸ ἱλαστήριον τὸ ἐπὶ τω̃ν μαρτυρίων καὶ οὐκ ἀποθανει̃ται
14 καὶ λήμψεται ἀπὸ του̃ αἵματος του̃ μόσχου καὶ ῥανει̃ τω̨̃ δακτύλω̨ ἐπὶ τὸ ἱλαστήριον κατὰ ἀνατολάς κατὰ πρόσωπον του̃ ἱλαστηρίου ῥανει̃ ἑπτάκις ἀπὸ του̃ αἵματος τω̨̃ δακτύλω̨
15 καὶ σφάξει τὸν χίμαρον τὸν περὶ τη̃ς ἁμαρτίας τὸν περὶ του̃ λαου̃ ἔναντι κυρίου καὶ εἰσοίσει ἀπὸ του̃ αἵματος αὐτου̃ ἐσώτερον του̃ καταπετάσματος καὶ ποιήσει τὸ αἱ̃μα αὐτου̃ ὃν τρόπον ἐποίησεν τὸ αἱ̃μα του̃ μόσχου καὶ ῥανει̃ τὸ αἱ̃μα αὐτου̃ ἐπὶ τὸ ἱλαστήριον κατὰ πρόσωπον του̃ ἱλαστηρίου
16 καὶ ἐξιλάσεται τὸ ἅγιον ἀπὸ τω̃ν ἀκαθαρσιω̃ν τω̃ν υἱω̃ν Ισραηλ καὶ ἀπὸ τω̃ν ἀδικημάτων αὐτω̃ν περὶ πασω̃ν τω̃ν ἁμαρτιω̃ν αὐτω̃ν καὶ οὕτω ποιήσει τη̨̃ σκηνη̨̃ του̃ μαρτυρίου τη̨̃ ἐκτισμένη̨ ἐν αὐτοι̃ς ἐν μέσω̨ τη̃ς ἀκαθαρσίας αὐτω̃ν
17 καὶ πα̃ς ἄνθρωπος οὐκ ἔσται ἐν τη̨̃ σκηνη̨̃ του̃ μαρτυρίου εἰσπορευομένου αὐτου̃ ἐξιλάσασθαι ἐν τω̨̃ ἁγίω̨ ἕως ἂν ἐξέλθη̨ καὶ ἐξιλάσεται περὶ αὐτου̃ καὶ του̃ οἴκου αὐτου̃ καὶ περὶ πάσης συναγωγη̃ς υἱω̃ν Ισραηλ
18 καὶ ἐξελεύσεται ἐπὶ τὸ θυσιαστήριον τὸ ὂν ἀπέναντι κυρίου καὶ ἐξιλάσεται ἐπ' αὐτου̃ καὶ λήμψεται ἀπὸ του̃ αἵματος του̃ μόσχου καὶ ἀπὸ του̃ αἵματος του̃ χιμάρου καὶ ἐπιθήσει ἐπὶ τὰ κέρατα του̃ θυσιαστηρίου κύκλω̨
19 καὶ ῥανει̃ ἐπ' αὐτου̃ ἀπὸ του̃ αἵματος τω̨̃ δακτύλω̨ ἑπτάκις καὶ καθαριει̃ αὐτὸ καὶ ἁγιάσει αὐτὸ ἀπὸ τω̃ν ἀκαθαρσιω̃ν τω̃ν υἱω̃ν Ισραηλ
20 καὶ συντελέσει ἐξιλασκόμενος τὸ ἅγιον καὶ τὴν σκηνὴν του̃ μαρτυρίου καὶ τὸ θυσιαστήριον καὶ περὶ τω̃ν ἱερέων καθαριει̃ καὶ προσάξει τὸν χίμαρον τὸν ζω̃ντα
21 καὶ ἐπιθήσει Ααρων τὰς χει̃ρας αὐτου̃ ἐπὶ τὴν κεφαλὴν του̃ χιμάρου του̃ ζω̃ντος καὶ ἐξαγορεύσει ἐπ' αὐτου̃ πάσας τὰς ἀνομίας τω̃ν υἱω̃ν Ισραηλ καὶ πάσας τὰς ἀδικίας αὐτω̃ν καὶ πάσας τὰς ἁμαρτίας αὐτω̃ν καὶ ἐπιθήσει αὐτὰς ἐπὶ τὴν κεφαλὴν του̃ χιμάρου του̃ ζω̃ντος καὶ ἐξαποστελει̃ ἐν χειρὶ ἀνθρώπου ἑτοίμου εἰς τὴν ἔρημον
22 καὶ λήμψεται ὁ χίμαρος ἐφ' ἑαυτω̨̃ τὰς ἀδικίας αὐτω̃ν εἰς γη̃ν ἄβατον καὶ ἐξαποστελει̃ τὸν χίμαρον εἰς τὴν ἔρημον
23 καὶ εἰσελεύσεται Ααρων εἰς τὴν σκηνὴν του̃ μαρτυρίου καὶ ἐκδύσεται τὴν στολὴν τὴν λινη̃ν ἣν ἐνεδεδύκει εἰσπορευομένου αὐτου̃ εἰς τὸ ἅγιον καὶ ἀποθήσει αὐτὴν ἐκει̃
24 καὶ λούσεται τὸ σω̃μα αὐτου̃ ὕδατι ἐν τόπω̨ ἁγίω̨ καὶ ἐνδύσεται τὴν στολὴν αὐτου̃ καὶ ἐξελθὼν ποιήσει τὸ ὁλοκάρπωμα αὐτου̃ καὶ τὸ ὁλοκάρπωμα του̃ λαου̃ καὶ ἐξιλάσεται περὶ αὐτου̃ καὶ περὶ του̃ οἴκου αὐτου̃ καὶ περὶ του̃ λαου̃ ὡς περὶ τω̃ν ἱερέων
25 καὶ τὸ στέαρ τὸ περὶ τω̃ν ἁμαρτιω̃ν ἀνοίσει ἐπὶ τὸ θυσιαστήριον
26 καὶ ὁ ἐξαποστέλλων τὸν χίμαρον τὸν διεσταλμένον εἰς ἄφεσιν πλυνει̃ τὰ ἱμάτια καὶ λούσεται τὸ σω̃μα αὐτου̃ ὕδατι καὶ μετὰ ταυ̃τα εἰσελεύσεται εἰς τὴν παρεμβολήν
27 καὶ τὸν μόσχον τὸν περὶ τη̃ς ἁμαρτίας καὶ τὸν χίμαρον τὸν περὶ τη̃ς ἁμαρτίας ὡ̃ν τὸ αἱ̃μα εἰσηνέχθη ἐξιλάσασθαι ἐν τω̨̃ ἁγίω̨ ἐξοίσουσιν αὐτὰ ἔξω τη̃ς παρεμβολη̃ς καὶ κατακαύσουσιν αὐτὰ ἐν πυρί καὶ τὰ δέρματα αὐτω̃ν καὶ τὰ κρέα αὐτω̃ν καὶ τὴν κόπρον αὐτω̃ν
28 ὁ δὲ κατακαίων αὐτὰ πλυνει̃ τὰ ἱμάτια καὶ λούσεται τὸ σω̃μα αὐτου̃ ὕδατι καὶ μετὰ ταυ̃τα εἰσελεύσεται εἰς τὴν παρεμβολήν
29 καὶ ἔσται του̃το ὑμι̃ν νόμιμον αἰώνιον ἐν τω̨̃ μηνὶ τω̨̃ ἑβδόμω̨ δεκάτη̨ του̃ μηνὸς ταπεινώσατε τὰς ψυχὰς ὑμω̃ν καὶ πα̃ν ἔργον οὐ ποιήσετε ὁ αὐτόχθων καὶ ὁ προσήλυτος ὁ προσκείμενος ἐν ὑμι̃ν
30 ἐν γὰρ τη̨̃ ἡμέρα̨ ταύτη̨ ἐξιλάσεται περὶ ὑμω̃ν καθαρίσαι ὑμα̃ς ἀπὸ πασω̃ν τω̃ν ἁμαρτιω̃ν ὑμω̃ν ἔναντι κυρίου καὶ καθαρισθήσεσθε
31 σάββατα σαββάτων ἀνάπαυσις αὕτη ἔσται ὑμι̃ν καὶ ταπεινώσετε τὰς ψυχὰς ὑμω̃ν νόμιμον αἰώνιον
32 ἐξιλάσεται ὁ ἱερεύς ὃν ἂν χρίσωσιν αὐτὸν καὶ ὃν ἂν τελειώσουσιν τὰς χει̃ρας αὐτου̃ ἱερατεύειν μετὰ τὸν πατέρα αὐτου̃ καὶ ἐνδύσεται τὴν στολὴν τὴν λινη̃ν στολὴν ἁγίαν
33 καὶ ἐξιλάσεται τὸ ἅγιον του̃ ἁγίου καὶ τὴν σκηνὴν του̃ μαρτυρίου καὶ τὸ θυσιαστήριον ἐξιλάσεται καὶ περὶ τω̃ν ἱερέων καὶ περὶ πάσης συναγωγη̃ς ἐξιλάσεται
34 καὶ ἔσται του̃το ὑμι̃ν νόμιμον αἰώνιον ἐξιλάσκεσθαι περὶ τω̃ν υἱω̃ν Ισραηλ ἀπὸ πασω̃ν τω̃ν ἁμαρτιω̃ν αὐτω̃ν ἅπαξ του̃ ἐνιαυτου̃ ποιηθήσεται καθάπερ συνέταξεν κύριος τω̨̃ Μωυση̨̃
To view greek and slavonic text correctly you need to install Lucida Sans Unicode and Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.

After registering, you can subscribe to any Bible reading plan.

Personalized settings and other services for registered users are planned, so we recommend registering now. Registration is free.