Bible-Center
Whole Bible
Greek/Septuagint (gr)

ΛΕΥΙΤΙΚΟΝ, κεφαλίς 22

καὶ ἐλάλησεν κύριος πρὸς Μωυση̃ν λέγων
εἰπὸν Ααρων καὶ τοι̃ς υἱοι̃ς αὐτου̃ καὶ προσεχέτωσαν ἀπὸ τω̃ν ἁγίων τω̃ν υἱω̃ν Ισραηλ καὶ οὐ βεβηλώσουσιν τὸ ὄνομα τὸ ἅγιόν μου ὅσα αὐτοὶ ἁγιάζουσίν μοι ἐγὼ κύριος
εἰπὸν αὐτοι̃ς εἰς τὰς γενεὰς ὑμω̃ν πα̃ς ἄνθρωπος ὃς ἂν προσέλθη̨ ἀπὸ παντὸς του̃ σπέρματος ὑμω̃ν πρὸς τὰ ἅγια ὅσα ἂν ἁγιάζωσιν οἱ υἱοὶ Ισραηλ τω̨̃ κυρίω̨ καὶ ἡ ἀκαθαρσία αὐτου̃ ἐπ' αὐτω̨̃ ἐξολεθρευθήσεται ἡ ψυχὴ ἐκείνη ἀπ' ἐμου̃ ἐγὼ κύριος ὁ θεὸς ὑμω̃ν
καὶ ἄνθρωπος ἐκ του̃ σπέρματος Ααρων του̃ ἱερέως καὶ οὑ̃τος λεπρα̨̃ ἢ γονορρυής τω̃ν ἁγίων οὐκ ἔδεται ἕως ἂν καθαρισθη̨̃ καὶ ὁ ἁπτόμενος πάσης ἀκαθαρσίας ψυχη̃ς ἢ ἄνθρωπος ὡ̨̃ ἂν ἐξέλθη̨ ἐξ αὐτου̃ κοίτη σπέρματος
ἢ ὅστις ἂν ἅψηται παντὸς ἑρπετου̃ ἀκαθάρτου ὃ μιανει̃ αὐτόν ἢ ἐπ' ἀνθρώπω̨ ἐν ὡ̨̃ μιανει̃ αὐτὸν κατὰ πα̃σαν ἀκαθαρσίαν αὐτου̃
ψυχή ἥτις ἂν ἅψηται αὐτω̃ν ἀκάθαρτος ἔσται ἕως ἑσπέρας οὐκ ἔδεται ἀπὸ τω̃ν ἁγίων ἐὰν μὴ λούσηται τὸ σω̃μα αὐτου̃ ὕδατι
καὶ δύη̨ ὁ ἥλιος καὶ καθαρὸς ἔσται καὶ τότε φάγεται τω̃ν ἁγίων ὅτι ἄρτος ἐστὶν αὐτου̃
θνησιμαι̃ον καὶ θηριάλωτον οὐ φάγεται μιανθη̃ναι αὐτὸν ἐν αὐτοι̃ς ἐγὼ κύριος
καὶ φυλάξονται τὰ φυλάγματά μου ἵνα μὴ λάβωσιν δι' αὐτὰ ἁμαρτίαν καὶ ἀποθάνωσιν δι' αὐτά ἐὰν βεβηλώσωσιν αὐτά ἐγὼ κύριος ὁ θεὸς ὁ ἁγιάζων αὐτούς
10 καὶ πα̃ς ἀλλογενὴς οὐ φάγεται ἅγια πάροικος ἱερέως ἢ μισθωτὸς οὐ φάγεται ἅγια
11 ἐὰν δὲ ἱερεὺς κτήσηται ψυχὴν ἔγκτητον ἀργυρίου οὑ̃τος φάγεται ἐκ τω̃ν ἄρτων αὐτου̃ καὶ οἱ οἰκογενει̃ς αὐτου̃ καὶ οὑ̃τοι φάγονται τω̃ν ἄρτων αὐτου̃
12 καὶ θυγάτηρ ἀνθρώπου ἱερέως ἐὰν γένηται ἀνδρὶ ἀλλογενει̃ αὐτὴ τω̃ν ἀπαρχω̃ν τω̃ν ἁγίων οὐ φάγεται
13 καὶ θυγάτηρ ἱερέως ἐὰν γένηται χήρα ἢ ἐκβεβλημένη σπέρμα δὲ μὴ ἠ̃ν αὐτη̨̃ ἐπαναστρέψει ἐπὶ τὸν οἰ̃κον τὸν πατρικὸν κατὰ τὴν νεότητα αὐτη̃ς ἀπὸ τω̃ν ἄρτων του̃ πατρὸς αὐτη̃ς φάγεται καὶ πα̃ς ἀλλογενὴς οὐ φάγεται ἀπ' αὐτω̃ν
14 καὶ ἄνθρωπος ὃς ἂν φάγη̨ ἅγια κατὰ ἄγνοιαν καὶ προσθήσει τὸ ἐπίπεμπτον αὐτου̃ ἐπ' αὐτὸ καὶ δώσει τω̨̃ ἱερει̃ τὸ ἅγιον
15 καὶ οὐ βεβηλώσουσιν τὰ ἅγια τω̃ν υἱω̃ν Ισραηλ ἃ αὐτοὶ ἀφαιρου̃σιν τω̨̃ κυρίω̨
16 καὶ ἐπάξουσιν ἐφ' ἑαυτοὺς ἀνομίαν πλημμελείας ἐν τω̨̃ ἐσθίειν αὐτοὺς τὰ ἅγια αὐτω̃ν ὅτι ἐγὼ κύριος ὁ ἁγιάζων αὐτούς
17 καὶ ἐλάλησεν κύριος πρὸς Μωυση̃ν λέγων
18 λάλησον Ααρων καὶ τοι̃ς υἱοι̃ς αὐτου̃ καὶ πάση̨ συναγωγη̨̃ Ισραηλ καὶ ἐρει̃ς πρὸς αὐτούς ἄνθρωπος ἄνθρωπος ἀπὸ τω̃ν υἱω̃ν Ισραηλ ἢ τω̃ν υἱω̃ν τω̃ν προσηλύτων τω̃ν προσκειμένων πρὸς αὐτοὺς ἐν Ισραηλ ὃς ἂν προσενέγκη̨ τὰ δω̃ρα αὐτου̃ κατὰ πα̃σαν ὁμολογίαν αὐτω̃ν ἢ κατὰ πα̃σαν αἵρεσιν αὐτω̃ν ὅσα ἂν προσενέγκωσιν τω̨̃ θεω̨̃ εἰς ὁλοκαύτωμα
19 δεκτὰ ὑμι̃ν ἄμωμα ἄρσενα ἐκ τω̃ν βουκολίων καὶ ἐκ τω̃ν προβάτων καὶ ἐκ τω̃ν αἰγω̃ν
20 πάντα ὅσα ἂν ἔχη̨ μω̃μον ἐν αὐτω̨̃ οὐ προσάξουσιν κυρίω̨ διότι οὐ δεκτὸν ἔσται ὑμι̃ν
21 καὶ ἄνθρωπος ὃς ἂν προσενέγκη̨ θυσίαν σωτηρίου τω̨̃ κυρίω̨ διαστείλας εὐχὴν κατὰ αἵρεσιν ἢ ἐν ται̃ς ἑορται̃ς ὑμω̃ν ἐκ τω̃ν βουκολίων ἢ ἐκ τω̃ν προβάτων ἄμωμον ἔσται εἰς δεκτόν πα̃ς μω̃μος οὐκ ἔσται ἐν αὐτω̨̃
22 τυφλὸν ἢ συντετριμμένον ἢ γλωσσότμητον ἢ μυρμηκιω̃ντα ἢ ψωραγριω̃ντα ἢ λιχη̃νας ἔχοντα οὐ προσάξουσιν ταυ̃τα τω̨̃ κυρίω̨ καὶ εἰς κάρπωσιν οὐ δώσετε ἀπ' αὐτω̃ν ἐπὶ τὸ θυσιαστήριον τω̨̃ κυρίω̨
23 καὶ μόσχον ἢ πρόβατον ὠτότμητον ἢ κολοβόκερκον σφάγια ποιήσεις αὐτὰ σεαυτω̨̃ εἰς δὲ εὐχήν σου οὐ δεχθήσεται
24 θλαδίαν καὶ ἐκτεθλιμμένον καὶ ἐκτομίαν καὶ ἀπεσπασμένον οὐ προσάξεις αὐτὰ τω̨̃ κυρίω̨ καὶ ἐπὶ τη̃ς γη̃ς ὑμω̃ν οὐ ποιήσετε
25 καὶ ἐκ χειρὸς ἀλλογενου̃ς οὐ προσοίσετε τὰ δω̃ρα του̃ θεου̃ ὑμω̃ν ἀπὸ πάντων τούτων ὅτι φθάρματά ἐστιν ἐν αὐτοι̃ς μω̃μος ἐν αὐτοι̃ς οὐ δεχθήσεται ταυ̃τα ὑμι̃ν
26 καὶ ἐλάλησεν κύριος πρὸς Μωυση̃ν λέγων
27 μόσχον ἢ πρόβατον ἢ αἰ̃γα ὡς ἂν τεχθη̨̃ καὶ ἔσται ἑπτὰ ἡμέρας ὑπὸ τὴν μητέρα τη̨̃ δὲ ἡμέρα̨ τη̨̃ ὀγδόη̨ καὶ ἐπέκεινα δεχθήσεται εἰς δω̃ρα κάρπωμα κυρίω̨
28 καὶ μόσχον ἢ πρόβατον αὐτὴν καὶ τὰ παιδία αὐτη̃ς οὐ σφάξεις ἐν ἡμέρα̨ μια̨̃
29 ἐὰν δὲ θύση̨ς θυσίαν εὐχὴν χαρμοσύνης κυρίω̨ εἰς δεκτὸν ὑμι̃ν θύσετε αὐτό
30 αὐτη̨̃ τη̨̃ ἡμέρα̨ ἐκείνη̨ βρωθήσεται οὐκ ἀπολείψετε ἀπὸ τω̃ν κρεω̃ν εἰς τὸ πρωί ἐγώ εἰμι κύριος
31 καὶ φυλάξετε τὰς ἐντολάς μου καὶ ποιήσετε αὐτάς
32 καὶ οὐ βεβηλώσετε τὸ ὄνομα του̃ ἁγίου καὶ ἁγιασθήσομαι ἐν μέσω̨ τω̃ν υἱω̃ν Ισραηλ ἐγὼ κύριος ὁ ἁγιάζων ὑμα̃ς
33 ὁ ἐξαγαγὼν ὑμα̃ς ἐκ γη̃ς Αἰγύπτου ὥστε εἰ̃ναι ὑμω̃ν θεός ἐγὼ κύριος
To view greek and slavonic text correctly you need to install Lucida Sans Unicode and Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.

After registering, you can subscribe to any Bible reading plan.

Personalized settings and other services for registered users are planned, so we recommend registering now. Registration is free.