Bible-Center
Whole Bible
Greek/Septuagint (gr)

ΚΑΤΑ ΜΑΡΚΟΝ, κεφαλίς 9,  στἰχοι 2-10

2 καὶ μετὰ ἡμέρας ἓξ παραλαμβάνει ὁ ’Ιησου̃ς τòν Πέτρον καὶ τòν ’Ιάκωβον καὶ τòν ’Ιωάννην καὶ ἀναφέρει αὐτοὺς εἰς ὄρος ὑψηλòν κατ' ἰδίαν μόνους καὶ μετεμορφώθη ἔμπροσθεν αὐτω̃ν
3 καὶ τὰ ἱμάτια αὐτου̃ ἐγένετο στίλβοντα λευκὰ λίαν οἱ̃α γναφεὺς ἐπὶ τη̃ς γη̃ς οὐ δύναται οὕτως λευκα̃ναι
4 καὶ ὤφθη αὐτοι̃ς ’Ηλίας σὺν Μωϋσει̃ καὶ ἠ̃σαν συλλαλου̃ντες τω̨̃ ’Ιησου̃
5 καὶ ἀποκριθεὶς ὁ Πέτρος λέγει τω̨̃ ’Ιησου̃ ῥαββί καλόν ἐστιν ἡμα̃ς ὡ̃δε εἰ̃ναι καὶ ποιήσωμεν τρει̃ς σκηνάς σοὶ μίαν καὶ Μωϋσει̃ μίαν καὶ ’Ηλία̨ μίαν
6 οὐ γὰρ ἤ̨δει τί ἀποκριθη̨̃ ἔκφοβοι γὰρ ἐγένοντο
7 καὶ ἐγένετο νεφέλη ἐπισκιάζουσα αὐτοι̃ς καὶ ἐγένετο φωνὴ ἐκ τη̃ς νεφέλης οὑ̃τός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός ἀκούετε αὐτου̃
8 καὶ ἐξάπινα περιβλεψάμενοι οὐκέτι οὐδένα εἰ̃δον ἀλλὰ τòν ’Ιησου̃ν μόνον μεθ' ἑαυτω̃ν
9 καὶ καταβαινόντων αὐτω̃ν ἐκ του̃ ὄρους διεστείλατο αὐτοι̃ς ἵνα μηδενὶ ἃ εἰ̃δον διηγήσωνται εἰ μὴ ὅταν ὁ υἱòς του̃ ἀνθρώπου ἐκ νεκρω̃ν ἀναστη̨̃
10 καὶ τòν λόγον ἐκράτησαν πρòς ἑαυτοὺς συζητου̃ντες τί ἐστιν τò ἐκ νεκρω̃ν ἀναστη̃ναι
To view greek and slavonic text correctly you need to install Lucida Sans Unicode and Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.

After registering, you can subscribe to any Bible reading plan.

Personalized settings and other services for registered users are planned, so we recommend registering now. Registration is free.