ΜΙΧΑΙΑΣ,
κεφαλίς 2
1 ἐγένοντο λογιζόμενοι κόπους καὶ ἐργαζόμενοι κακὰ ἐν ται̃ς κοίταις αὐτω̃ν καὶ ἅμα τη̨̃ ἡμέρα̨ συνετέλουν αὐτά διότι οὐκ ἠ̃ραν πρὸς τὸν θεὸν τὰς χει̃ρας αὐτω̃ν |
2 καὶ ἐπεθύμουν ἀγροὺς καὶ διήρπαζον ὀρφανοὺς καὶ οἴκους κατεδυνάστευον καὶ διήρπαζον ἄνδρα καὶ τὸν οἰ̃κον αὐτου̃ ἄνδρα καὶ τὴν κληρονομίαν αὐτου̃ |
3 διὰ του̃το τάδε λέγει κύριος ἰδοὺ ἐγὼ λογίζομαι ἐπὶ τὴν φυλὴν ταύτην κακά ἐξ ὡ̃ν οὐ μὴ ἄρητε τοὺς τραχήλους ὑμω̃ν καὶ οὐ μὴ πορευθη̃τε ὀρθοὶ ἐξαίφνης ὅτι καιρὸς πονηρός ἐστιν |
4 ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ λημφθήσεται ἐφ' ὑμα̃ς παραβολή καὶ θρηνηθήσεται θρη̃νος ἐν μέλει λέγων ταλαιπωρία̨ ἐταλαιπωρήσαμεν μερὶς λαου̃ μου κατεμετρήθη ἐν σχοινίω̨ καὶ οὐκ ἠ̃ν ὁ κωλύσων αὐτὸν του̃ ἀποστρέψαι οἱ ἀγροὶ ἡμω̃ν διεμερίσθησαν |
5 διὰ του̃το οὐκ ἔσται σοι βάλλων σχοινίον ἐν κλήρω̨ ἐν ἐκκλησία̨ κυρίου |
6 μὴ κλαίετε δάκρυσιν μηδὲ δακρυέτωσαν ἐπὶ τούτοις οὐ γὰρ ἀπώσεται ὀνείδη |
7 ὁ λέγων οἰ̃κος Ιακωβ παρώργισεν πνευ̃μα κυρίου εἰ ταυ̃τα τὰ ἐπιτηδεύματα αὐτου̃ ἐστιν οὐχ οἱ λόγοι αὐτου̃ εἰσιν καλοὶ μετ' αὐτου̃ καὶ ὀρθοὶ πεπόρευνται |
8 καὶ ἔμπροσθεν ὁ λαός μου εἰς ἔχθραν ἀντέστη κατέναντι τη̃ς εἰρήνης αὐτου̃ τὴν δορὰν αὐτου̃ ἐξέδειραν του̃ ἀφελέσθαι ἐλπίδα συντριμμὸν πολέμου |
9 διὰ του̃το ἡγούμενοι λαου̃ μου ἀπορριφήσονται ἐκ τω̃ν οἰκιω̃ν τρυφη̃ς αὐτω̃ν διὰ τὰ πονηρὰ ἐπιτηδεύματα αὐτω̃ν ἐξώσθησαν ἐγγίσατε ὄρεσιν αἰωνίοις |
10 ἀνάστηθι καὶ πορεύου ὅτι οὐκ ἔστιν σοι αὕτη ἡ ἀνάπαυσις ἕνεκεν ἀκαθαρσίας διεφθάρητε φθορα̨̃ |
11 κατεδιώχθητε οὐδενὸς διώκοντος πνευ̃μα ἔστησεν ψευ̃δος ἐστάλαξέν σοι εἰς οἰ̃νον καὶ μέθυσμα καὶ ἔσται ἐκ τη̃ς σταγόνος του̃ λαου̃ τούτου |
12 συναγόμενος συναχθήσεται Ιακωβ σὺν πα̃σιν ἐκδεχόμενος ἐκδέξομαι τοὺς καταλοίπους του̃ Ισραηλ ἐπὶ τὸ αὐτὸ θήσομαι τὴν ἀποστροφὴν αὐτω̃ν ὡς πρόβατα ἐν θλίψει ὡς ποίμνιον ἐν μέσω̨ κοίτης αὐτω̃ν ἐξαλου̃νται ἐξ ἀνθρώπων |
13 διὰ τη̃ς διακοπη̃ς πρὸ προσώπου αὐτω̃ν διέκοψαν καὶ διη̃λθον πύλην καὶ ἐξη̃λθον δι' αὐτη̃ς καὶ ἐξη̃λθεν ὁ βασιλεὺς αὐτω̃ν πρὸ προσώπου αὐτω̃ν ὁ δὲ κύριος ἡγήσεται αὐτω̃ν |
To view greek and slavonic text correctly you need to install
Lucida Sans Unicode and
Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.